ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΙ, Codex Bezae Cantabrigiensis, chapitre 2

codex bezae


1 Ἐγένετο δὲ ἐν ταῖς
ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα
παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι
πᾶσαν τὴν οἰκουμένην 2 αὕτη ἐγένετο
[.] ἀπογραφὴ πρώτη ἡγεμονεύοντος
τῆς Συρίας Κυρηνίου 3 καὶ ἐπορεύοντο
πάντες ἀπογράφεσθαι ἕκαστος
εἰς τὴν ἑαυτοῦ πατρίδα. 4 ἀνέβη δὲ καὶ
Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως
Ναζαρὲθ εἰς γῆν Ἰούδα εἰς πόλιν Δαυὶδ
ἥτις καλεῖται Βηθλέεμ 5 ἀπογράφεσθαι
σὺν Μαρί τῇ ἐμνηστευμένῃ αὐτῷ [.]
οὔσῃ ἐγκύῳ διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου
καὶ πατριᾶς Δαυίδ 6 ώς δὲ παρεγένοντο
ἐτελέσθησαν
αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν 
7 καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον
καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν
αὐτὸν ἐν φάτνῃ διότι οὐκ ἦν αὐτοῖς
τόπος ἐν τῷ καταλύματι  8  ποιμένες δὲ
ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες
καὶ φυλάσσοντες τὰς φυλακὰς τῆς νυκτὸς
ἐπὶ τὴν ποίμνην αὐτῶν  9  καὶ ἰδοὺ
ἄγγελος Κυ ἐπέστη αὐτοῖς καὶ δόξα [.]
 περιέλαμψεν αὐτούς καὶ ἐφοβήθησαν
φόβον μέγαν  10  καὶ εἶπεν αὐτοῖς

ὁ ἄγγελος μὴ φοβεῖσθε ἰδοὺ γὰρ
εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην
ἥτις ἔσται καὶ παντὶ τῷ λαῷ 11  ὅτι ἐτέχθη
ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν Χρς Κς
ἐν πόλει Δαυίδ  12 καὶ τοῦτο ὑμῖν τὸ
σημεῖον ἔστω  εὑρήσετε βρέφος
ἐσπαργανωμένον [..] ἐν φάτνῃ  13  καὶ ἐξαίφνης
ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς
οὐρανοῦ αἰνούντων τὸν Θν καὶ λεγόντων 
14  δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη
ἐν ἀνθρώποις εὐδοκίας  15  καὶ ἐγένετο
ὡς ἀπῆλθον οἱ ἄγγελοι   ἀπ' αὐτῶν
εἰς τὸν οὐρανὸν καὶ  οἱ  ἄνθρωποι
οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους
διέλθωμεν δὴ ἕως Βηθλέεμ
καὶ ἴδωμεν τὸ ῤῆμα τοῦτο τὸ γεγονὸς
ὃ ὁ Κς ἐγνώρισεν ἡμῖν  16 καὶ ἦλθον
σπεύδοντες
καὶ εὗρον τήν [.] Μαρίαν
καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον
ἐν τῇ φάτνῃ  17  ἰδόντες δὲ ἐγνώρισαν
περὶ τοῦ ῤήματος τοῦ λαληθέντος
αὐτοῖς περὶ τοῦ παιδίου [.] 18  καὶ πάντες
οἱ ἀκούοντες ἐθαύμαζον περὶ τῶν
λαληθέντων ὑπὸ τῶν ποιμένων
πρὸς αὐτούς  19  ἡ δὲ Μαρία συνετήρει πάντα 
τὰ ῤήματα ταῦτα συμβάλλουσα ἐν τῇ
καρδίᾳ αὐτῆς 20  καὶ ὑπέστρεψαν οἱ ποιμένες
δοξάζοντες καὶ αἰνοῦντες τὸν Θν
ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον
καθὼς ἐλαλήθη πρὸς αὐτούς 
21  καὶ ὅτε συνετελέσθησαν αἱ ἡμέραι
αἱ
ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον [.]
 ὠνομάσθη τὸ ὄνομα αὐτοῦ Ἰης

τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ
συλλημφθῆναι αὐτὸν ἐν [.] κοιλίᾳ μήτρός
22  καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι
τοῦ καθαρισμοῦ αὐτοῦ κατὰ τὸν νόμον
Μωϋσέως ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα
παραστῆσαι [.] Κῳ  23  καθὼς γέγραπται
ἐν τῷ νόμῳ Κυ ὅτι πᾶν ἄρσεν
διανοῖγον μήτραν ἅγιον Κῳ
κληθήσεται  24  καὶ τοῦ δοῦναι θυσίαν
κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ Κυ
ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς
περιστερῶν  25  καὶ [.] ἦν ἄνθρωπος 
ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών
καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος
καὶ εὐλαβής προσδεχόμενος παράκλησιν
τοῦ Ἰσραήλ καὶ  Πνα ἅγιον ἦν  ἐπ' αὐτόν  
26  κεχρηματισμένος δὲ  ἦν ὑπὸ τοῦ Πνς
τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν
[.] ἴδῃ τὸν Χρν Κυ  27  καὶ ἦλθεν ἐν τῷ Πνι
εἰς τὸ ἱερόν καὶ ἐν τῷ εἰσαγαγεῖν
τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν
τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ ἔθος
τοῦ νόμου περὶ αὐτοῦ  28  καὶ αὐτὸς ἐδέξατο αὐτὸ
εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ ηὐλόγησεν
τὸν Θν καὶ εἶπεν  29  νῦν ἀπολύεις
τὸν δοῦλόν σου δέσποτα κατὰ τὸ ῤῆμά
σου ἐν εἰρήνῃ  30  ὅτι εἶδον οἱ ὀφθαλμοί
μου τὸ σωτήριόν σου  31  ὃ ἡτοίμασας
κατὰ πρόσωπον πάντων τῶν λαῶν 
32  φῶς εἰς ἀποκάλυψιν [.] καὶ δόξαν
λαοῦ σου Ἰστραήλ 33  καὶ ἦν ὁ πατὴρ αὐτοῦ
καὶ ἡ μήτηρ θαυμάζοντες
ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ 

