KATA LOUKAN XXIII Codex Bezae Cantabrigiensis

b


1 - Καὶ ἀναστάντες [...]
ἤγαγον αὐτὸν ἐπὶ [.] Πιλᾶτον.
2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες,
Τοῦτον εὗρον διαστρέφοντα
τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα
φόρους διδόναι Καίσαρι , λέγοντα δὲ
ἑαυτὸν Χρν βασιλέα εἶναι.
3 ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων,
Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
ὁ δὲ ἀπεκρίθη αὐτῷ λέγων, Σὺ λέγεις.
4 ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς
καὶ τοὺς ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον
ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5 οἱ δὲ ἐνίσχυον
λέγοντες [.] Ἀνασείει τὸν λαὸν διδάσκων
καθ' ὅλης τῆς γῆς, [.] ἀρξάμενος ἀπὸ τῆς
Γαλιλαίας ἕως ὧδε. 6  ἀκούσας δὲ ὁ
Πιλᾶτος : τὴν Γαλιλαίαν, ἐπηρώτησεν
εἰ ἀπὸ τῆς Γαλιλαίας   ὁ ἄνθρωπος
ἐστιν: 7 ἐπιγνοὺς δὲ ὅτι ἐκ τῆς ἐξουσίας
Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν
τῷ Ἡρῴδῃ, ὄντι [.] αὐτῷ ἐν Ἱεροσολύμοις
ἐν ἐκείναις ταῖς ἡμέραις. 8 ὁ δὲ Ἡρῴδης
ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ
θέλων ἰδεῖν αὐτὸν ἐξ ἱκανῶν χρόνων
διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν
τι σημεῖον ἰδεῖν ὑπ' αὐτοῦ γινόμενον.
9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς:
αὐτὸς δὲ οὐκ ἀπεκρίνατο αὐτῷ οὐδέν.

10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς
καὶ οἱ γραμματεῖς εὐτόνως
κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ
αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν
αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν αὐτὸν
ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν
τῷ Πιλάτῳ. 12 ὄντες δὲ ἐν ἀηδίᾳ
Πιλᾶτος καὶ ὁ Ἡρῴδης ἐγένοντο
φίλοι
ἐν αὐτῇ τῇ ἡμέρᾳ [....]. 13 δὲ Πιλᾶτος
συγκάλεσας τοὺς ἀρχιερεῖς καὶ τοὺς
ἄρχοντας καὶ πάντα τὸν λαὸν 14 εἶπεν
πρὸς αὐτούς, κατηνέγκατέ μοι τὸν
ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα
τὸν λαόν, καγὼ δὲ ἀνακρίνας ἐνώπιον
ὑμῶν οὐδὲν εὗρον αἴτιον ἐν αὐτῳ [....]
15 ἀλλ' οὐδὲ Ἡρῴδης: ἀνέπεμψα γὰρ ὑμᾶς 
πρὸς αὐτὸν : καὶ [.] οὐδὲν ἄξιον θανάτου
πεπραγμένον ἐστὶν ἐν αὐτῷ. 16 παιδεύσας οὖν
αὐτὸν ἀπολύσω. 18 ἀνέκραξαν δὲ παμ-
πληθεὶ λέγοντες, Αἶρε τοῦτον, Αἶρε τοῦτον
ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν:
19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην
ἐν τῇ πόλει καὶ φόνον βεβλημένος
εἰς [.] φυλακήν
. 17 ἀνάγκην δὲ εἶχεν κατὰ
ἑορτὴν ἀπολύειν αὐτοῖς ἕνα

20 πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν
αὐτούς, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν:
21οἱ δὲ ἔκραξαν, Σταύρου, σταύρου αὐτόν.
22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, Τί γὰρ
κακὸν ἐποίησεν οὗτος; οὐδεμίαν
αἴτιαν
θανάτου εὐρίσκω ἐν αὐτῷ:
παιδεύσας οὖν ἀπολύσω αὐτὸν.
23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις

αἰτούμενοι σταυρωθῆναι αὐτὸν, καὶ
κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν τῶν ἀρχιερέων
 24 ἐπέκρινεν δὲ
Πιλᾶτος γενέσθαι τὸ αἴτημα αὐτῶν:
25 ἀπέλυσεν δὲ τὸν [..] ἕνεκα φόνου
βεβλημένον εἰς φυλακὴν
ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν
τῷ θελήματι αὐτῶν. 26 ὡς δὲ
ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι
τινα Σίμωνά Κυρηναῖον
ἐρχόμενον ἀπὸ ἀγροῦ ἐπέθηκαν αὐτῷ
τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰηῦ.
27 Ἠκολούθει δὲ τὸ [.] πλῆθος αὐτῷ 
τοῦ λαοῦ καὶ γυναῖκες
αἳ ἐκόπτοντο αὐτόν καὶ ἐθρήνουν .
28 στραφεὶς δὲ  ὁ Ἰης εἶπεν πρὸς αὐτὰς,
Θυγατέρες Ἰερουερουσαλήμ, μὴ
κλαίετε [.] ἐμέ μηδὲ πενθεῖτε:
ἀλλ᾿
[.] ἑαυτὰς κλαίετε καὶ [.] τὰ τέκνα ὑμῶν,
29 ὅτι ἐλεύσονται ἡμέραι
ἐν αἷς ἐροῦσιν, Μακάριαι αἱ στεῖραι
καὶ [.] κοιλίαι αἳ οὐκ ἐγέννησαν
καὶ μαστοὶ οἳ οὐκ ἐξέθρεψαν.
30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν,
Πέσετε ἐφ' ἡμᾶς, καὶ τοῖς βουνοῖς,
Καλύψατε ἡμᾶς: 31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ
ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γενήσεται;
32Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι
σὺν αὐτῷ ἀναιρεθῆναι. 33 καὶ ὅτε ἦλθαν
ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον,
ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους,
ὀμοῦ ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ
ἐξ ἀριστερῶν. 34 [......] διεμερίζοντο δὲ

