KATA LOUKAN XII Codex Bezae Cantabrigiensis

b


1 Πολλῶν δὲ
ὄχλων συνπεριεχόντων κύκλω,
ὥστε ἀλλήλους συνπνίγειν ἤρξατο
λέγειν πρὸς τοὺς μαθητὰς [.] πρῶτον
προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης
 τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις
2  οὐδὲν γὰρ συγκεκαλυμμένον ἐστὶν
ὃ οὐκ φανερωθήσεται καὶ κρυπτὸν
ὃ οὐ γνωσθήσεται 3  ἀνθ' ὧν ὅσα
ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ
ἀκουσθήσεται καὶ ὃ πρὸς τὸ οὖς
ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται
ἐπὶ τῶν δωμάτων 4  λέγω δὲ ὑμῖν τοῖς φίλοις μου
μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων
τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων
ἀποκτεῖναι
μηδὲ ἐχόντων περισσόν
τι ποιῆσαι 5  ὑποδείξω δὲ ὑμῖν τίνα
φοβηθῆτε, τὸν μετὰ τὸ ἀποκτεῖναι
ἔχοντα ἐξουσίαν εἰς [.] γέενναν *_βαλεῖν·
ναί λέγω ὑμῖν τοῦτον φοβήθητε

6  οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων
δύο καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν
ἐπιλελησμένον ἐνώπιον τοῦ Θῦ
7  ἀλλὰ καὶ αἱ τρίχες  ὑμῶν πᾶσαι τῆς κεφαλῆς
ἠριθμημέναι εἰσίν μὴ οὖν φοβηθῆτε
πολλῶν γὰρ στρουθίων διαφέρετε ὑμεῖς
8  λέγω δὲ ὑμῖν ὅτι πᾶς ὃς ἂν ὁμολογήσει
ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων
καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει
ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων
τοῦ Θῦ 9  ὁ δὲ ἀρνησάμενός με
ἔμπροσθεν τῶν ἀνθρώπων ἀπαρνηθήσεται
ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θῦ
10  καὶ πᾶς ὃς ἂν ἐρεῖ λόγον εἰς τὸν υἱὸν
τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ
[.] εἰς δὲ τὸ πνεῦμα τὸ ἅγιον [.] οὐκ ἀφεθήσεται
αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ
οὔτε ἐν τῷ μέλλοντι.
11  ὅταν δὲ
φέρωσιν ὑμᾶς εἰς  τὰς συναγωγὰς
καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας
μὴ προμεριμνᾶτε πῶς [..] ἀπολογήσησθε
ἢ τί εἴπητε 12  τὸ γὰρ ἅγιον Πνα διδάξει
ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν
13  εἶπεν δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου διδάσκαλε
εἰπὸν τῷ ἀδελφῷ μου μερίσασθαι
μετ' ἐμοῦ τὴν κληρονομίαν
14  ὁ δὲ εἶπεν αὐτῷ ἄνθρωπε τίς με
κατέστησεν κριτὴν [..] ἐφ' ὑμᾶς;
15  εἶπεν δὲ πρὸς αὐτούς ὁρᾶτε καὶ
φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας
ὅτι οὐκ ἐν τῷ περισσεύειν τινί ἐστιν 
ἡ ζωὴ [.] ἐκ τῶν ὑπαρχόντων αὐτῷ
16  εἶπεν δὲ πρὸς αὐτοὺς παραβολὴν  λέγων

ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν
ἡ χώρα 17  καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων
τί ποιήσω ὅτι οὐκ ἔχω ποῦ συνάξω
τοὺς καρπούς μου 18  καὶ εἶπεν τοῦτο
ποιήσω καθελῶ μου τὰς ἀποθήκας
καὶ ποιήσω αὐτὰς μείζονας
κἀκεῖ συνάξω πάντα τὰ γενήμαθά μου
19  καὶ ἐρῶ τῇ ψυχῇ μου ψυχή ἔχεις
πολλὰ ἀγαθὰ [.....] εὐφραίνου
20  εἶπεν δὲ αὐτῷ ὁ Θς
ἄφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσιν τὴν
ψυχήν σου  ἀπὸ σοῦ ἃ οὖν  ἡτοίμασας
τίνος ἔσται; [21] .  22  εἶπεν δὲ πρὸς τοὺς μαθητάς
αὐτοῦ διὰ τοῦτο λέγω ὑμῖν μὴ
μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε μηδὲ
τῷ σώματι τί ἐνδύσησθε  23  ἡ γὰρ ψυχὴ
πλεόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα
τοῦ ἐνδύματος  24  κατανοήσατε τὰ πετεινὰ
τοῦ οὐρανοῦ ὅτι οὔτε σπείρουσιν οὔτε
 θερίζουσιν οἷς οὐκ ἔστιν οὔτε ταμεῖον
οὔτε
ἀποθήκη καὶ ὁ θεὸς τρέφει αὐτὰ
οὐχὶ ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
25  τίς δὲ ἐξ ὑμῶν [.] δύναται  προσθεῖναι
ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν  26  [...] καὶ περὶ τῶν
λοιπῶν τί μεριμνᾶτε;  27   κατανοήσατε
τὰ κρίνα πῶς [.] οὔτε νήθει, οὔτε ὑφαίνει·
λέγω δὲ ὑμῖν ὃτι  οὐδὲ Σολομὼν
ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο
ὡς ἓν τούτων  28   εἰ δὲ τὸν χόρτον
τοῦ  ἀγροῦ  σήμερον  ὄντα καὶ αὔριον
εἰς κλίβανον βαλλόμενον ὁ Θς
οὕτως ἀμφιέζει πόσῳ μᾶλλον ὑμᾶς
ὀλιγόπιστοι  29  καὶ ὑμεῖς μὴ ζητεῖτε
τί φάγητε τί πίητε καὶ μὴ μετεωρίζεσθε 

30  ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου
ζητεῖ·  οἶδεν γὰρ   ὁ πατὴρ ὑμῶν
ὅτι χρῄζετε τούτων  31  ζητεῖτε δὲ τὴν
βασιλείαν αὐτοῦ καὶ ταῦτα πάντα
προστεθήσεται ὑμῖν  32  μὴ φοβοῦ
τὸ μικρὸν ποίμνιον ὅτι ἐν αὐτῷ
ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν
τὴν βασιλείαν  33  πωλήσατε τὰ ὑπάρχοντα
ὑμῶν καὶ δότε ἐλεημοσύνην
ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ
παλαιούμενα θησαυρὸν ἀνέκλειπτον
ἐν τοῖς οὐρανοῖς ὅπου κλέπτης οὐκ ἐγγίζει
οὐδὲ σὴς διαφθείρει  34  ὅπου γάρ ἐστιν
ὁ θησαυρὸς ὑμῶν ἐκεῖ ἔσται καὶ
ἡ καρδία μῶν   35  ἔστω ὑμῶν ἡ ὀσφὺς
περιεσζωσμένη καὶ οἱ λύχνοι
καιόμενοι  36  καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις
προσδεχομένοις τὸν Κν *_αὐτῶν πότε
ἀναλύσῃ ἐκ τῶν γάμων ἵνα ἐλθόντος
καὶ κρούσαντος εὐθέως ἀνύξουσιν
αὐτῷ 37  μακάριοι οἱ δοῦλοι ἐκεῖνοι οὓς ἐλθὼν
ὁ Κς εὕρ γρηγοροῦντας ἀμὴν λέγω
ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ
αὐτοὺς καὶ παρελθὼν διακονήσει
αὐτοῖς  38  καὶ ἐὰν  ἔλθῃ τῇ ἐσπεριν
φυλακῇ
καὶ εὐρήσει οὕτως ποιήσει
καὶ ἐν τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ,
μακάριοί εἰσιν ἐκεῖνοι  39  τοῦτο δὲ
γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης
ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται οὐκ ἂν [....]
40  καὶ ὑμεῖς δὲ γίνεσθε ἕτοιμοι
ὅτι ὥρᾳ   οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου
ἔρχεται  41 καὶ  εἶπεν  ὁ Πέτρος Κε

