KATA LOUKAN XX Codex Bezae Cantabrigiensis

b


1 Ἐγένετο δὲ ἐν μιᾷ τῶν
ἡμερῶν διδάσκοντος αὐτοῦ ἐν τῷ
ἱερῷ τὸν λαὸν καὶ εὐαγγελιζομένου
ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ
γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
2 καὶ εἶπον [.] πρὸς αὐτόν, Εἰπὲ ἡμῖν
ἐν ποίᾳ  ἐξουσίᾳ ταῦτα ποιεῖς,

καὶ τίς ἐστιν ὁ δούς σοι ταὐτὴν τὴν ἐξουσίαν.
3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς,
Ἐπερωτήσω ὑμᾶς
κἀγὼ ἕνα λόγον, ὃν εἴπατέ μοι:
4 Τὸ βάπτισμα τὸ Ἰωάνου ἐξ οὐρανοῦ ἦν
ἢ ἐξ ἀνθρώπων; 5 οἱ δὲ συνελογίζοντο
πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν
εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὖν
οὐκ ἐπιστεύσατε αὐτῷ; 6 καὶ ἐὰν εἴπωμεν,
ἀπὸ τῶν ἀνθρώπων,  λιθάσει ἡμᾶς
ὁ λαὸς ἅπας, πεπεισμένοι γάρ εἰσιν
Ἰωάνην προφήτην γεγονέναι.
7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι αὐτοὺς 
τὸ πόθεν. 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,
Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ
ταῦτα ποιῶ. 9Ἔλεγεν δὲ τὴν παραβολὴν ταύτην: 
ἀμπελῶνα
 ἐφύτευσεν ἄνθρωπός ,
καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς,
αὐτὸς δὲ ἀπεδήμησεν χρόνους ἱκανούς.
10 καιρῷ δὲ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς
δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος
δῶσιν αὐτῷ [..]δείραντες δὲ αὐτὸν
ἐξαπέστειλαν κενόν. 11 καὶ ἔπεμψεν
ἕτερον δοῦλον: οἱ δὲ κἀκεῖνον δείραντες
καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
12 [..] τρίτον ἔπεμψεν:[..] καὶ τοῦτον τραυματίσαντες
ἐξαπέστειλαν κενόν. 13 ὁ δὲ Κς τοῦ
ἀμπελῶνος εἶπεν , Τί ποιήσω; πέμψω
τὸν υἱόν μου τὸν ἀγαπητόν: τυχὸν τοῦτον
ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν
[..] διελογίζοντο πρὸς ἀλλήλους λέγοντες,
Οὗτός ἐστιν ὁ κληρονόμος: δεῦτε
ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν
γένηται ἡ κληρονομία. 15 καὶ ἐκβαλόντες

αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν.
τί οὖν ποιήσει [.] ὁ Κς τοῦ ἀμπελῶνος;
16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς [.],
καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
οἱ  δὲ ἀκούσαντες εἶπαν, Μὴ γένοιτο.
17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, Τί οὖν ἐστιν
τὸ γεγραμμένον τοῦτο: Λίθον ὃν
ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
18 πᾶς ὁ πεσὼν ἐπ' ἐκεῖνον τὸν λίθον
συνθλασθήσεται: ἐφ' ὃν δ' ἂν πέσῃ,
λικμήσει αὐτόν. 19 Καὶ ἐζήτουν
οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς
ἐπιβαλεῖν ἐπ' αὐτὸν τὰς χεῖρας
[.] αὐτῇ τῇ ὥρᾳ, ἐφοβήθησαν δὲ τὸν λαόν:
ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς
εἴρηκεν τὴν παραβολὴν ταύτην.
20 Καὶ ἀποχωρήσαντες ἀπέστειλαν
ἐγκαθέτους ὑποκρινομένους
ἑαυτοὺς δικαίους [.], ἵνα ἐπιλάβωνται
αὐτοῦ τῶν λόγων, ὥστε παραδοῦναι
αὐτὸν [....] τῷ ἡγεμόνι. 21 καὶ ἐπηρώτησαν
αὐτὸν λέγοντες, Διδάσκαλε, οἴδαμεν
ὅτι  λέγεις ὀρθῶς καὶ διδάσκεις
καὶ οὐδενὸς λαμβάνεις πρόσωπον,
ἀλλὰ ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ Θῦ
διδάσκεις:  22 ἔξεστιν ἡμῖν
φόρον δίδοναι Καίσαρι  ἢ οὔ;  23  ἐπιγνοὺς δὲ
αὐτῶν τὴν πονηρίαν εἶπεν πρὸς αὐτούς,
τί με πειράςετε; 24 Δείξατέ μοι τὸ
νόμισμα: τίνος ἔχει εἰκόνα καὶ τὴν
ἐπιγραφήν; ἀποκριθέντες εἶπον, Καίσαρος.
25 [.] εἶπεν δὲ [.] αὐτοῖς, [.]
ἀπόδοτε τὰ τοῦ Καίσαρος

