KATA LOUKAN XVII Codex Bezae Cantabrigiensis




1Εἶπεν δὲ πρὸς τοὺς
μαθητὰς αὐτοῦ, Ἀνένδεκτόν ἐστιν
τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ
δι' οὗ ἔρχεται: 2 συνφέρει δὲ αὐτῷ
εἰ λίθος μυλικὸς περιέκειτο περὶ τὸν τράχηλον
αὐτοῦ καὶ ἔρ[ρ]ιπτο εἰς τὴν θάλασσαν
ἢ ἵνα σκανδαλίσῃἕνα τῶν μικρῶν τούτων.
3 προσέχετε ἑαυτοῖς
·
ἐὰν ἁμαρτήσῃ εἰς σὲ
ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ,
καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ:
4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ
εἰς σὲ καὶ τὸ ἑπτάκις ἐπιστρέψῃ
πρὸς σὲ λέγων, Μετανοήσω, ἄφης αὐτῷ.
5 Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ, Πρόσθες
ἡμῖν πίστιν. 6 δὲεἶπεν αὐτοῖς, Εἰ εἴχετε πίστιν
ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν
τῷ ὄρει τούτῳ, Μετάβα ἐντεῦθεν
ἐκεῖ, καὶ μετέβαινεν καὶ τῇ
συκαμείνῳ [.], Μεταφυτεύθητι εἰς τὴν
θάλασσαν: καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7 Τίς δὲἔχων [.] ὑμῶν δοῦλον ἀροτριῶντα
ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι
ἐκ τοῦ ἀγροῦμὴ ἐρεῖ αὐτῷ, Εὐθέως

παρελθὼν ἀνάπεσε 8 ἀλλὰ [.] ἐρεῖ αὐτῷ,
Ἑτοίμασον τί δειπνήσω, καὶ
περιζωσάμενος διακόνει μοι
ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα
φάγεσαι σύ καὶ πίεσαι; 9 μὴ ἔχει χάριν
τῷ δούλῳ ὅτι ἐποίησεν τὰ
διαταχθέντα αὐτῷ; οὐ δοκῶ 10 οὕτως καὶ ὑμεῖς,
ὅταν ποιήσητε ὅσα λέγω, λέγετε
ὅτι Δοῦλοιἐσμεν ἀχρεῖοί
ὃ ὠφείλομεν
ποιῆσαι πεποιήκαμεν.
11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι
εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο
[.] μέσον Σαμαρείας καὶ Γαλιλαίας.
12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα
κώμην ὅπου ἦσαν δέκα ἄνδρες
λεπροὶ
, καὶ ἔστησαν πόρρωθεν,
13 καὶ [.] ἔκραξαν φωνῇ μεγάλῃ [.]Ἰηῦ
ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 καὶ ἰδὼν
αὐτοὺς εἶπεν αὐτοῖς, Τεθεραπεύεσθε
Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς
τοῖς ἱερεῦσιν. ἐγένετο δὲ ἐν τῷ
ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἐκαθαρίσθη,
ὑπέστρεψεν μετὰ μεγάλης φωνῆς
δοξάζων τὸν Θν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον
πρὸς τοὺς πόδας αὐτοῦ [..]: [.] ἦν δὲ Σαμαρίτης.
17 ἀποκριθεὶς δὲ ὁ Ἰης εἶπεν αὐτοῖς, [.] Οὗτοι
δέκα ἐκαθαρίσθησαν, οἱ [.] ἐννέα ποῦ;
18 ἐξ αὐτῶν οὐδεὶς εὑρέθη ὑποστρέψων
ὃς
δώσει δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
19 καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου: ἡ πίστις σου
σέσωκέν σε. 20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν
Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θῦ

ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται
ἡ βασιλεία τοῦ Θῦ μετὰ παρατηρήσεως,
21 οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε: ἤ, Ἰδοὺ Ἐκεῖ:
μὴ πιστεύσητε, ἰδοὺ γὰρ ἡ βασιλεία
τοῦ Θῦ ἐντὸς ὑμῶν ἐστιν.
22 Εἶπεν οὖν πρὸς τοὺς μαθητάς, Ἐλεύσονται
ἡμέραι τοῦ ἐπιθυμῆσαι ὑμᾶς
μίαν τῶν ἡμερῶν τούτων τοῦ υἱοῦ
τοῦ ἀνθρώπου [.] καὶ οὐκ ὄψεσθε.
23 καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ ὧδε Ἰδοὺ ἐκεῖ:
μὴ ἀπέλθητε μηδὲ διώξητε.
24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα
ἐκ τῆς ὑπὸ τὸν οὐρανὸνἀστράπτει
[...] οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου.
25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν
καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς
γενεᾶς ταύτης. 26 καὶ καθὼς ἐγένετο
ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται
καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου:
27 ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο,
ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,
καὶ ἐγένετο [.] κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας.
28 ὁμοίως καὶὡς ἐγένετο
ἐν ταῖς ἡμέραις Λώτ: ἤσθιον, ἔπινον,
ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν:
29 ἧ [.] ἡμέρᾳ ἐξῆλθεν Λὼτ
ἀπὸ Σοδόμων, ἔβρεξεν θεῖονκαὶ πῦρ
ἀπ' οὐρανοῦ καὶ ἀπώλεσεν πάντας.
30 κατὰ τὰ αὐτὰ ἔσται ἐν τῇ ἡμέρᾳ
τοῦ υἱο τοῦ ἀνθρώπου ἀποκαλύφθη
31 [.] ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ
δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ,
μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν τῷ ἀγρῷ

ὁμοίως μὴ ἐπιστραφήτω εἰς τὰ ὀπίσω.
32 μνημονεύετε τῆς γυναικὸς Λώθ.
33 ὃς ἂν θελήσῃ ζωογονῆσαι τὴν ψυχὴν αὐτοῦ
ἀπολέσει αὐτήν, καὶ ὃς ἂν ἀπολέσῃ
ζῳογονήσει αὐτήν. 34 λέγω ὑμῖν, ταύτῃ
τῇ νυκτὶ ἔσονται ἐπὶ κλίνης μιᾶς δύο,
[.]εἷς παραλαμβάνεται καὶ ὁ ἕτερος ἀφίεται:
35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό,
ἡ μία παραλημφθήσεται καὶ ἡ ἑτέρα
ἀφεθήσεται. 36 δύο ἐν ἀγρῷ εἷς παραληφθήσεται
καὶ ὁ ἕτερος
ἀφεθήσεται
37 καὶ ἀποκριθέντες λέγουσιν [.], Ποῦ, Κε;
ὁ δὲ εἶπεν αὐτοῖς, Ὃπου τὸ σῶμα,
ἐκεῖ [.]—συναχθήσονται [.] οἱ ἀετοὶ.