KATA LOUKAN XIΙI Codex Bezae Cantabrigiensis

b


1 - Παρῆσαν δέ τινες
[.] αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ
περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα
Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.
2 καὶ ἀποκριθεὶς ὁ Ἰης εἶπεν αὐτοῖς,
Δοκεῖτε ὅτι οὗτοι οἱ Γαλιλαῖοι παρὰ πάντας
τοὺς Γαλιλαίους ἐγένοντο ἁμαρτωλοὶ ,
ὅτι ταῦτα πεπόνθασιν; 3 οὐχί, λέγω ὑμῖν,
ἀλλὰ ἐὰν μὴ μετανοήσητε πάντες
ὁμοίως ἀπολεῖσθε. 4 ἢ ἐκεῖνοι οἱ δεκα
οκτὼ ἐφ' οὓς ἔπεσεν ὁ πύργος [.] τοῦ Σιλωὰμ

καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι [.]
ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς
ἀνθρώπους τοὺς ἐνοικοῦντας Ἰερουσαλήμ;
5 οὐχί, λέγω δὲ ὑμῖν, ὅτι  ἐὰν μὴ μετανοήσητε
πάντες ὡσαύτως ἀπολεῖσθε.
6 Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν: Συκῆν
τις εἶχεν πεφυτευμένην ἐν τῷ
ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν
καρπὸν ἀπ᾿ αὐτῆς καὶ μὴ εὑρών.
7  εἶπεν [.] πρὸς τὸν ἀμπελουργόν, Ἰδοὺ
ἔτη τρία ἀφ' οὗ ἔρχομαι ζητῶν καρπὸν
ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω.
φέρε τὴν ἀξείνην ἔκκοψον [.] αὐτήν:
ἱνατί καὶ τὴν γῆν καταργεῖ; 8 ὁ δὲ
ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν
ἔτι τοῦτον τὸν ἐνιαυτὸν, ἕως ὅτου
σκάψω περὶ αὐτὴν καὶ βάλω κόφινον
κορπρίων: 9 καὶ ἐὰν μὲν ποιήσῃ καρπὸν
 εἰ δὲ μή γε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.
10 ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν
[..] σαββτῳ. 11 καὶ ἰδοὺ γυνὴ ἐν ἀσθενεία ἦν
Πνς 
ἔτη  -ιη - , καὶ ἦν συνκά[μ]πτουσα καὶ
μὴ δυναμένη ἀνακύψαι εἰς τὸ
παντελές. 12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς [..] εἶπεν
αὐτῇ, Γύναι, ἀπολέλυσαι ἀπὸ τῆς
ἀσθενείας σου, 13 καὶ ἐπέθηκεν τὰς
χεῖρας αὐτῇ: καὶ παραχρῆμα ἀνωρθώθη,
καὶ ἐδόξαζεν τὸν Θν. 14 ἀποκριθεὶς δὲ
ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ἔλεγεν
τῷ ὄχλῳ ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν
[.]Ἰησοῦς,[.]Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι:
ἐν ταὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε
καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.

15 ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰης καὶ εἶπεν, Ὑποκριτά,
ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει
τὸν βοῦν αὐτοῦ καὶ τὸν ὄνον ἀπὸ τῆς
φάτνης καὶ ἀπαγαγὼν ποτίζει; 16 ταύτην
δὲ θυγατέρα τοῦ Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν
ὁ Σατανᾶς ἰδοὺ -ιη-,
οὐκ ἔδει λυθῆναι
ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ
σαββάτου; 1 7 καὶ [..] κατῃσχύνθησαν [.] οἱ
ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος
ἔχαιρεν ἐν πᾶσιν οἷς ἐθεώρουν 
ἐνδόξοις ὑπ' αὐτοῦ [.] γινομένοις.
18Ἔλεγεν δὲ, Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία
τοῦ Θῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
19 ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν
λαβὼν ἄνθρωπος ἔβαλεν εἰς τὸν κῆπον
αὐτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο [.] δένδρον,
καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσαν
ὐπὸ τοὺς κλάδους αὐτοῦ. 20 τίνι ὁμοία
ἐστίν
ἡ βασιλεία τοῦ Θῦ , καὶ τίνι ὁμοιώσω
αὐτήν;  21 ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα
γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία
ἕως οὗ ζυμώθη ὅλον. 22 Καὶ διεπορεύετο
κατὰ πόλεις καὶ κώμας διδάσκων
καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.
23 εἶπεν δέ τις αὐτῷ, Κε,
εἰ ὀλίγοι εἰσιν οἱ σῳζόμενοι;
ὁ δὲ ἀποκριθείς εἶπεν[..], 24 Ἀγωνίζεσθε
εἰσελθεῖν διὰ τῆς στενῆς θύρας,
ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν
εἰσελθεῖν καὶ οὐκ ἐυρήσουσιν. 25 ἀφ' ὅτου 
ἂν ὁ οἰκοδεσπότης  εἰσέλθη καὶ
ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε
ἔξω ἑστάναι καὶ κρούειν [.] λέγοντες,
Κε Κε, ἄνοιξον ἡμῖν: καὶ ἀποκριθεὶς

ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
26 τότε ἄρξησθε λέγειν, Κε ἐφάγομεν
ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς
πλατείαις ἡμῶν ἐδίδαξας:
27 καὶ ἐρεῖ, λέγω ὑμῖν, οὐδέποτε εἶδον
ὑμᾶς
 : ἀπόστητε ἀπ' ἐμοῦ, πάντες
ἐργάται ἀνομίας. 28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς
καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν
ὄψεσθε Ἀβραὰμ καὶ Ἰσκ καὶ Ἰακὼβ καὶ
πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ
τοῦ Θῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν
καὶ [.] βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται
ἐν τῇ βασιλείᾳ τοῦ Θῦ. 30 καὶ ἰδοὺ εἰσὶν
ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν
πρῶτοι οἳ ἔσονται ἔσχατοι.
31Ἐν ταὐτῃ τῇ ὥρᾳ προσῆλθάν αὐτῷ τινες
τῶν Φαρισαίων  λέγοντες , Ἔξελθε
καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης
ζήτει σε ἀποκτεῖναι. 32 καὶ εἶπεν αὐτοῖς,
Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ,
Ἰδοὺ ἐκβάλλω δαιμόνια
καὶ ἰάσεις ἀποτελοῦμαι σήμερον
καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
33 πλὴν δεῖ με σήμερον καὶ τῇ αὔριον
καὶ τῇ ἐρχομένῃ πορεύεσθαι,
ὅτι οὐκ ἐνδέχεται [.] ἀπολέσθαι πρό[σ]την
ἔξω Ἰερουσαλήμ. 34Ἰερουσαλὴμ Ἰερουσαλήμ,
ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ
λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν,
ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου
ὃν τρόπον ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς
πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 35 ἰδοὺ

ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
λέγω δὲ ὑμῖν, οὐ μὴ με ἴδητέ ἕως [.] ἤξει
ὅτε
εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυ.