Évangile de Luc selon le codex Bezae Cantabrigiensis, chapitre ΧΧΙI KATA LOUKAN XXII Codex Bezae Cantabrigiensis

b


1 - 1Ἤγγισεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων
ἡ λεγομένη πάσχα. 2 οἱ  δὲ  ἀρχιερεῖς
καὶ [.] γραμματεῖς ἐζήτουν [.] πῶς
ἀπολέσωσιν
αὐτόν, ἐφοβοῦντο δὲ
τὸν λαόν. 3 Εἰσῆλθεν δὲ Σατανᾶς
εἰς τὸν Ἰούδαν τὸν καλούμενον

Ἰσκαριώδ, ὄντα ἐκ τοῦ ἀριθμοῦ ἐκ
τῶν δώδεκα: 4 καὶ ἀπελθὼν συνελάλησεν
τοῖς ἀρχιερεῦσιν [...] πῶς [.] παραδοῖ
αὐτόν. 5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ
ἀργύριον δοῦναι. 6 καὶ ὡμολόγησεν,
καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν
ἄτερ ὄχλου [.]. 7 Ἠλθεν δὲ ἡ ἡμέρα τοῦ πάσχα,
[.] ἧ ἔδει θύεσθαι τὸ πάσχα. 8 καὶ ἀπέστειλεν
τὸν Πέτρον καὶ Ἰωάννην εἰπών,
Πορευθέντες ἑτοιμάσατε ἡμῖν
τὸ πάσχα ἵνα φάγωμεν. 9 οἱ δὲ
εἶπαν αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσωμεν
σοι; 10 ὁ δὲ εἶπεν, Ἰδοὺ εἰσερχομένων
ὑμῶν εἰς τὴν πόλιν ἀπαντήσει
ὑμῖν ἄνθρωπος βαστάζων κεράμιον ὕδατος 
ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ [..]εἰσ-
πορεύεται. 11 καὶ ἐρεῖτε
τῷ οἰκοδεσπότῃ τῆς οἰκίας,
Λέγει [.] ὁ διδάσκαλος, Ποῦ ἐστιν τὸ κατάλυμα
ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
12 [.] ἐκεῖνος ὑμῖν δείξει ἀνάγαιον οἶκον [.]
ἐστρωμένον: ἐκεῖ ἑτοιμάσατε.
13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτός,
καὶ ἡτοίμασαν τὸ πάσχα. 14 Καὶ ὅτε
ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ
ἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπεν πρὸς αὐτούς,
Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα
φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν:
16 λέγω γὰρ ὑμῖν [.] οὐκέτι μὴ φάγομαι
ἀπ᾿αὐτοῦ ἕως ὅτου καινὸν βρώθη
ἐν τῇ βασιλείᾳ τοῦ Θῦ. 17 καὶ δεξάμενος
τὸ ποτήριον εὐχαριστήσας εἶπεν,
Λάβετε τοῦτο , [.] διαμερίσατε [.] ἑαυτοῖς:
18 λέγω γὰρ ὑμῖν ἀπὸ τοῦ νῦν οὐ μὴ πίω 

ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου
ἕως ὃτοὗ ἔλθῃ ἡ βασιλεία τοῦ Θῦ.
19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν
καὶ ἔδωκεν αὐτοῖς λέγων, Τοῦτό ἐστιν
τὸ σῶμά μου [......] 20 [.....] 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ
παραδιδόντος με [..] ἐπὶ τῆς τραπέζης:
22 ὅτι μὲν ὁ υἱὸς  τοῦ ἀνθρώπου κατὰ τὸ
ὡρισμένον πορεύεται, πλὴν οὐαὶ [..] ἐκείνῳ
δι' οὗ παραδίδοται. 23   αὐτοὶ δὲ ἤρξαντο
συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη [..] ὁ  μέλλων
τοῦτο
πράσσειν. 24 Ἐγένετο δὲ καὶ
φιλονεικία ἐν αὐτοῖς, τὸ τίς ἂν ᾖ
μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς,
Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν
αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν
εὐεργέται καλοῦνται.
26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ' ὁ μείζων
ἐν ὑμῖν γινέσθω ὡς ὁ μικρότερος,
καὶ ὁ ἡγούμενος ὡς ὁ διακονός.
27 μᾶλλον ἢ [...] ὁ ἀνακείμενος [...] ἐγὼ γὰρ 
ἐν μέσῳ ὑμῶν ἦλθον οὐκ ὡς ὁ ἀνακείμενος
αλλ᾿ 
ὡς ὁ διακονῶν . 28 καὶ ὑμεῖς ηὐξήθητε
ἐν τῇ διακονία
μου ὡς ὁ διακονῶν,
οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς
πειρασμοῖς μου: 29 κἀγὼ διατίθεμαι ὑμῖν
καθὼς διέθετό μοι ὁ πατήρ [.]
βασιλείαν 30 ἵνα
ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου
ἐν τῇ βασιλείᾳ [.], καὶ καθέζησθε ἐπὶ δώδεκα
θρόνους
κρίνοντες τάς δώδεκα φυλὰς 
τοῦ Ἰσραήλ. 31 εἶπεν δὲ ὁ Κς , Σίμων
Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς
τοῦ σινιάσαι ὡς τὸν σῖτον: 32 ἐγὼ δὲ
ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ

πίστις σου:  σύ δὲ  ἐπιστρέψον καὶ
στήριξον τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν
αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι
καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
34 ὁ δὲ εἶπεν, Λέγω σοι, Πέτρε, οὐ μὴ φωνήσει
σήμερον ἀλέκτωρ ἕως  ὅτου τρίς με
ἀπαρνήσῃ μὴ εἰδέναι με.
35 Καὶ εἶπεν αὐτοῖς, Οτε ἀπέστειλα ὑμᾶς
ἄτερ βαλλαντίου καὶ πήρας καὶ
ὑποδημάτων, μή τινος ὑστερήσατε;
οἱ δὲ εἶπαν, Οὐδενός. 36 ὁ δὲ εἶπεν [.],
Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀρεῖ,
 ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλῆσαι
τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν.
37 λέγω γὰρ [.] ὅτι τοῦτο τὸ γεγραμμένον
δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ τῶν
ἀνόμων ἐλογίσθη: καὶ  τὸ περὶ ἐμοῦ
τέλος ἔχει. 38 οἱ δὲ εἶπαν,  ἰδοὺ Κύριε, δύο
μάχαιραι ὧδε . ὁ δὲ εἶπεν αὐτοῖς,
῎Αρκει . 39 Καὶ ἐξελθὼν ἐπορεύετο
κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν:
ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί.
40 γενόμενος δὲ ἐπὶ [.] τόπου εἶπεν αὐτοῖς,
Προσεύχεσθε μὴ εἰσέλθητε εἰς πειρασμόν.
41 [.] αὐτὸς δὲ ἀπεστάθη ἀπ' αὐτῶν ὡσεὶ
λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσεύχετο
42 λέγων, Πάτερ, μὴ τὸ θέλημά μου ἀλλὰ
τὸ σὸν γινέσθω
: εἰ βούλει παρένεγκε
τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ . 43 ὤφθη δὲ
αὐτῷ ἄγγελος ἀπὸ τοῦ οὐρανοῦ
ἐνισχύων αὐτόν. 44 καὶ γενόμενος
ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο:
ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡς θρόμβοι

αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς
ἐλθὼν ἐπὶ τοὺς μαθητὰς εὗρεν
κοιμωμένους αὐτοὺς ἀπὸ τῆς
λύπης, 46 καὶ εἶπεν αὐτοῖς, [.] καθεύδετε;
ἀναστάντες προσεύχεσθε, ἵνα μὴ
εἰς πειρασμόν εἰσέλθητε. 47 Ἔτι δὲ
αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος πολύς,
καὶ ὁ καλούμεου Ἰούδας Ἰσκαριὼθ
εἷς τῶν δώδεκα προήγεν αὐτούς, καὶ
ἔγγισας  ἐφίλησεν τὸν Ἰην. τοῦτο γὰρ
σημεῖον δέδωκει αὐτοῖς   Ὃν ἂν φιλήσω
αὐτός ἐστιν: 48 ὁ  δὲ Ἰης εἶπεν τῷ, Ἰούδα,
φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ γενόμενον
εἶπαν, τῷ Κῷ, εἰ πατάξομεν ἐν μαχαίρῃ;
50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον
τοῦ ἀρχιερέως  καὶ ἀφείλατο αὐτοῦ
τὸ ὠτίον τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰης
εἶπεν, Ἐᾶτε ἕως τούτου: καὶ ἐκτείνας
τὴν χεῖρα ἥψατο αὐτοῦ καὶ ἀπεκατεστάθε

