KATA LOUKAN XVIII Codex Bezae Cantabrigiensis

b


1  Ἔλεγεν δὲ καἰ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν
πάντοτε προσεύχεσθαι [.] καὶ μὴ ἐγκακεῖν,
2 [.] Κριτής τις ἦν ἔν τῇ πόλει, τὸν Θν μὴ
φοβούμενος καὶ ἄνθρωπον μὴ
ἐντρεπόμενος. 3 χήρα δὲ ἦν ἐν τῇ
πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα,
Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
4 καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον τινά,
μετὰ δὲ ταῦτα ἦλθεν εἰς ἑαυτὸν
καὶ λέγει , Εἰ [.] τὸν Θν οὐ φοβοῦμαι
καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι,
5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν
ταύτην ἀπελθὼν ἐκδικήσω αὐτήν,
ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
6 Εἶπεν δὲ ὁ Κς, Ἀκούσατε τί ὁ κριτὴς τῆς
ἀδικίας λέγει: 7 ὁ δὲ Θς οὐ μὴ ποιήσῃ
τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ
[.] βοώντων αὐτῶν νυκτός καὶ
ἡμέρας  , καὶ μακροθυμεῖ ἐν αὐτοῖς;

8 λέγω ὑμῖν [.]: ποιήσει τὴν ἐκδίκησιν αὐτῶν
ἐν τάχει. πλὴν ἆρα ὁ υἱὸς τοῦ ἀνθρώπου
ἐλθὼν εὑρήσει [.] πίστιν ἐπὶ τῆς γῆς;
9 Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας
ἐφ' ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ
ἐξουθενοῦντας τοὺς λοιποὺς ἀνθρώπους [...]:
10 δύο ἄνθρωποι ἀνέβησαν εἰς τὸ ἱερὸν
προσεύξασθαι, [.] εἷς Φαρισαῖος καὶ εἷς
τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς καθ᾿ ἑαυτὸν
ταῦτα προσηύχετο, Ὁ Θς, εὐχαριστῶ σοι
ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων,
ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος
ὁ τελώνης: 12 νηστεύω δὶς τοῦ σαββάτου,
ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
13 καἰ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν
οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανόν ἐπᾶραι,
ἀλλ' ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων,
Ὁ Θς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος
[...]μᾶλλον παρ' ἐκεῖνον τὸν φαρισαῖον:
ὅτι πᾶς ὁ ὑψῶν αὐτὸν ταπεινωθήσεται,
ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
15 Προσέφερον δὲ αὐτῷ παιδία ἵνα αὐτῶν
ἅπτηται: ἰδόντες δὲ οἱ μαθηταὶ
ἐπετίμων αὐτοῖς. 16 ὁ δὲ Ἰης
προσεκαλεῖτο
αὐτὰ λέγων, Ἄφετε
τὰ παιδία ἔρχεσθαι πρός με
καὶ μὴ κωλύσητε αὐτά, τῶν γὰρ
τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
17 ἀμὴν γὰρ λέγω ὑμῖν, ὃς ἂν μὴ
δέξηται τὴν βασιλείαν τοῦ Θῦ ὡς
παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων [.],

Διδάσκαλε ἀγαθέ, τί ποιήσας
ζωὴν αἰώνιον κληρονομήσω;
19 δὲ εἶπεν αὐτῷ , Τί με λέγεις ἀγαθόν;
οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θς.
20 τὰς ἐντολὰς οἶδας ὁ δὲ εἶπεν, ποίας;
εἶπεν δὲ ὁ τὸ, οὐ μοιχεύσεις,
οὐ φονεύσειςοὐ κλέψεις,
οὐ ψευδομαρτυρήσεις, Τίμα τὸν
πατέρα σου καὶ τὴν μητέρα. 21 ὁ δὲ εἶπεν,
Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητος.
22 ἀκούσας δὲ ὁ Ἰης εἶπεν αὐτῷ, Ἔτι ἕν σοι
λείπει: πάντα ὅσα ἔχεις πώλησον
καὶ δὸς τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν
ἐν τοῖς οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη,
ἦν γὰρ πλούσιος σφόδρα. 24Ἰδὼν δὲ αὐτὸν,
περίλυπον γενόμενον, εἶπεν ὁ Ἰης,
Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες
εἰς τὴν βασιλείαν τοῦ Θῦ εἰσελεύσονται:
25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον
διὰ τρήματος βελόνης διελθεῖν
ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν
τοῦ θεοῦ . 26 εἶπαν δὲ οἱ ἀκούοντες, καὶ τίς
δύναται σωθῆναι; 27 ὁ δὲ εἶπεν, Τὰ ἀδύνατα
παρὰ ἀνθρώποις δυνατὰ παρὰ [.] Θῷ ἐστιν.
28 Εἶπεν δὲ ὁ Πέτρος, Ἰδοὺ ἡμεῖς τὰ ἴδια
ἀφέντες ἠκολουθήσαμέν σοι.
29 ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν [.]
οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίας
 ἢ γονεῖς  ἢ ἀδελφοὺς ἢ ἀδελφὰς
ἢ γυναῖκα ἢ τέκνα ἐν τῷ καιρῷ τουτῷ
ἕνεκεν τῆς βασιλείας τοῦ Θῦ,
30 ἐὰν μὴ λάβῃ ἑπτα-πλασίονα ἐν τῷ

καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι
τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν [.] αὐτοῖς,
Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ,
καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα
διὰ τῶν προφητῶν περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου:
32 ὅτι παραδοθήσεται [.] τοῖς ἔθνεσιν καὶ
ἐμπαιχθήσεται [..]καὶ ἐμπτυσθήσεται,
33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν
αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ
ἀναστήσεται. 34 αὐτοὶ δὲ τούτων οὐδὲν 
συνῆκαν, ἀλλ᾿ ἦν τὸ ῥῆμα [.] κεκρυμμένον
ἀπ' αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ
λεγόμενα. 35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν
αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις
ἐπαιτῶν ἐκάθητο παρὰ τὴν ὁδὸν
36 ἀκούσας δὲ ὄχλου παραπορευομένου
ἐπυνθάνετο τί ἂν εἴη τοῦτο:
37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰης ὁ Ναζαρηνὸς
παρέρχεται. 38 ὁ δὲ ἐβόησεν λέγων,
Ἰηῦ, υἱὲ Δαυίδ, ἐλέησόν με. 39 οἱ δὲ
προάγοντες ἐπετίμων αὐτῷ ἵνα
σιγήσῃ: αὐτὸς δὲ [.] μᾶλλον ἔκραζεν,
Υἱὸς Δαυίδ, ἐλέησόν με. 40 σταθεὶς δὲ [.] Ἰης
ἐκέλευσεν αὐτὸν ἀχθῆναι [..].
ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν
αὐτόν, 41 Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν,
Κε, ἵνα ἀναβλέψω. 42 καὶ ἀποκριθεὶς [..]
εἶπεν αὐτῷ, Ἀνάβλεψον: ἡ πίστις σου
σέσωκέν σε. 43 καὶ παραχρῆμα
ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ
δοξάζων τὸν Θν. καὶ πᾶς ὁ λαὸς
ἰδὼν ἔδωκεν δόξαν τῷ θεῷ..