34  καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν
καὶ εἶπεν πρὸς Μαριὰν τὴν μητέρα αὐτοῦ
ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν
καὶ εἰς ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ
καὶ εἰς σημεῖον ἀντιλεγόμενον 
35  καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται
ῤομφαία ὅπως [.] ἀνακαλΰφθωσιν
[.] πολλῶν καρδιῶν διαλογισμοί 
36  καὶ [.] Ἅννα προφῆτις θυγάτηρ Φανουήλ
ἐκ φυλῆς Ἀσήρ καὶ αὕτη προβεβηκυῖα
ἐν ἡμέραις πολλαῖς ζήσασα ἔτη ἑπτὰ
μετὰ ἀνδρὸς  ἀπὸ τῆς παρθενίας αὐτῆς 
37 καὶ αὐτὴ χήρα [.] ἐτῶν  -πδ- 
 ἣ οὐκ ἀφίστατο 
τοῦ  ναοῧ νηστείαις καὶ δεήσεσι
λατρεύουσα νύκτα καὶ ἡμέραν 
38  καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο
τῷ Θῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν
τοῖς προσδεχομένοις λύτρωσιν
ἐν Ἰερουσαλήμ  39  καὶ ὡς ἐτέλεσαν
ἅπαντα [.]  κατὰ τὸν νόμον Κυ ὑπέστρεψαν
εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν
Ναζαρέθ   καθὼς ἐρέθη  διὰ τοῦ προφήτου
ὅτι Ναζωραῖος κληθήσεται 40  τὸ δὲ παιδίον
Ἰης
ἐκραταιοῦτο καὶ ηὐξάνετο πληρούμενον
σοφίας καὶ χάρις Θῦ ἦν ἐν  αὐτῷ 
41  ἐπορεύοντο δὲ καὶ  οἱ γονεῖς αὐτοῦ
κατὰ  ἔτος εἰς Ἰερουσαλὴμ ἐν τῇ ἑορτῇ
τοῦ πάσχα  42  καὶ ὅτε ἐγένετο αὐτῷ ἔτη  -ιβ-
 ἀνέβησαν oἱ γονεῖς  αὐτοῦ ἔχοντες
αὐτὸν κατὰ τὸ ἔθος τῆς ἑορτῆς  τῶν
ἀζύμ
ων 43  καὶ τελεσάντων τὰς ἡμέρας
ἐν τῷ ὑποστρέφειν αὐτοὺς ἀπέμεινεν
ὁ παῖς Ἰης  ἐν Ἰερουσαλήμ καὶ οὐκ ἔγνωσαν

οἱ γονεῖς αὐτοῦ 44 καὶ νομίσαντες   αὐτὸν
εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ὁδὸν
ἡμέρας  καὶ ἀνεζήτουν αὐτὸν
ἐν τοῖς συγγενέσιν καὶ ἐν τοῖς γνωστοῖς 
45 καὶ μὴ εὑρίσκοντες ὑπέστρεψαν
εἰς Ἰερουσαλὴμ ἀναζητοῦντες αὐτόν 
46 καὶ ἐγένετο μεθʹ ἡμέρας τρεῖς
εὗρον αὐτὸν καθήμενον  ἐν τῷ ἱερῷ 
ἐν μέσῳ τῶν διδασκάλων
[.] ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα
αὐτούς  47  ἐξίσταντο δὲ πάντες
οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει
καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ
 
48  καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν
καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ
τέκνον τί ἐποίησας ἡμῖν οὕτως ;
ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι
καὶ λυπούμενοι ἐζητοῦμέν σε 
49 καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι ἐζητεῖτέ με;
οὐκ οἴδατε  ὅτι ἐν τοῖς τοῦ Πρς μου
δεῖ  με  εἶναί; 50 αὐτοὶ δὲ οὐ συνῆκαν
τὸ ῤῆμα ὃ ἐλάλησεν αὐτοῖς 
51  καὶ κατέβη μετ' αὐτῶν [..] εἰς Να[ζα]ρέθ
καὶ ἦν ὑποτασσόμενος αὐτοῖς
δὲ μήτηρ αὐτοῦ διετήρει  τὰ ῤήματα
πάντα [.] ἐν τῇ καρδίᾳ αὐτῆς
52 καὶ Ἰης προέκοπτε [..] ἡλικίᾳ καὶ σοφίᾳ
καὶ χάριτι παρὰ Θῷ καὶ παρὰ ἀνθρώποις.