πρὸς ἡμᾶς λέγεις τὴν παραβολὴν
ταύτην  [.] 42 καὶ εἶπεν ὁ Κς τίς ἄρα ἐστὶν
ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος
ὁ ἀγαθός ὃν καταστήσει ὁ κύριος ἐπὶ τὴν
θεραπείαν
αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ
[.] σιτομέτριον  43  μακάριος ὁ δοῦλος
ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει
αὐτὸν ποιοῦντα οὕτως 44  ἀμὴν  
 λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν
αὐτοῦ καταστήσει αὐτόν  45  ἐὰν δὲ εἴπῃ
ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ
χρονίζει ὁ κύριός μου ἔρχεσθαι καὶ ἄρξηται
τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας
ἐσθίων τε καὶ πίνων [.] μεθυσκόμενος 
46  ἥξει ὁ κς αὐτοῦ  ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ
καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει καὶ διχοτομήσει
αὐτὸν καὶ τὸ μέρος αὐτοῦ θήσει
μετὰ τῶν ἀπίστων   47  ἐκεῖνος δὲ
ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ
καὶ μὴ [..] ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ
δαρήσεται πολλάς  48  ὁ δὲ μὴ γνούς
ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται
ὀλίγας παντὶ δὲ ᾧ ἔδωκαν πολύ [.]
ζητήσουσιν
ἀπ' αὐτοῦ περισσότερον
καὶ ᾧ παρέθεντο πολύ πλέον
ἀπαιτήσουσιν αὐτόν  49  πῦρ ἦλθον βαλεῖν
εἰς τὴν γῆν καὶ τί θέλω
εἰ ἤδη ἀνήφθη; 
50  βάπτισμα δὲ ἔχω βαπτισθῆναι καὶ
πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ; 
51  δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην
ποιῆσαι ἐν τῇ γῇ; οὐχί λέγω ὑμῖν
ἀλλὰ [.] διαμερισμόν  52  ἔσονται γὰρ ἀπὸ τοῦ νῦν
 ἐν ἑνὶ οἴκῳ πέντε τρεῖς διαμεμερισμένοι 

ἐν δυσὶν καὶ δύο ἐν τρισίν  53  διαμερισθήσονται
πατὴρ ἐφ᾿ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί αὐτοῦ
διαμερισθήσονται μήτηρ ἐπὶ [.] θυγατέρα
καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ
ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη
ἐπὶ τὴν πενθεράν  54  ἔλεγεν δὲ καὶ τοῖς
ὄχλοις ὅταν ἴδητε τὴν νεφέλην
ἀνατέλλουσαν ἀπὸ δυσμῶν εὐθέως λέγετε
[.] ὄμβρος ἔρχεται καὶ γίνεται οὕτως
55  καὶ ὅταν νότον πνέοντα λέγετε
[.] καύσων ἔσται καὶ γίνεται  56  ὑποκριταί
τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ
καὶ τῆς γῆς  οἴδατε δοκιμάζειν πλὴν
τὸν καιρὸν [.] τοῦτον οὐ [...]  δοκιμάζετε.
57  [..] καὶ ἀφ' ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον. 
58  ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου
ἐπ' ἄρχοντα ἐν τῷ ὁδῷ δὸς ἐργασίαν
ἀπαλλάγηναι ἀπ' αὐτοῦ μήποτε κατακρείνῃ σε
πρὸς τὸν κριτήν καὶ ὁ κριτής παραδώσει σε
τῷ πράκτορι καὶ ὁ πράκτωρ  βαλεῖ σε
εἰς φυλακήν 59 λέγω σοι οὐ μὴ ἐξέλθῃς
ἐκεῖθεν ἕως οὐ ἀποδοῖς τὸν ἔσχατον κοδράντην.