τῷ
Καίσαρι καὶ τὰ τοῦ Θῦ τῷ Θῷ.
26 οὐκ ἴσχυσαν δὲ αὐτοῦ ῥήμα
ἐπιλαβέσθαι ἐναντίον τοῦ λαοῦ,
καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει
αὐτοῦ ἐσίγησαν. 27 Προσελθόντες δέ
τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες
ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν
αὐτὸν 28 λέγοντες, Διδάσκαλε, Μωϋσῆς
ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς
ἀποθάνῃ ἄτεκνος ἔχων γυναῖκα, [..]
ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα
καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
29 ἦσαν παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοὶ :
καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν
ἄτεκνος: 30 καὶ ὁ δεύτερος 31 καὶ ὁ τρίτος [..]
ὡσαύτως [..] οἱ ἑπτὰ οὐκ ἀφῆκαν τέκνον
καὶ ἀπέθανον. 32 ὕστερον καὶ ἡ γυνὴ
ἀπέθανεν. 33 ἐν τῇ οὖν ἀναστάσει τίνος
αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔχον αὐτὴν
γυναῖκα. 34 καὶ εἶπεν πρὸς αὐτούς [.],
Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γεννῶνται
καὶ γεννῶσιν
γαμοῦσιν καὶ γαμοῦνται,
35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου
τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ
νεκρῶν οὔτε γαμοῦσιν
οὔτε γαμίζονται: 36 οὐδὲ γὰρ ἀποθανεῖν
ἔτι μέλλουσιν, ἰσάγγελοι γάρ εἰσιντῷ Θῷ, [..]
τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 ὅτι δὲ
ἐγείρονται οἱ νεκροὶ [.] Μωϋσῆς ἐδήλωσεν
ἐπὶ τῆς βάτου, ὡς λέγει Κν τὸν Θν
Ἀβραὰμ καὶ Θν Ἰσὰκ καὶ Θν Ἰακώβ:
38 θεὸς νεκρῶν οὐκ ἔστιν ἀλλὰ ζώντων,
πάντες γὰρ αὐτῷ ζῶσιν.

39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων
εἶπαν, Διδάσκαλε, καλῶς εἶπας:
40 οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν
οὐδέν. 41 Εἶπεν δὲ πρὸς αὐτούς, Πῶς
λέγουσιν τὸν Χριστὸν υἱόν [.] Δαυὶδ ; 42  καὶ αὐτὸς
Δαυὶδ λέγει ἐν τῇ βίβλῳ τῶν ψαλμῶν,
λέγει Κς τῷ Κῳ μου, Κάθου ἐκ δεξιῶν μου
43 ἕως τίθω τοὺς ἐχθρούς σου ὑποκάτω
τῶν ποδῶν σου. 44 Δαυὶδ [.] Κν αὐτὸν λέγει ,
[.] πῶς υἱός αὐτοῦ ἐστιν; 45 Ἀκούοντος δὲ
παντὸς τοῦ λαοῦ εἶπεν
τοῖς μαθηταῖς , 46 Προσέχετε
ἀπὸ τῶν γραμματέων τῶν θελόντων
περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων
ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
47 οἳ κατέσθοντες τὰς οἰκίας τῶν χηρῶν
προφάσει μακρὰ προσευχόμενοι,
οὗτοι λήμψονται περισσότερον κρίμα.