KATA LOUKAN XXIV Codex Bezae Cantabrigiensis

b


1 [.] Mιᾷ δὲ
τῶν σαββάτων ὄρθρου βαθέως
ἤρχοντο ἐπὶ τὸ μνῆμα φέρουσαι
ἃ ἡτοίμασαν [.] καὶ τινες σὺν αὐταῖς.
ἐλογίζοντο δὲ ἐν ἑαυταῖς

τίς ἄρα ἀποκυλίσει τὸν λίθον ;
2 ἐλθοῦσαι δὲ εὗρον  τὸν λίθον
ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,
3 εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα [...]
4 καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς
περὶ αὐτου , [.] ἰδοὺ δύο ἄνδρες  ἐπέστησαν
αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ.
5 ἔμφόβοι δὲ γενόμεναι ἔκλειναν τὰ
πρόσωπα εἰς τὴν γῆν οἱ δὲ εἶπαν πρὸς αὐτάς,
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;  
6[....] μνήσθητε δὲ ὅσα ἐλάλησεν ὑμῖν
ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 [.] ὅτι δεῑ  τὸν υἱὸν
τοῦ ἀνθρώπου  παραδοθῆναι εἰς χεῖρας
ἀνθρώπων [.] καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ
ἡμέρᾳ ἀναστῆναι. 8 καὶ ἐμνήσθησαν τῶν
ῥημάτων αὐτοῦ, 9 καὶ ὑποστρέψασαι
[.] ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα
καὶ πᾶσιν τοῖς λοιποῖς.
10 [..] Μαρία  ἡ Μαγδαληνὴ  καὶ Ἰωάννα
καὶ Μαρία ἡ Ἰακώβου: καὶ αἱ λοιπαὶ σὺν αὐταῖς
ἔλεγαν πρὸς αὐτοὺς, ἀποστόλους, ταῦτα.
11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν
ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς.
12 [......] 13 ἦσαν δὲ δύο πορευόμενοι  ἐξ αὐτῶν
ἐν αὐτῇ τῇ ἡμέρᾳ  εἰς κώμην ἀπέχουσαν
σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλημήμ,
 ὀνόματι Οὐλαμμαοῦς,
14 [.] ὡμίλουν δὲ πρὸς ἑαυτοὺς 
περὶ πάντων [.] συμβεβηκότων τούτων.
15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς
καὶ συνζητεῖν καὶ ὁ Ἰης ἐγγίσας
συνεπορεύετο αὐτοῖς, 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν
ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.

17 δὲ εἶπεν [..], Τίνες οἱ λόγοι
οὗτοι οὓς ἀντιβάλλετε
πρὸς ἑαυτοὺς περιπατοῦντες [..] σκυθρωποί; 
18 ἀποκριθεὶς δὲ εἷς ᾧ ὄνομα Κλεοπᾶς
εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς
Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ
ἐν ταῖς ἡμέραις ταύταις; 19 ὁ δὲ  εἶπεν αὐτῷ, Ποῖα;
[.] Τὰ περὶ Ἰηῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ
προφήτης δυνατὸς ἐν λόγῳ καὶ  ἔργῳ 
ἐνώπιον τοῦ Θῦ καὶ παντὸς τοῦ λαοῦ,
20 ὡς τοῦτον παρέδωκαν [.] οἱ ἀρχιερεῖς
καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα
θανάτου καὶ ἐσταύρωσαν αὐτόν.
21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἦν
ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ:
ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις
τρίτην [.] ἡμέραν σήμεραν ἄγει ἀφ' οὗ ταῦτα
γέγονεν. 22 ἀλλὰ καὶ γυναῖκές τινες [..]
ἐξέστησαν ἡμᾶς: γενόμεναι
ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον 23καὶ μὴ
εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι
[.] ὀπτασίαν ἀγγέλων ἑωρακέναι,
οἳ λέγουσιν αὐτὸν ζῆν. 24 καὶ ἀπῆλθόν
τινες ἐκ τῶν σὺν ἡμῖν
ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως
ὡς   εἶπον αἱ γυναῖκες, αὐτὸν δὲ
οὐκ εἴδομεν. 25 ὁ δὲ εἶπεν πρὸς αὐτούς,
Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ [..] ἐπὶ πᾶσιν
οἷς ἐλάλησαν οἱ προφῆται:
26 ὅτι  ταῦτα ἔδει παθεῖν τὸν Χρν
καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
27 καὶ  ἦν ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ [.] πάντων
τῶν προφητῶν ἐρμήνευειν
αὐτοῖς ἐν [.] ταῖς γραφαῖς τὰ περὶ αὐτοῦ.
28  Καὶ ἤγγισαν

