Évangile de Luc, Codex Bezae Cantabrigiensis, chapitre I KATA ΛΟΥΚΑΝ Ι Codex Bezae Cantabrigiensis




1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνα-
τάξασθαι διήγησιν περὶ τῶν
πεπληροφορημένων ἐν ἡμῖν
πραγμάτων, 2 καθ παρέδοσαν ἡμῖν
οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται
γενόμενοι τοῦ λόγου, 3 ἔδοξε κἀμοὶ
παρηκολουθηκότι ἄνωθεν πᾶσιν
ἀκριβῶς καθεξῆς σοι γράψαι,
κράτιστε Θεόφιλε 4 ἵνα ἐπιγνῷς
περὶ τῶν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου
τοῦ βασιλέως τῆςἸουδαίας ἱερεύς
τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας
Ἀβιά, καὶ γυνὴ αὐτ ἐκ τῶν θυγατέρων
Ἀαρών καὶ τὸ ὄνομα αὐτῆς Ἐλεισάβεθ.
6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον
τοῦ Θῦ πορευόμενοι ἐν πάσαις
ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ Κυ
ἄμεμπτοι. 7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον
καθότι ἦν ἡ Ἐλισάβεθ στεῖρα,
καὶ ἀμφότεροι ἦσαν προβεβηκότες
ἐν ταῖς ἡμέραις αὐτῶν. 8 Ἐγένετο δὲ
ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει
τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θῦ,
9 κατὰ τὸ ἔθος τῆς ἱερατείας
ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν
εἰς τὸν ναὸν τοῦ Θυ, 10 καὶ πᾶν τὸ πλῆθος
τοῦ λαοῦ ἦν προσευχόμενον
ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
11 ὤφθη δὲ αὐτῷ ἄγγελος Κυ ἑστὼς
ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος,
12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών
καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν

13 καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος·
Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη
ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβεδ
γεννήσει υἱόν [.] καὶ καλέσεις
τὸ ὄνομα αὐτοῦ Ἰωάνην.14 καὶ ἔσται σοι
χαρὰ καὶ ἀγαλλίασις καὶ πολλοὶ ἐπὶ τῇ
γενέσει αὐτοῦ χαρήσονται. 15 ἔσται γὰρ
μέγας ἐνώπιον τοῦ κυρίου, καὶ οἶνον
καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος
ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας
μητρὸς αὐτοῦ. 16 καὶ πολλοὺς τῶν υἱῶν
Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κν τὸν Θν αὐτῶν.
17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ
ἐν πνεύματι καὶ δυνάμει Ἠλίου.
ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα
καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων,
ἑτοιμάσαι Κῳ λαὸν κατεσκευασμένον.
18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον·
κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι
πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα
ἐν ταῖς ἡμέραις αὐτῆς. 19 καὶ ἀποκριθεὶς
ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ
ὁ παρεστὼς ἐνώπιον τοῦ Θῦ καὶ ἀπεστάλην
λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι
ταῦτα · 20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ
δυνάμενος λαλῆσαι ἄχρις ἡμέρας ἧς
γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πλησθήσονται
εἰς τὸν καιρὸν αὐτῶν. 21 Καὶ ἦν ὁ λαὸς
προσδεχόμενος τὸν Ζαχαρίαν καὶ
ἐθαύμαζον ἐπὶ τῷ χρονίζειν αὐτὸν
ἐν τῷ ναῷ 22 ἐξελθὼν δὲ οὐκ ἠδύνατο
λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν

ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ · καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμενεν
κωφός. 23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι
τῆς λειτουργίας αὐτοῦ, τότε ἀπῆλθεν
εἰς τὸν οἶκον αὐτοῦ. 24 καὶ μετὰ τὰς ἡμέρας
ταύτας συνέλαβεν Ἐλισάβεδ ἡ γυνὴ αὐτοῦ
καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε
λέγουσα 25 ὅτι οὕτως μοι πεποίηκεν [.] Κς
ἐν ἡμέραις αἷς ἐφεῖδεν ἀφελεῖν
ὄνειδός μου ἐν ἀνθρώποις.
26 Ἐν δὲ τῷ ἕκτῳ μηνὶ ἀπεστάλη ὁ ἄγγελος
Γαβριὴλ ὑπὸ τοῦ Θῦ εἰς πόλιν Γαλιλαίαν [.]
27 πρὸς παρθένον μεμνησμένην ἀνδρὶ
ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυείδ
καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
28 καὶ εἰσελθὼν ὁ ἄγγελος 6 πρὸς αὐτὴν εἶπεν·
Χαῖρε κεχαριτωμένη ὁ Κς μετὰ σοῦ·
εὐλογημένη σὺ ἐν γυναιξίν .
29 ᾑ δὲ ἐπὶ τῷ λόγῳ εταράχθη καὶ διελογίζετο
ἐν ἑαυτῇ ποδαπὸς ἂν εἴη ὁ ἀσπασμὸς οὗτος.
30 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος · Μὴ φοβοῦ Μαρία
εὗρες γὰρ χάριν παρὰ τῷ Θῷ · 31 καὶ ἰδοὺ
συνλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰην.
32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου
κληθήσεται καὶ δώσει αὐτῷ Κς ὁ Θς
τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ
εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ
οὐκ ἔσται τέλος. 34  καὶ εἶπεν Μαρία πρὸς τὸν
ἄγγελον · Πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα
οὐ γινώσκω ; 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος
εἶπεν αὐτῇ · Πνεῦμα ἅγιον ἐπελεύσεται

