Evangile de Luc selon le codex Bezae Cantabrigiensis, chapitre XI KATA LOUKAN XI Codex Bezae Cantabrigiensis




Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν
ἐν τόπῳ τινὶ προσευχόμενον, καὶ ὡς
ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ
πρὸς αὐτόν, Κε, δίδαξον ἡμᾶς προσεύχεσθαι,
καθὼς καὶ Ἰωάνης ἐδίδαξεν τοὺς
μαθητὰς αὐτοῦ. 2 δὲ εἶπεν [.] Ὃταν
προσεύχησθε, μὴ βατταλογεῖτε ὡς οἱ λοιποί·
δοκοῦσιν γὰρ τινες ὅτι ἐν τῇ πολυλογείᾳ
αὐτῶν εἰσακουσθήσονται· ἀλλὰ προσευχόμενοι
λέγετε, Πάτερ, ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς
ἀγιασθήτω [.] ὄνομά σου ἐφ´ ἡμὰς:
ἐλθέτω σου ἡ βασιλεία γενηθήτω
τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς :
3 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον
δὸς ἡμῖν σήμερον: 4 καὶ ἄφες ἡμῖν
τὰ ὀφειλήματα
ἡμῶν, ὡς καὶ ἡμεῖς
ἀφίομεν τοῖς ὀφειλέταις ἡμῶν:
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
5 Καὶ εἶπεν [..], Τίς ἐξ ὑμῶν
ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν
μεσονυκτίου καὶ ἐρεῖ αὐτῷ, Φίλε,
χρῆσόν μοι τρεῖς ἄρτους, 6 ἐπειδὴ
φίλος μοι παρέστιν ἀπ᾿ ἀγροῦ [.] καὶ οὐκ ἔχω
ὃ παραθήσω αὐτῷ: 7 ἐκεῖνος δὲ ἔσωθεν
ἀποκριθεὶς ἐρεῖ, Μή μοι κόπους πάρεχε:
ἢδη ἡ θύρα κέκλεισται,
καὶ τὰ παιδία μου μετ' ἐμοῦ
ἐν τῇ κοίτῇ ἐστίν: οὐ δύναμαι ἀναστὰς
δοῦναί σοι. 8 λέγω ὑμῖν, [..] οὐ δώσει αὐτῷ

ἀναστὰς διὰ τὸ εἶναι αὐτὸν φίλον αὐτοῦ ,
διά γε τὴν ἀναίδιαν αὐτοῦ ἐγερθεὶς
δώσει [.] ὅσον χρῄζει. 9 κἀγὼ ὑμῖν λέγω,
αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν: ζητεῖτε,
καὶ εὑρήσετε: κρούετε, καὶ ἀνοιχθήσεται ὑμῖν.
10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν
εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοίγεται.
11 τίς δὲ ἐξ ὑμῶν τὸν πατέρα ὁ υἱὸς αἰτήσει
ἄρτον μὴ λίθοναὐτῷ ἐπιδώσει; ἢ καὶ
ἰχθύν αἰτήσει μὴ ἀντὶ ἰχθύος ὄφιν αὐτῷ
ἐπιδώσει; 12 ἐὰν δὲ καὶ ᾠόν αἰτήσει, μὴ
σκορπίον αὐτῷ ἐπιδώσει 13 εἰ οὖν ὑμεῖς
πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ
διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον
ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει ἀγαθὸν δόμα
τοῖς αἰτοῦσιν αὐτόν. 14 Ταῦτα δὲ εἰπόντος
αὐτοῦ προσφερέται αὐτῷ δαιμονιζόμενος
κωφὸς καὶ ἐκβαλόντος αὐτοῦ πάντες
ἐθαύμαζον
· 15 καὶ τινὲς ἐξ αὐτῶν εἶπον,
ἐν Βεελζεβοὺλ [.] ἄρχοντι τῶν δαιμονίων
ἐκβάλλει τὰ δαιμόνια: ὁ δὲ ἀποκριθεὶς
εἶπεν
Πῶς δύναται Σατανᾶς Σατανᾶν
ἐκβάλειν
; 16 ἕτεροι δὲ πειράζοντες σημεῖον
ἐξ οὐρανοῦ ἐζήτουν παρ' αὐτοῦ. 17 αὐτὸς δὲ
εἰδὼς αὐτῶν τὰ διανοήματα
εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία διαμερισθεῖσα
ἐφ' ἑαυτὴν ἐρημοῦται,
καὶ οἶκος ἐπὶ οἶκον [ἐ]πέσιται.
18 εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ' ἑαυτὸν διεμερίσθη,
οὗ σταθήσεται ἡ βασιλεία αὐτοῦ. ὅτι λέγετε
ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.
19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω
τὰ δαιμόνια, [.] υἱοὶ ὑμῶν ἐν τίνι
ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ὑμῶν

