KATA LOUKAN XIV Codex Bezae Cantabrigiensis

b


1 Καὶ ἐγένετο ἐν τῷ
ϵἰσελθεῖν αὐτὸν εἰς οἶκόν τινος
τῶν ἀρχόντων τῶν Φαρισαίων
σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν
παρατηρούμενοι αὐτόν. 2 καὶ ἰδοὺ ἄνθρωπός [.]
ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς
νομικοὺς καὶ Φαρισαίους [.], Ἔξεστιν τῷ
σαββάτῳ θεραπεῦσαι ἢ οὔ; 4 οἱ δὲ ἡσύχασαν.
καὶ ἐπιλαβόμενος αὐτὸν καὶ  ἰασμενος
ἀπέλυσεν. 5 καὶ [.] εἶπεν πρὸς αὐτοὺς,
Τίνος ξ ὑμῶν πρόβατον ἢ βοῦς
εἰς φρέαρ ἐμπεσεῖται, τῇ ἡμέρᾳ τοῦ σαββάτου
καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν;
οἱ δὲ οὐκ [.]ἀπεκρίθησαν πρὸς ταῦτα.
7 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς κεκλημένους
παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας
ἐξελέγοντο, λέγων πρὸς αὐτούς,
8 Οταν κληθῇς [..]εἰς γάμον, μὴ κατακλιθῇς
εἰς τὴν πρωτοκλισίαν, μήποτε
ἐντιμότερός σου ἥξει [..], 9 καὶ ἐλθὼν
ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι, Δὸς
τούτῳ τόπον, καὶ τότε ἔσῃ μετὰ
αἰσχύνης [.] ἔσχατον τόπον κατέχειν.
10 ἀλλ' ὅταν κληθῇς [.] εἰς τὸν ἔσχατον τόπον
ἀνάπειπτε, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε
ἐἴπῇ σοι, Φίλε, προσανάβηθι ἀνώτερον:
κα τότε ἔσται σοι δόξα ἐνώπιον [.] τῶν
συνανακειμένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν
ἑαυτὸν ταπεινοῦται καὶ ὁ ταπεινῶν

ἑαυτὸν ὑψοῦται. 12Ἔλεγεν δὲ καὶ τῷ
κεκληκότι αὐτόν, Οταν ποιῇς ἄριστον
ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους [.]
μηδὲ τοὺς ἀδελφούς σου μηδὲ [..]
τοὺς γείτονας μηδὲ τοὺς πλουσίους,
μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε
καὶ γένηται ἀνταπόδομά σοι.
13 ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει
πτωχούς, ἀναπείρους, χωλούς,
τυφλούς: 14 καὶ μακάριος ἔσῃ, ὅτι
οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι,
ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ
ἀναστάσει τῶν δικαίων.
15 Ἀκούσας δέ τις ταῦτα τῶν συνανακειμένων
εἶπεν αὐτῷ, Μακάριος ὃς φάγεται ἄρτον
ἐν τῇ βασιλείᾳ τοῦ Θῦ. 16 οὗ δὲ εἶπεν [.],
Ἄνθρωπός τις ἐποίησεν δεῖπνον μέγαν,
καὶ ἐκάλεσεν πολλούς, 17καὶ ἀπέστειλεν
τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου
εἰπεῖν τοῖς κεκλημένοις, Ἔρχεσθαι,
ὅτι ἤδη πάντα ἕτοιμά ἐστιν. 18 καὶ ἤρξαντο
ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι.
ὁ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα καὶ
ἀνάγκην ἔχω ἐξελθὼν ἰδεῖν αὐτόν:
ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
19 καὶ ἕτερος εἶπεν, Ζεύγη βοῶν ἠγόρασα
πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά:
διὸ οὐ δύναμαι ἐλθεῖν. 20 καὶ ἄλλος εἶπεν,
Γυναῖκα ἔλαβον διὸ [.] οὐ δύναμαι ἐλθεῖν.
21 καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν
τῷ κυρίῳ αὐτοῦ πάντα ταῦτα. καὶ ὀργισθεὶς
ὁ οἰκοδεσπότης  τῷ δούλῳ αὐτοῦ εἶπεν,
Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας

τῆς πόλεως, καὶ [.] πτωχοὺς καὶ ἀναπείρους
καὶ τυφλοὺς καὶ χωλοὺς ἐνέγκε ὧδε.
22 καὶ  ὁ δοῦλος εἶπεν, [.] γέγον ὃ ἐπέταξας,
καὶ ἔτι τόπος ἐστίν. 23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν
δοῦλον αὐτοῦ, Ἔξελθε εἰς τὰς ὁδοὺς
καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν,
ἵνα γεμισθῇ μου ὁ οἶκος: 24 λέγω γὰρ ὑμῖν
ὅτι οὐδεὶς τῶν ἀνθρώπων [.] τῶν
κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι [.]
καὶ στραφεὶς εἶπεν * αὐτοῖς, 26 Εἴ τις ἔρχεται
πρός με καὶ οὐ [μ]εισεῖ τὸν πατέρα αὐτοῦ
καὶ τὴν μητέρα αὐτοῦ καὶ τὴν γυναῖκα
καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς
καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ
ψυχὴν , οὐ δύναται μου  μαθητής εἶναί.
27 καὶ ὅς οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ
καὶ ἔρχεται ὀπίσω μου οὐ δύναται μου
μαθητής εἶναί. 28 τίς δὲ ἐξ ὑμῶν
θέλων πύργον οἰκοδομῆσαι
οὐχὶ πρῶτον καθίσας ψηφίζει
τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;
29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον
[.] μὴ ἰσχύση οἰκοδομῆσαι καὶ πάντες
οἱ θεωροῦντες μέλλουσιν λέγειν [.]
30 Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν
καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31 ἢ τίς βασιλεὺς
πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν
εἰς πόλεμον οὐκ εὐθέως καθίσας
πρῶτον βουλεύεται εἰ δυνατός ἐστιν
ἐν δέκα χιλιάσιν τῷ μετὰ εἴκοσι
χιλιάδων ἐρχομένῳ ἐπ' αὐτόν
ὑπαντῆσαι; 32 εἰ δὲ μή γε, ἔτι αὐτοῦ πόρρω

ὄντος  ἀποστείλας πρεσβείαν
ἐρωτᾷ τὰ
πρὸς εἰρήνην. 33 οὕτως οὖν καὶ ἐξ ὑμῶν
πᾶς ὃς οὐκ ἀποτάσσεται [.] τοῖς ὑπάρχουσιν
αὐτοῦ οὐ δύναται μου μαθητής εἶναί .
34 Καλὸν [.] τὸ ἅλα: ἐὰν δὲ καὶ τὸ ἅλα μωρανθῇ,
ἐν τίνι ἀρτυθήσεται; 35 οὔτε εἰς τὴν γῆν
οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν:
ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα
ἀκούειν ἀκουέτω.