KATA LOUKAN XXI Codex Bezae Cantabrigiensis

b


1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας
εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν
τοὺς πλουσίους. 2 εἶδεν δέ καὶ τινα χήραν
πενιχρὰν βάλλουσαν [.]  δύο λεπτὰ,
ὁ ἐστιν κοδράντες 3 καὶ εἶπεν, Ἀληθῶς
λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ
πλείω πάντων ἔβαλεν: 4 πάντες γὰρ
οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον
εἰς τὰ δῶρα τοῦ Θῦ, αὕτη δὲ ἐκ τοῦ
ὑστερήματος αὐτῆς πάντα τὸν βίον
ὃν εἶχεν ἔβαλεν. 5 Καί τινων λεγόντων
περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς
κεκόσμηται καὶ ἀναθέμασιν,
εἶπεν, 6 Ταῦτα θεωρεῖτε, ἐλεύσονται

ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται
λίθος ἐπὶ λίθῳ ἐν τοίχῳ ὧδε
ὃς οὐ καταλυθήσεται.
7 Ἐπηρώτησαν δὲ αὐτὸν οἱ μαθηταὶ
λέγοντες, Διδάσκαλε, πότε [.] ταῦτα ἔσται,
καὶ τί τὸ σημεῖον τῆς σῆς ἐλεύσεως;
8 ὁ δὲ εἶπεν, Βλέπετε μὴ πλανηθῆτε:
πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί
μου λέγοντες, ὅτι Ἐγώ εἰμι: καί, Ὁ καιρὸς
ἤγγικεν: μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
9 ὅταν δὲ ἀκούσητε πολέμους
καὶ ἀκαταστασίας, μὴ φοβηθῆτε:
δεῖ γὰρ  γενέσθαι ταῦτα πρῶτον,
ἀλλ' οὐκ εὐθέως τὸ τέλος.
10 [...] Ἐγερθήσεται γὰρ
ἔθνος ἐπ' ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
11 σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους καὶ
λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε 
ἀπ' οὐρανοῦ 
καὶ σημεῖα μεγάλα ἔσται.
12 πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν
ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ
διώξουσιν, παραδιδόντες εἰς τὰς
συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους
ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας
ἕνεκα τοῦ ὀνόματός μου: 13 ἀποβήσεται
ὑμῖν εἰς μαρτύριον. 14 θέτε οὖν εἰς ταῖς
καρδίαις ὑμῶν μὴ προμελετῶντες
ἀπολογηθῆναι, 15 ἐγὼ γὰρ ὑμῖν δώσω 
στόμα καὶ σοφίαν ἧ οὐ δυνήσονται
ἀντιστῆναι [.] πάντες οἱ ἀντικείμενοι
ὑμῖν. 16 παραδοθήσεσθε δὲ
καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ
συνγενῶν καὶ φίλων, καὶ θανατώσουσιν
ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι

ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 καὶ θρὶξ
ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε
τὰς ψυχὰς ὑμῶν. 20 Οταν δὲ ἴδητε
κυκλουμένην Ἰερουσαλήμ ὑπὸ
στρατοπέδων , τότε γνώσεσθε
ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν
εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς μὴ
ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις
μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22 ὅτι
ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν
τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
23 οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς
θηλαζομέναις ἐν ἐκείναις ταῖς ἡμέραις:
ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς
καὶ ὀργὴ τῷ λαῷ τούτῳ, 24 καὶ πεσοῦνται
ἐν στόματι ῥομφαίας  καὶ αἰχμαλωτισθήσονται
εἰς πάντα τὰ ἔθνη , καὶ Ἰερουσαλὴμ
ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρις οὗ
πληρωθῶσιν [..]. 25  Καὶ ἔσονται σημεῖα
ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις,
καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν
καἰ ἀπορίᾳ ἠχούσης θαλάσσης
καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων
ἀπὸ φόβου καὶ προσδοκίας τῶν
ἐπερχομένων τῇ οἰκουμένῃ,
αἱ γὰρ δυνάμεις αἱ ἐν τῷ οὐρανῷ
σαλευθήσονται. 27 καὶ τότε ὄψονται
τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον
ἐν νεφέλῃ καὶ δυνάμει πολλῇ καὶ δόξῃ .
28 ἐρχομένων δὲ τούτων γίνεσθαι
ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς [.],

διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς: Ἴδετε τὴν
συκῆν καὶ πάντα τὰ δένδρα: 30 ὅταν
προβάλωσιν τὸν καρπὸν αὐτῶν
γινώσκετε ἤδη, ὅτι  ἐγγὺς ἤδη τὸ θέρος
ἐστίν: 31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε
ταῦτα [.] γινώσκετε ὅτι ἐγγύς ἐστιν
ἡ βασιλεία τοῦ Θῦ. 32 ἀμὴν λέγω ὑμῖν
ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη
ἕως [.] ταῦτα πάντα γένηται. 33 ὁ οὐρανὸς
καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου
οὐ μὴ παρελεύσονται. 34 Προσέχετε [.] 
ἐαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν
αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ
καὶ μερίμναις βιωτικαῖς, καὶ
ἐπιστῇ ἐφ' ὑμᾶς αἰφνίδιος [.] ἡμέρα
ἐκείνη 35 ὡς παγὶς. ἐπεισελεύσεται γὰρ
ἐπὶ [.] τοὺς καθημένους ἐπὶ πρόσωπον
πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε δὲ ἐν
παντὶ καιρῷ δεόμενοι ἵνα καταξιωθῆτε
ἐκφυγεῖν ταῦτα πάντα τὰ
μέλλοντα γίνεσθαι, καὶ στήσεσθε
ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων,
[...] εἰς τὸ ὄρος ηὐλήσετο τὸ καλούμενον
Ἐλαιῶν: 38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν
πρὸς αὐτὸν  ἀκούειν αὐτοῦ ἐν τῷ ἱερῷ.