κριταὶ ἔσονται. 20 εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θῦ
ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν
ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θῦ. 21 ὅταν ὁ ἰσχυρὸς
καθωπλισμένος φυλάσσει τὴν αὐλήν
αὐτοῦ
, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ:
22 ἐὰν δὲ ἰσχυρότερος ἐπελθὼν [..]τὴν
πανοπλίαν αὐτοῦ αἴρει ἐφ' ᾗ πέποιθεν,
καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.
23 ὁ μὴ ὤν μετ' ἐμοῦ κατ'ἐμοῦἐστιν,
καὶ ὁ μὴ συνάγων μετ'ἐμοῦ σκορπίζει.
24 Ὃταν δὲ τὸ ἀκάθαρτον πνεῦμαἐξέλθῃ
ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διὰ τῶν [ἀν]ύδρων
τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ
εὑρίσκον, λέγει, ὑποστρέψω εἰς τὸν
οἶκόν μου ὅθενἐξῆλθον: 25 καὶ ἐλθὸν
εὑρίσκει σεσαρωμένον [.] κεκοσμημένον.
26 [.] πορεύεται καὶ παραλαμβάνει ἀλλὰ
ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ,
καὶ εἰσελθόντα κατοικεῖ [.], καὶ γίνεται
τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου
χείρονα τῶν πρώτων. 27 ἐγένετο δὲ
ἐν τῷ λέγειν αὐτὸν ταῦτα γυνὴ τις
ἐπάρασα φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ,
Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε
καὶ μασθοὶ οὓς ἐθήλασας. 28 ὁ δὲ εἶπεν,
Μενοῦν γε
μακάριοι οἱ ἀκούοντες
τὸν λόγον τοῦ Θῦ καὶ φυλάσσοντες.
29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων
ἢρξατο λέγειν, Ἡ γενεὰ αὕτη γενεὰ
πονηρά ἐστιν: σημεῖον ἐπιζητεῖ,
καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ
εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. 30 καθὼς γὰρ
ἐγένετο Ἰωνᾶς σημεῖον,τοῖς Νινευίταις

οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου
τῇ γενεᾷ ταύτῃ. καὶ καθὼς Ἰωνᾶς
ν τῇ κοιλίᾳ τοῦ κήτους ἐγένετο
τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας,
οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ γῇ.
31 Βασίλισσα νότου ἐγερθήσεται [...] μετὰ τῶν
ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ
κατακρινεῖ αὐτούς: ὅτι ἦλθεν ἐκ τῶν
περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν
Σολομῶνος, καὶ ἰδοὺ πλέον Σολομῶνος
ὧδε. 32 [..... ] 33 οὐδεὶς λύχνον ἃψας εἰς κρύπτην
τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ' ἐπὶ τὴν
λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φῶς
βλέπωσιν. 34 Ὁ λύχνος τοῦ σώματός σου
ἐστιν ὁ ὀφθαλμός σου. ὅταν ᾖ ὁ ὀφθαλμός σου
ἁπλοῦς πᾶν τὸ σῶμά σου φωτεινόν ἐστιν:
ὅταν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου ἔστιν
σκοτεινόν ἐστιν. 35 εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ
σκότος τὸ σκότος πόσον. 36 [.... ]
37 ἐδεήθη δὲ αὐτοῦ τις Φαρισαῖος
ἵνα
ἀριστήσῃ μετ' αὐτοῦ: εἰσελθὼν δὲ
ἀνέπεσεν. 38 ὁ δὲ Φαρισαῖος ἤρξατο
διακρεινόμενος ἐν ἑαυτῷ λέγειν
διά τι
οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ
ἀρίστου. 39 εἶπεν δὲ ὁ Κς πρὸς αὐτόν,
Νῦν ὑμεῖς οἱ Φαρισαῖοι ὑποκριταί
τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ
πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν
ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
40 ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔσωθεν
καὶ τὸ ἔξωθεν ἐποίησεν; 41 πλὴν
τὰ ἐνόντα δότε ἐλεημοσύνην,
καὶ ἰδοὺ πάντα καθαρὰ ἔσται ὑμῖν.

42 ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις,
ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον
καὶ τὸ πήγανον καὶ πᾶν λάχανον,
καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν
ἀγάπην τοῦ Θῦ: [.....]
43 οὕαὶ ὑμῖν [.] Φαρισαίοι, ὅτι ἀγαπᾶτε
τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς
καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,
καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις
44 οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαίοις
ὅτι ἐστὲ [..] μνημεῖα [.] ἄδηλα, καὶ οἱ
ἄνθρωποι ἐπάνω περιπατοῦντες
οὐκ οἴδασιν. 45 ἀποκριθεὶς δέ τις τῶν
νομικῶν λέγει αὐτῷ, Διδάσκαλε,
ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.
46 ὁ δὲ εἶπεν, Καὶ ὑμῖν οὐαί τοῖς
νομικοῖς, ὅτι φορτίζετε τοὺς
ἀνθρώπους φορτία δυσβάστακτα,
καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν
οὐ προσψαύετε. 47 οὐαὶ ὑμῖν, ὅτι
οἰκοδομεῖτε τὰ μνημεῖα τῶν
προφητῶν, οἱ δὲ πατέρες ὑμῶν
ἀπέκτειναν αὐτούς. 48 ἄρα μάρτυρεῖτε
μὴ συνευδοκεῖν τοῖς ἔργοις τῶν
πατέρων ὑμῶν; ὅτι αὐτοὶ μὲν
ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ
οἰκοδομεῖτε. 49 διὰ τοῦτο [...] ἀποστελλῶ
εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους,
καὶἐξ αὐτῶν ἀποκτενοῦσιν
καὶ διώξουσιν, 50 ἵνα ἐκζητηθῇ
τὸ αἷμα πάντων τῶν προφητῶν
τὸ ἐκχυννόμενον ἀπὸ καταβολῆς
κόσμου ἕως τῆς γενεᾶς ταύτης,
51 ἀπὸ αἵματος Ἅβελ ἕως αἵματος

Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφόνευσαν
ἀνὰ μέσον
τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ:
ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς
γενεᾶς ταύτης. 52 οὐαὶ ὑμῖν τοῖς
νομικοῖς, ὅτι ἐκρύψατε τὴν κλεῖν
τῆς γνώσεως καὶ αὐτοὶ οὐκ εἰσήλθατε
καὶ τοὺς εἰσπορευομένους ἐκωλύσατε.
53 Λέγοντος δέ ταῦτα πρὸς αὐτοὺς
νώπιον παντὸς τοῦ λαοῦ ἤρξαντο
οἱ Φαρισαῖοι καὶ οἱ νομικοὶ δεινῶς
ἔχειν καὶ συμβὰλλειν αὐτῷ περὶ
πλειόνων, 54 ζητοῦντες ἀφορμὴν
τινὰ λαβεῖν αὐτοῦ, ἵνα εὕρωσιν
κατηγορῆσαι αὐτοῦ.