Évanvile de Luc selon le codex Bezæ Cantabrigiensis, chapitre 19 KATA LOUKAN XIX Codex Bezae Cantabrigiensis

b


1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.
2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι [.] Ζακχαῖος,
[.] οὗτὸς ἦν ἀρχιτελώνης [..] πλούσιος.
3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰην τίς ἐστιν,
καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου
ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4 καὶ προλαβὼν [..]
ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν
ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνῃ ἤμελλεν
διέρχεσθαι. 5 καὶ ἐγένετο ἐν τῷ
διέρχεσθαι αὐτὸν, εἶδεν  καὶ
  εἶπεν αὐτῷ,
Ζακχαῖε, σπεῦσον κατάβηθι, ὅτι σήμερον
[.]ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο
αὐτὸν χαίρων. 7 καὶ ἰδόντες πάντες
διεγόγγυζον [.] ὅτι Παρὰ ἁμαρτωλῷ
ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. 8 σταθεὶς δὲ
Ζακχαῖος εἶπεν πρὸς τὸν Κν, Ἰδοὺ
τὰ ἡμίση  τῶν ὑπαρχόντων μοι, Κε,
τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι
ἐσυκοφάντησα ἀποδίδωμι
τετραπλοῦν. 9 εἶπεν δὲ ὁ Ἰης πρὸς αὐτὸν
[..] ὅτι σήμερον Σωτηρία ἐν τῷ οἴκῳ
τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς
υἱὸς Ἀβραάμ ἐστιν: 10 ἦλθεν γὰρ ὁ υἱὸς
τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι
τὸ ἀπολωλός. 11 Ἀκουόντων δὲ αὐτῶν
ταῦτα προσθεὶς εἶπεν παραβολὴν
διὰ τὸ  εἶναι  αὐτὸν ἐγγὺς Ἰερουσαλὴμ
καὶ δοκεῖν [.] ὅτι  μέλλει παραχρῆμα
ἡ βασιλεία τοῦ Θῦ ἀναφαίνεσθαι.
12 εἶπεν δὲ, Ἄνθρωπός τις εὐγενὴς
ἐπορεύετο εἰς χώραν μακρὰν λαβεῖν [.]
βασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ

δέκα δούλους αὐτοῦ ἔδωκεν αὐτοῖς
δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς,
Πραγματεύεσθαι ἐν ᾧ ἔρχομαι. 14 οἱ δὲ
πολῖται [.] ἐμίσουν αὐτόν, καὶ ἐνέπεμψαν
πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες,
Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς.
15 Καὶ ἐγένετο [.] ἐπανελθεῖν αὐτὸν λαβόντα
τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι
αὐτοῦ τοὺς δούλους [.] οἷς δεδώκει τὸ
ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.
16 παρεγένετο δὲ ὁ πρῶτος λέγων, Κε,
ἡ μνᾶ σου δέκα μνᾶς προσηργάσατο. 
17 ὁ δὲ εἶπεν αὐτῷ, Εὖγε, ἀγαθὲ δοῦλε,
ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι
ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
18 καὶ ὁ ἕτερος ἐλθὼν εἶπεν Κε , ἡ μνᾶ σου
πέντε ἐποίησεν  μνᾶς. 19  εἶπεν δὲ
καὶ τούτῳ γίνου, Καὶ σὺ ἐπάνω  πέντε
πόλεων. 20 καὶ ὁ ἕτερος ἦλθεν λέγων,
 Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην
ἐν σουδαρίῳ: 21 ὅτι ἐφοβήθην  σε,
ἄνθρωπος γὰρ εἶ αὐστηρὸς , αἴρεις
ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.
22 
ὁ δὲ εἶπεν αὐτῷ, Ἐκ τοῦ στόματός σου
κρίνω σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι
ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρω
ὃ οὐκ ἔθηκα καὶ θερίζω ὃ οὐκ ἔσπειρα;
23 [.] διὰ τί οὖν οὐκ ἔδωκάς  τὸ ἀργύριον μου
ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν
ἔπραξα αὐτὸ . 24 εἶπεν δὲ τοῖς παρεστῶσιν ,
Ἄρατε ἀπ' αὐτοῦ [..] καὶ ἀπενένκατε τῷ τὰς
δέκα μνᾶς ἔχοντι [ 25 ] 26 λέγω γὰρ ὑμῖν
ὅτι παντὶ τῷ ἔχοντι προστιθέται,

ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει
ἀρθήσεται ἀπ' αὐτοῦ . 27 πλὴν ἐκείνους
τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θέλοντάς με
βασιλεύειν ἐπ' αὐτοὺς ἀγάγατε ὧδε
καὶ κατασφάξατε [.] ἔμπροσθέν μου.
καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε
εἰς τὸ σκότος τὸ ἐξώτερον: ἐκεῖ ἔσται
ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 
28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο [.] ἀναβαίνων
δὲ εἰς Ἱερουσαλήμ. 29 Καὶ ἐγένετο ὡς ἤγγισεν
εἰς Βηθφαγὴ καὶ Βηθανία πρὸς τὸ ὄρος
τ
ῶν  Ἐλαιῶν καλούμενον,
ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ
30 λέγων, Ὑπάγετε εἰς τὴν κατέναντι
κώμην, καὶεἰσπορευόμενοι εὑρήσετε πῶλον [.],
ἐφ' ὃν οὐδεὶς [.] ἀνθρώπων ἐκάθισεν,
καὶ λύσαντες αὐτὸν ἀγάγατε.
31 καὶ ἂν τις ὑμᾶς ἐρωτᾷ, [...]
οὕτως ἐρεῖτε ὅτι Ὁ  Κς, αὐτοῦ
χρείαν ἔχει.32 καὶ ἀπελθόντες ἀπεκρίθησαν [33...]
34 ὅτι Ὁ Κς, αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἀγάγοντες
τὸν πῶλον
[....] ἐπέριψαν  τὰ ἱμάτια αὐτῶν
ἐπ᾿ αὐτὸν  καὶ ἐπεβίβασαν τὸν Ἰην.
36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον
τὰ ἱμάτια αὐτῶν [...]. 37 Ἐγγίζόντων δὲ αὐτῶν
[.] πρὸς τὴν κατάβασιν τοῦ Ὄρους τῶν Ἐλαιῶν
ἤρξατο πᾶν τὸ πλῆθος τῶν μαθητῶν
χαίροντες αἰνεῖν τὸν Θν [..] περὶ παντῶν
ὧν εἶδον γεινομένων, 38 λέγοντες,
Εὐλογημένος ὁ ἐρχόμενος  ἐν ὀνόματι Κῦ
εὐλογημένος  ὁ βασιλεύςεἰρήνη
ἐν οὐρανῷ  καὶ δόξα ἐν ὑψίστοις.
39 τινες δὲ τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου
εἶπαν πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον
τοῖς μαθηταῖς σου. 40  ἀποκριθεὶς δὲ
λέγει αὐτοῖς, Λέγω ὑμῖν, ὅτι ἐὰν οὗτοι

σειγήσουσιν, οἱ λίθοι κράξονται.
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν
ἔκλαυσεν ἐπ' αὐτήν, 42 λέγων ὅτι
Εἰ ἔγνως καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ 
τὰ πρὸς εἰρήνην σοι
νῦν δὲ ἐκρύβη ἀπὸ
ὀφθαλμῶν σου. 43 ὅτι ἥξουσιν ἡμέραι
[..] καὶ βαλοῦσιν ἐπὶ σὲ οἱ ἐχθροί σου χάρακά
[..] καὶ περικυκλῶσιν σε καὶ
συνέξουσίν σε πάντοθεν,
44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου [..],
καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον
ἐν ὅλῆ σοί, ἀνθ' ὧν οὐκ ἔγνως
εἰς  καιρὸν [.] ἐπισκοπῆς σου.
45 Ἐλθὼν δὲ εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν
τοὺς πωλοῦντας ἐν αὐτῷ,  καὶ [.] ἀγοράζοντας,
καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν
ἐξέχεεν καὶ τὰς καθέδρας τῶν πωλούντων
τὰς περιστερὰς
[.], 46 λέγων αὐτοῖς, Γέγραπται,
ὅτι   ὁ οἶκός μου οἶκος προσευχῆς ἔστιν,
ὑμεῖς δὲ  ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν.
47 Καὶ ἦν διδάσκων τὸ καθ' ἡμέραν
ἐν τῷ ἱερῷ. οἱ δὲ ἀρχιερεῖς
καὶ οἱ γραμματεῖς καὶ οἱ πρῶτοι
τοῦ λαοῦ ἐζήτουν αὐτὸν ἀπολέσαι  :
48 καὶ οὐχ ηὕρισκον τὸ τί ποιήσωσιν αὐτῷ,
ὁ 
γὰρ λαὸς  ἅπας ἐκρέματο ἀκούειν αὐτοῦ