εἰς τὴν κώμην οὗ ἐπορεύοντο,
καὶ αὐτὸς προσεποιήσατο πορρωτέρω
πορεύεσθαι. 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες,
Μεῖνον μεθ' ἡμῶν, ὅτι πρὸς ἑσπέραν [.]
κέκλικεν [.] ἡ ἡμέρα. καὶ εἰσῆλθεν
[.] μεῖναι μετ᾿ αὐτῶν. 30 καὶ ἐγένετο
ἐν τῷ κατακλιθῆναι αὐτὸν 
λαβὼν [.] ἄρτον ηὐλόγησεν
καὶ [.] προσεδίδου αὐτοῖς: 31 λαβόντων δὲ
αὐτῶν τὸν ἄρτον ἀπ᾿ αὐτοῦ
ἠνύγησαν οἱ ὀφθαλμοὶ αὐτῶν
καὶ ἐπέγνωσαν αὐτόν: καὶ αὐτὸς ἄφαντος
ἐγένετο ἀπ' αὐτῶν. 32 οἱ δὲ εἶπον πρὸς ἑαυτούς,
Οὐχὶ ἡ καρδία ἦν ἡμῶν κεκαλυμμένη [..]
ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ,
ὡς ἤνυγεν ἡμῖν τὰς γραφάς; 33 καὶ ἀναστάντες λυπούμενοι αὐτῇ τῇ ὥρᾳ
ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον
ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
34 λέγοντες ὅτι ὄντως ἠγέρθη
ὁ Κς καὶ ὤφθη Σίμωνι. 35 καὶ αὐτοὶ
ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὅτι ἐγνώσθη
αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. 36 Ταῦτα δὲ
αὐτῶν λαλούντων αὐτὸς ἐστάθη
ἐν μέσῳ αὐτῶν [....]. 37 αὐτοὶ δὲ  πτοηθέντες
καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν φάντασμα
θεωρεῖν. 38 ὁ δὲ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι
ἐστέ, καὶ ἱνα τί διαλογισμοὶ
ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν;
39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου
ὅτι ἐγώ  αὐτός εἰμι: ψηλαφήσατέ [.] καὶ ἴδετε,
τὸ πνεῦμα ὀστέα οὐκ ἔχει καὶ σάρκας 
καθὼς ἐμὲ  βλέπετε ἔχοντα.

40 [......] 41ἔτι δὲ ἀπιστούντων αὐτῶν
ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων
εἶπεν [.], Ἔχετέ τι βρώσιμον ἐνθάδε;
42 καὶ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ
μέρος: 43 καὶ λαβὼν ἐνώπιον
αὐτῶν ἔφαγεν. 44 καὶ εἶπεν  αὐτοῖς
Οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα
πρὸς ὑμᾶς ἐν ᾧ ἤμην σὺν ὑμῖν,
ὅτι δεῖ πλησθῆναι πάντα τὰ γεγραμμένα
ἐν τῷ νόμῳ Μωϋσέως καὶ [.] προφήταις
καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν
αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς.
46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτως γέγραπται  τὸν
Χρν παθεῖν καὶ ἀναστῆναι [.] τῇ τρίτῃ ἡμέρᾳ,
47 καὶ κμρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ
μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν
ὡς ἐπὶ πάντα τὰ ἔθνη ἀρξαμένων
ἀπὸ Ἰερουσαλήμ: 48 καὶ ὑμεῖς δὲ
μάρτυρες τούτων. 49 καὶ  ἐγὼ ἀποστέλλω
τὴν ἐπαγγελίαν [..] μου ἐφ' ὑμᾶς:
ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως ὅτου
ἐνδύσησθε δύναμιν ἐξ ὕψους .
50 Ἐξήγαγεν δὲ αὐτοὺς ἔξω [.] πρὸς
Βηθανίαν, ἐπάρας δὲ τὰς χεῖρας [.]
εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο
ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς
ἀπέστη ἀπ' αὐτῶν [....] 52 καὶ αὐτοὶ [..] ὑπέστρεψαν
εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,
53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ
αἰνοῦντες τὸν Θν.

Eὐαγγέλιον κατὰ
ΛΟΥΚΑΝ ἐπλήρωθη, ἄρχεται κατὰ ΜΑΡΚΟΝ