τὰ ἱμάτια αὐτοῦ βαλόντες
κλήρον. 35 καὶ εἱστήκει ὁ λαὸς ὀρῶν.
ἐμυκτήριζον δὲ αὐτὸν καὶ ἔλεγαν αὐτῷ
 Ἄλλους ἔσωσας, σεαυτὸν σῶσον,
εἰ υἱὸς εἶ τοῦ Θῦ εἰ  Χριστὸς εἶ ὁ ἐκλεκτός.
36 ἐνέπαιξον δὲ αὐτῷ καὶ οἱ στρατιῶται
προσερχόμενοι, ὄξος τε προσέφερον [.]
37 [.] λέγοντες, Χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων.
περιτεθέντες αὐτῷ καὶ ἀκάνθινον
στέφανον 38 ἦν δὲ καὶ ἐπιγραφὴ
ἐπιγεγραμμένη ἐπ' αὐτῷ, γράμμασιν
Ἑλληνικοῖς ,Ῥωμαϊκοῖς , Ἑβραϊκοῖς
Ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος ἐστιν.
39 Εἷς δὲ τῶν [.] κακούργων ἐβλασφήμει αὐτὸν
[....] 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος
ἐπετίμα αὐτῷ λέγων ὅτι, Οὐ [.] φοβῇ σὺ
τὸν Θν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
καὶ ἡμεῖς ἐσμέν  41 καὶ ἡμεῖς μὲν
δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν
ἀπολαμβάνομεν: οὗτος δὲ οὐδὲν
πονερὸν ἔπραξεν. 42 καὶ στράφεὶς
πρὸς τὸν Κν εἶπεν αὐτῷ
, μνήσθητί μου
ἐν τῇ ἡμέρᾳ τῆς ἐλεύσεως σου.
43 ἀποκριθεὶς δὲ ὁ Ἰης εἶπεν αὐτῷ τῷ
ἐ[πι]πλήσοντι, Θάρσει
σήμερον μετ' ἐμοῦ
ἔσῃ ἐν τῷ παραδείσῳ. 44 Καὶ ἦν ὡσεὶ
ὥρα ἕκτη καὶ σκότος ἐγένετο
ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας
ἐνάτης 45a ἐσκοτίσθη δὲ ὁ ἥλίος

46 καὶ φωνήσας ὁ Ἰης μεγάλῃ φωνῇ
[..] εἶπεν, Πάτερ, εἰς χεῖράς σου παρατίθημι
τὸ πνεῦμά μου: τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.
καὶ τὸ καταπέτασμα τοῦ ναοῦ
ἐσχίσθη 47 καὶἑκατόνταρχος φωνήσας
ἐδόξαζεν τὸν Θν λέγων, Ὂντως
δίκαιος
ἦν ὁ ἄνθρωπος οὗτος. 48 καὶ πάντες
οἱ συμπαραγενόμενοι ἐπὶ θεωρείᾳ
ὄχλοι, θεωρήσαντες τὰ γενόμενα,
τύπτοντες τὰ στήθη καὶ τὰ μέτωπα
ὑπέστρεφαν. 49 εἱστήκεισαν δὲ πάντες οἱ
γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες
αἱ συνακολουθήσασαι αὐτῷ
ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ
βουλευτὴς ὑπάρχων [..] ἀγαθὸς καὶ δίκαιος
51 οὗτος οὐκ ἦν συγκατατιθέμενος τῇ βουλῇ
καὶ τῇ πράξει αὐτῶν ἀπὸ Ἁριμαθίας
πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο
τὴν βασιλείαν τοῦ Θῦ, 52 [.] προσελθὼν τῷ Πιλάτῳ
ᾐτήσατο τὸ σῶμα τοῦ Ἰηῦ, 53 καὶ καθελὼν
ἐνετύλιξεν τὸ σῶμα τοῦ Ἰηῦ ἐν σινδόνι,
καὶ ἔθηκεν αὐτὸν ἐν μνημείῳ
λελατομημένῳ οὗ οὐκ ἦν οὔπω
οὐδεὶς κείμενος. 53b καὶ θέντος αὐτοῦ ἐπέθηκεν
τῷ μνημείῳ λείθον ὃν μόγις εἴκοσι
ἐκύλιον 54 ἦν δὲ ἡ ἡμέρα προσαββάτου,
55 Κατηκολούθησαν δὲ δύο [.]
γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι
ἀπὸ
τῆς α Γαλιλαίας καὶ, ἐθεάσαντο
τὸ μνῆμα [...] αὐτοῦ, 56 ὑποστρέψασαι δὲ
ἡτοίμασαν ἀρώματα καὶ μύρα.
Καὶ τὸ μὲν σάββατον ἡσύχασαν [...].