KATA ΛΟΥΚΑΝ Χ, Codex Bezae Cantabrigiensis




1 - Ἀπέδειξεν δὲ [.]
καὶ ἑτέρους ἑβδομήκοντα δύο,
καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο
πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ πόλιν
οὗ μελλεν [.] ἔρχεσθαι. 2 ἔλεγεν δὲ πρὸς αὐτούς,
Ὁ [.] θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι:
δεήθητε [.] τοῦ Κυ τοῦ θερισμοῦ ὅπως
ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ.
3 ὑπάγετε: ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς
ἄρνας [.] μέσον λύκων. 4 μὴ βαστάζετε
βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα,
καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
5 εἰς ἣν ἂν δὲ εἰσέλθητε πρῶτον οἰκίαν,
λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ.
6 κἂν ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσετε
ἐπ' αὐτὸν ἡ εἰρήνη ὑμῶν: εἰ δὲ μή γε,
ἐφ' ὑμᾶς ἐπιστρέψει ἡ εἰρήνη ὑμῶν.
7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες
καὶ πίνοντες τὰ παρ' αὐτῶν,
ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
μὴ μεταβαίνετε ἀπὸ  οἰκίας εἰς
οἰκίαν. 8 καὶ εἰς ἣν ἂν πόλιν
εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς,
ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,
9 καὶ θεραπεύετε ὃυς ἐν αὐτῇ
ἀσθενοῦντας
, καὶ λέγετε αὐτοῖς,

Ἤγγικεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θῦ.
10 εἰς ἣν δ' ἂν πόλιν εἰσέλθητε καὶ μὴ
δέξωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς
πλατείας αὐτῆς εἴπατε, 11 Καὶ τὸν κονιορτὸν
τὸν κολληθέντα ἡμῖν ἐκ τῆς
πόλεως ὑμῶν εἰς τοὺς πόδας
ἀπομασσόμεθα ὑμῖν: πλὴν τοῦτο
γινώσκετε ὅτι ἤγγικεν 
ἡ βασιλεία τοῦ Θῦ. 12 λέγω δὲ ὑμῖν
ὅτι Σοδόμοις [...] ἀνεκτότερον ἔσται
ἐν τῇ βασιλείᾳ τοῦ Θῦ  ἢ τῇ πόλει ἐκείνῃ.
13 Οὐαί σοι, Χοραζαίν καὶ, Βεδσαϊδά: ὅτι
εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν
αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν,
πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι
μετενόησαν. 14 πλὴν Τύρῳ καὶ Σιδῶνι
ἀνεκτότερον ἔσται [..] ὑμῖν.
15 καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ
ὑψωθήσῃ ἡ  ἕως [.] ἅδου καταβήσῃ; 
16Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει,
καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ:
ὁ δὲ ἐμοῦ ἀκούωνἀκούει τοῦ
ἀποστείλαντος
με. 17 Ὑπέστρεψαν δὲ
οἱ ἑβδομήκοντα δύο μετὰ χαρᾶς λέγοντες, Κε,
καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν
 ἐν τῷ ὀνόματί σου. 18 εἶπεν δὲ αὐτοῖς,
Ἐθεώρουν τὸν Σατανᾶν ὡς
ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 
19 ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν
τοῦ πατεῖν ἐπάνω τῶν ὄφεων
καὶ τῶν σκορπίων, καὶ ἐπὶ πᾶσαν
τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ
οὐδὲν ὑμᾶς [.] ἀδικήσει. 20 πλὴν

ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν
ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα
ὑμῶν ἐγράφη ἐν τῷ οὐρανῷ.
21 Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἠγαλλιάσατο
ἐν τῷ πνεύματι τῷ ἁγίῳ καὶ εἶπεν,
Ἐξομολογοῦμαί σοι, πάτερ, Κε τοῦ
οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας 
ταῦτα ἀπὸ συνετῶν καὶ σοφῶν 
καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις:
ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία 
ἔμπροσθέν σου. 22 Πάντα μοι παρεδόθη
ἀπὸ τοῦ πατρός [.], καὶ οὐδεὶς γινώσκει
τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς
ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν
βούληται ὁ υἱὸς ἀποκαλύψαι. 23 στραφεὶς δὲ
πρὸς τοὺς μαθητὰς [.] εἶπεν αὐτοῖς, Μακάριοι
οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε
καὶ ἀκούοντες ἃ ἀκούετε 24 λέγω γὰρ ὑμῖν
ὅτι πολλοὶ προφῆται [..] ἠθέλησαν ἰδεῖν
ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι
ἃ  ὑμεῖς ἀκούετε καὶ οὐκ ἤκουσαν.
25 [.]  ἀνέστη δὲ τις νομικός ἐκπειράζων
αὐτὸν καί λέγων, [.], τί ποιήσας ζωὴν
αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπεν
πρὸς αὐτόν, Ἐν τῷ νόμῳ [.] γέγραπται,
πῶς ἀναγινώσκεις ;
27 ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις Κν
τὸν Θν σου ἐν ὅλῃ  τῇ καρδίᾳ σου
καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου
[......] καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
28 εἶπεν δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης:
τοῦτο ποίει καὶ ζήσεις. 29 ὁ δὲ θέλων
ἑαυτὸν δικαιῶσαι εἶπεν πρὸς τὸν Ἰησοῦν,

Καὶ τίς ἐστίν μου πλησίον; 30 ὑπολαβὼν δὲ
ὁ Ἰης εἶπεν αὐτῷ, Ἄνθρωπός τις
κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ
καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες [.]
καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον
ἀφέντες ἡμιθανῆ. 31 κατὰ τυχὰ [.]
ἱερεύς τις καταβαίνων ἐν τῇ ὁδῷ ἐκείνῃ, 
καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν: 32 ὁμοίως
δὲ καὶ Λευίτης γενόμενος κατὰ τὸν
τόπον [.] καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.
33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ' αὐτὸν
καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, 34 καὶ
προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ
ἐπιχέων ἔλαιον καὶ οἶνον, καὶ ἐπιβιβάσας [.]
αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν
εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ.
35 καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν δηνάρια δύο
ἔδωκεν τῷ πανδοχεῖ καὶ εἶπεν,
Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσ-
δαπανήσεις ἐν τῷ ἐπανέρχεσθαί με
ἐγὼ ἀποδώσω [.]. 36 τίνα [...] οὖν  δοκεῖς  πλησίον
γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
37 ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ.
εἶπεν δὲ [.] ὁ Ἰης, Πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 Ἐγένετο δὲ ἐν  τῷ πορεύεσθαι αὐτὸν
εἰσελθεῖν
εἰς κώμην τινά: γυνὴ δέ τις
ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν
εἰς τὸν οἶκον  αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ
καλουμένη Μαρία, ἣ [.] παρακαθίσασα
παρὰ τοὺς πόδας τοῦ Κυ ἤκουεν τὸν λόγον [.].
40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν
διακονίαν: ἐπισταθεὶς δὲ εἶπεν, Κε,
οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου κατέλιπεν με 

μόνην διακονεῖν; εἰπὸν οὖν αὐτῇ
ἵνα μου αντιλάβηται. 41 ἀποκριθεὶς δὲ ὁ Ιης
εἶπεν αὐτῇ , Μάρθα Μάρθα, [..] θορυβάζῃ [..] 
42 [....] Μαρία [.] τὴν ἀγαθὴν μερίδα ἐξελέξατο 
 οὐκ ἀφαιρεθήσεται αὐτῆς.