KATA LOUKAN XV Codex Bezae Cantabrigiensis

b


1 - Ἦσαν δὲ
ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι
καὶ [.] ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
2 καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι
καὶ οἱ γραμματεῖς λέγοντες
ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέ[χε]ται
καὶ συνεσθίει αὐτοῖς. 3 εἶπεν δὲ
πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην [.]
4 Τίς ἄνθρωπος ἐξ ὑμῶν ὃς ξει
ἑκατὸν πρόβατα καὶ ἀπολέση
ἐξ αὐτῶν ἓν οὐκ ἀφίησι τὰ
ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ
καὶ ἀπελθὼν τὸ ἀπολωλὸς ζητεῖ
ἕως εὕρῃ αὐτό; 5 καὶ εὑρὼν ἐπιτίθησιν
ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων,
6 ἐλθὼν δὲ εἰς [.] οἶκον συγκαλεῖται
τοὺς φίλους καὶ τοὺς γείτονας
λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι
εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
7 λέγω δὲ ὑμῖν ὅτι οὕτως χαρὰ ἔσται
ἐν τῷ οὐρανῷ  ἐπὶ ἑνὶ ἁμαρτωλῷ
μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα
ἐννέα δικαίοις οἵτινες οὐκ  ἔχουσιν
χρείαν μετανοίας. 8Ἢ τίς γυνὴ
ἔχουσα δραχμὰς  δέκα, καὶ ἀπολέσασα [.]

μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ
τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς
ἕως [.] εὕρῃ; 9 καὶ εὑροῦσα συγκαλεῖται
τὰς γείτονας καὶ φίλας λέγουσα,
Συγχάρητέ μοι, ὅτι εὗρον  
ἣν ἀπώλεσα
δραχμὴν.
10 οὕτως, λέγω ὑμῖν,  χαρὰ ἔσται ἐνώπιον
τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ
ἁμαρτωλῷ μετανοοῦντι.
11 Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς.
12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί,
Πάτερ, δός μοι τὸ ἐπιβάλλον μοι μέρος
τῆς οὐσίας καὶ  διεῖλεν αὐτοῖς
τὸν βίον. 13 καὶ  οὐ μετὰ πολλὰς ἡμέρας
συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς
ἀπεδήμησεν εἰς χώραν μακράν,
κάκεῖ διεσκόρπισεν ἐαυτοῦ τὸν βίον,
ζῶν ἀσώτως 14 δαπανήσαντος δὲ
αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ
κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς
ἤρξατο ὑστερεῖσθαι. 15 καὶ πορευθεὶς
ἐκολλήθη ἑνὶ τῶν πολιτῶν
τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν
αὐτὸν εἰς τοὺς ἀγροὺς [.] βόσκειν χοίρους:
16 καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν
κερατίων ὧν ἤσθιον οἱ χοῖροι,
καὶ οὐδεὶς ἐδίδου [αὐ]τῷ. 17 εἰς ἑαυτὸν
ἐλθὼν εἶπεν, Πόσοι μίσθιοι
τοῦ πατρός μου περισσεύουσιν ἄρτων,
ἐγὼ δὲ ὧδε λιμῷ ἀπόλλυμαι.
18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου
καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν
οὐρανὸν καὶ ἐνώπιόν σου, 19 οὐκέτι
εἰμὶ ἄξιος κληθῆναι  σου υἱός ποίησόν

με ὡς ἕνα τῶν μισθίων σου.
20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα αὐτοῦ.
ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος
εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη
καὶ δραμὼν ἐνέπεσεν ἐπὶ τὸν
τράχηλον αὐτοῦ [.] κατεφίλησεν αὐτόν.
21   ὁ δὲ υἱὸς εἶπεν αὐτῷ, Πάτερ, ἥμαρτον
εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,
οὐκέτι εἰμὶ ἄξιος κληθῆναι σου υἱός.
ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 
22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους
αὐτοῦ, Ταχέως ἐξενέγκατε στολὴν
τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν,
καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ
καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ,
23 καὶ ἐνέγκατε  τὸν σιτευτόν μόσχον ,
καὶ θύσατε καὶ φάγωμεν
καὶ εὐφρανθῶμεν, 24 ὅτι οὗτος ὁ υἱός μου
νεκρὸς ἦν καὶ ἀνέζησεν, [.] ἀπολωλὼς
καὶ ἄρτι εὑρέθη. καὶ ἤρξαντο
εὐφραίνεσθαι. 25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ
ὁ πρεσβύτερος ἐν ἀγρῷ: ἐλθὼν δὲ
καὶ ἐγγίσας τῇ οἰκίᾳ, ἤκουσεν
συμφωνίας καὶ χορῶν, 26 καὶ
προσκαλεσάμενος ἕνα τῶν παίδων
ἐπυνθάνετο τί θέλει τοῦτο εἶναι.
27 ὁ δὲ εἶπεν [.] ὅτι Ὁ ἀδελφός σου ἥκει,
καὶ ἔθυσεν ὁ πατήρ σου τὸν σιτευτόν μόσχον
αὐτῶ
, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν.
ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν ἤρξατο αὐτόν.
29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ,
Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε

παρέβην σου ἐντολήν, καὶ [.] οὐδέποτε
ἔδωκας μοι ἔριφον ἐξ αἴγων ἵνα μετὰ τῶν
φίλων μου ἀριστήσω: 30 τῷ δὲ  υἱῷ σου
[.] τῷ καταφάγοντι πάντα  μετὰ τῶν πορνῶν
καἰ ἐλθόντι, ἔθυσας [.] τὸν σιτευτὸν μόσχον.
31 ὁ δὲ εἶπεν αὐτῷ, [.] σὺ πάντοτε μετ' ἐμοῦ εἶ,
καὶ πάντα τὰ ἐμὰ σά ἐστιν: 32εὐφρανθῆναι
δὲ ἔδει καὶ χαρῆναι , ὅτι ὁ ἀδελφός σου οὗτος
νεκρὸς ἦν καὶ ἀνέζησεν, [.] ἀπολωλὼς
καὶ εὑρέθη.