KATA LOUKAN XVI Codex Bezae Cantabrigiensis

b


1 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς
μαθητάς, Ἄνθρωπός τις ἦν πλούσιος
ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος
διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ
ὑπάρχοντα αὐτοῦ. 2 καὶ φωνήσας [.]
εἶπεν αὐτῷ, Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος
τὸν λόγον τῆς οἰκονομίας [.], οὐ γὰρ δύνῃ
ἔτι οἰκονομεῖν. 3 εἶπεν δὲ ἐν ἑαυτῷ
ὁ οἰκονόμος, Τί ποιήσω, ὅτι ὁ Κς μου
ἀφαιρεῖται τὴν οἰκονομίαν [.] μου; σκάπτειν
οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι. 4 ἔγνοιν
τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ἐκ τῆς
οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν.
5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον
τῶν χρεοφειλετῶν τοῦ κυρίου αὐτοῦ
ἔλεγεν τῷ πρώτῳ, Πόσον ὀφείλεις
τῷ κυρίῳ μου; 6 ὁ δὲ εἶπεν, Ἑκατὸν
κάδους
ἐλαίου. [.] εἶπεν δὲ αὐτῷ, Δέξαι σου
τὰ γράμματα καὶ [..] γράψον πεντήκοντα.
7 ἔπειτα τῷ ἑτέρῳ εἶπεν, [......] Ἑκατὸν κόρους 
σίτου. Ὁ δὲ λέγει αὐτῷ, Δέξαι σου τὰ
γράμματα καὶ γράψον ὀγδοήκοντα.
8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον
τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν:

διὸ λέγω ὑμῖν υἱοὶ τοῦ αἰῶνος
τούτου φρονιμώτεροι ὑπὲρ τοὺς
υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.
9 Κἀγὼ λέγω ὑμῖν , ποιήσατε ἑαυτοῖς
φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ
ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς
εἰς τὰς αἰωνίους σκηνάς.
10 ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός
ἐστιν, καὶ ὁ ἐν ὀλίγῳ ἄδικος καὶ
ἐν πολλῷ ἄδικός γείνεται. 11 εἰ οὖν
ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε,
τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε,
τὸ ὑμέτερον τίς  δώσει ὑμῖν;
13 Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις
δουλεύειν: ἢ γὰρ τὸν ἕνα μισήσει
καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται
καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε
Θῷ δουλεύειν καὶ μαμωνᾷ. 14 Ἤκουον
δὲ ταῦτα [.] οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες,
καὶ ἐξεμυκτήριζον αὐτόν. 15 καὶ εἶπεν αὐτοῖς,
Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον
τῶν ἀνθρώπων, ὁ δὲ Θς γινώσκει
τὰς καρδίας ὑμῶν: ὅτι τὸ ἐν ἀνθρώποις
ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θῦ. 16 Ὁ νόμος
καὶ οἱ προφῆται ἕως Ἰωάνου ἐπροφήτευσαν
ἀπὸ [τό]τε ἡ βασιλεία τοῦ Θῦ εὐαγγελίζεται
καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17 Εὐκοπώτερον δέ
ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν
ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ
καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ ὁ
ἀπολελυμένην [..] γαμῶν μοιχεύει.

19 Εἶπεν  δὲ καὶ ἐτέραν παραβολήν
Ἄνθρωπος [.] τις ἦν πλούσιος, καὶ
ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον
καὶ εὐφραινόμενος καθ' ἡμέραν
λαμπρῶς. 20 πτωχὸς δέ τις ὀνόματι
Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα
αὐτοῦ εἱλκωμένος 21 καὶ ἐπιθυμῶν
χορτασθῆναι ἀπὸ τῶν ψιχὼν τῶν πιπτόντων
ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου: ἀλλὰ καὶ οἱ κύνες
ἐρχόμενοι ἔλειχον τὰ ἕλκη αὐτοῦ.
22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ
ἀπενεχθῆναι αὐτὸν  εἰς τὸν κόλπον Ἀβραὰμ
ὑπὸ τῶν ἀγγέλων
: ἀπέθανεν δὲ
καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ
ἅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ,
ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ
ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τῷ κόλπῷ αὐτοῦ
ἀναπαυόμενον. 24 καὶ αὐτὸς ἐνφωνήσας εἶπεν,
Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον
ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ
ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου,
ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
25 εἶπεν δὲ Ἀβραάμ, Τέκνον, μνήσθητι ὅτι
ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ
ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά:
νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ
ὀδυνᾶσαι. 26 καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν
καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως
οἱ θέλοντες διαβῆναι [.] πρὸς ὑμᾶς μὴ δύνωνται,
μητὲ ἐκεῖθεν ὧδε [..] διαπεράσαι. 27 εἶπεν δέ,
Ἐρωτῶ σε οὖν, πάτερ Ἀβραάμ ἵνα πέμψῃς αὐτὸν
εἰς τὸν οἶκον τοῦ πατρός μου, 28 ἔχω γὰρ πέντε
ἀδελφούς, ὅπως διαμαρτύρηται

αὐτοῖς, [.] μὴ καὶ αὐτοὶ ἔλθωσιν
εἰς τοῦτον τὸν τόπον  τῆς βασάνου.
29 
Εἶπεν   δὲ αὐτῷ Ἀβραάμ, Ἔχουσι Μωϋσέα
καὶ τοὺς προφήτας: ἀκουσάτωσαν αὐτῶν.
30 ὁ δὲ εἶπεν, Οὐχί, πατρ Ἀβραάμ, ἀλλὰ ἐάν τις
ἐκ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς
μετανοήσουσιν. 31εἶπεν δὲ αὐτῷ,
Εἰ Μωϋσέως καὶ τῶν προφητῶν
οὐκ ἀκούουσιν, οὐδὲ ἄν τις ἐκ νεκρῶν
ἀναστῇ καὶ ἀπελθῇ πρὸς  αὐτοὺς
πιστεύσουσιν
.