τὸ οὖς αὐτοῦ 52 εἶπεν δὲ [.] πρὸς τοὺς
παραγενομένους ἐπ' αὐτὸν
ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ λαοῦ
καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε
μετὰ μαχαιρῶν καὶ ξύλων; 53 τὸ καθ' ἡμέραν
ὄντος μου  ἐν τῷ ἱερῷ μεθ' ὑμῶν
οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ' ἐμέ:
ἀλλὰ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ [.] ἐξουσία
τὸ σκότος. 54 Συλλαβόντες δὲ αὐτὸν
ἤγαγον [..] εἰς τὸν οἶκον τοῦ ἀρχιερέως:
ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ
μακρόθεν. 55 ἁψάντων δὲ πῦρ

ἐν μέσῳ τῆς αὐλῆς καὶ περικαθισάντων
ἐκάθητο καὶ ὁ Πέτρος μετ᾿ αὐτῶν.
θερμαινόμενος 56 ἰδοῦσα δὲ αὐτὸν
παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς
καὶ ἀτενίσασα αὐτῷ εἶπεν, Καὶ οὗτος
σὺν αὐτῷ ἦν: 57 ὁ δὲ ἠρνήσατο αὐτὸν λέγων,
Οὐκ οἶδα αὐτόν [.]. 58 καὶ μετὰ βραχὺ ἕτερος
ἰδὼν αὐτὸν εἶπεν τὸ αὐτό : ὁ δὲ εἶπεν,
Ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστήσας ὡσεὶ
ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο [.],
Ἐπ' ἀληθείας λέγω καὶ οὗτος μετ' αὐτοῦ ἦν,
καὶ γὰρ Γαλιλαῖός ἐστιν: 60 εἶπεν δὲ ὁ
Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα τι λέγεις.
καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ
ἐφώνησεν ἀλέκτωρ. 61 στραφεὶς δὲ ὁ Ἰης
ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη [..]
τοῦ λόγου τοῦ Κυ ὡς εἶπεν αὐτῷ [.],
Πρὶν ἀλέκτορα φωνῆσαι [.] τρεῖς
ἀπαρνήσῃ με μὴ εἰδέναι με : 62 καὶ ἐξελθὼν
ἔξω ἔκλαυσαι πικρῶς. 63 Οἱ δὲ ἄνδρες
οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ [.],
64 καὶ περικαλύψαντες αὐτοῦ τὸ πρόσωπον
ἔτυπτον αὐτὸν καὶ ἔλεγον, Προφήτευσον,
τίς ἐστιν ὁ παίσας σε; 65 καὶ ἄλλα πολλὰ
βλασφημοῦντες ἔλεγον εἰς ἑαυτούς.
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη
τὸ πρεσβυτέριον τοῦ λαοῦ, καὶ ἀρχιερεῖς
καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ
συνέδριον ἑαυτῶν, 67 λέγοντες, [.] Σὺ εἶ ὁ Χρς;
δὲ εἶπεν αὐτοῖς, Ἐὰν ὑμῖν εἴπω οὐ μὴ
πιστεύσητε: 68 ἐὰν [.] ἐρωτήσω οὐ μὴ
ἀποκριθῆτε μοι ἢ ἀπολύσητε.
69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου

καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως
τοῦ Θῦ. 70 εἶπον δὲ πάντες, Σὺ [.] εἶ ὁ υἱὸς τοῦ Θῦ;
ὁ δὲ εἶπεν αὐτοῖς, Ὑμεῖς λέγετε ὅτι
ἐγώ εἰμι. 71 οἱ δὲ εἶπαν, Τί ἔτι χρείαν
ἔχομεν μαρτυρῶνἠκούσαμεν  γὰρ
 ἀπὸ τοῦ στόματος αὐτοῦ.