ἐπὶ σέ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι ·
διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται
υἱὸς Θῦ. 36 καὶ ἰδοὺ Ἐλισάβεθ ἡ συνγενίς σου
καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς
καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ
καλουμένῃ στείρᾳ · 37 ὅτι οὐκ ἀδυνατήσει
πᾶν ῤῆμα παρὰ τοῦ Θῦ . 38 καί εἶπεν Μαρία ·
Ἰδοὺ ἡ δούλη Κυ γένοιτό μοι κατὰ τὸ
ῤῆμά σου καὶ ἀπέστη ἀπ’ αὐτῆς ὁ ἄγγελος.
39 Ἀναστᾶσα δὲ Μαρία ἐν ταῖς ἡμέραις
ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ
σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν
εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν
Ἐλισάβεθ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν
τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβεδ
ἐσκίρτησεν ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβεδ
τὸ βρέφος αὐτῆς καὶ ἐπλήσθη Πνς
ἁγίου ἡ Ἐλισάβεδ, 42 καὶ ἀνεφώνησεν
φωνῇ μεγάλῃ καὶ εἶπεν εὐλογημένη
σὺ ἐν γυναιξίν καὶ εὐλογημένος
ὁ καρπὸς τῆς κοιλίας σου. 43 καὶ πόθεν
μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κ[υρίο]υ μου
πρός με ; 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ
τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου,
ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος
ἐν τῇ κοιλίᾳ μου. 45 καὶ μακαρία
ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις
τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυ.
46 καὶ εἶπεν Μαρία· 47 Μεγαλύνει ἡ ψυχή
μου τὸν Κν, καὶ ἠγαλλίασεν τὸ πν[εῦμ]ά
μου ἐν τῷ Θῷ τῷ σωτῆρί μου,
48 ὅτι ἐπέβλεψεν Κς ἐπὶ τὴν ταπείνωσιν
τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν

μακαριοῦσίν με πᾶσαι αἱ γενεαί,
49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ Θς
ὁ δυνατός. καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν [.]
γενεῶν
τοῖς φοβουμένοις αὐτόν.
51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ,
διεσκόρπισεν ὑπερηφάνους
διανοίᾳ καρδίας αὐτῶν · 52 καθεῖλεν
δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν
ταπεινούς, 53 πεινῶντας ἐνέπλησεν
ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν
κενούς. 54 ἀντελάβετο Ἰσραὴλ παιδὸς
αὐτοῦ, μνησθῆναι ἐλέους, 55 καθὼς
ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ
Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
56 Ἔμεινεν δὲ Μαρία σὺν αὐτῇ [.] μῆνας τρεῖς,
καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος
τοῦ τεκεῖν αὐτήν καὶ ἐγέννησεν υἱόν.
58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ
[.] συνγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν Κς
τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς
καὶ συνέχαιρον αὐτῇ. 59 Καὶ ἐγένετο [.] τῇ ἡμέρᾳ
τῇ ὀγδόῃ ἦλθαν περιτεμεῖν τὸ παιδίον
καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι
τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν·
οὐχί ἀλλὰ κληθήσεται τὸ ὄνομα αὐτοῦ
Ἰωάνης. 61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι
οὐδείς ἐστιν ἐν τῖ συνγενε σου
ὃς καλεῖται τὸ ὄνομα τοῦτο.
62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ ὅτι ὅ  ἂν
θέλοι καλεῖσθαι αὐτό. 63 καὶ αἰτήσας

πινάκιδα ἔγραψεν [.] · Ἰωάνης ἐστὶν
τὸ ὄνομα αὐτοῦ. καὶ παραχρῆμα
ἐλύθη ἡ γλῶσσα αὐτοῦ, καὶ ἐθαύμασαν
πάντες. 64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ
καὶ ἐλάλει εὐλογῶν τὸν Θν. 65 καὶ ἐγένετο
φόβος μέγας ἐπὶ πάντας τοὺς
περιοικοῦντας αὐτόν, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ
τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῤήματα
ταῦτα, 66 καὶ ἔθεντο πάντες οἱ ἀκούοντες
ἐν ταῑς καρδίαις αὐτῶν λέγοντες · Τί ἄρα
τὸ παιδίον τοῦτο ἔσται ; καὶ γὰρ χεὶρ Κυ
[.] μετ’ αὐτοῦ. 67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ
ἐπλήσθη πνεύματος ἁγίου καὶ εἶπεν [.]·
68 Εὐλογητὸς Κς ὁ Θς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο
καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν
ἐν οἴκῳ Δαυεὶδ παιδὸς αὐτοῦ, 70 καθὼς
ἐλάλησεν διὰ στόματος ἁγίων προφητῶν
αὐτοῦ τῶν ἀπ’ αἰῶνος, 71 σωτηρίαν
ἐκ χειρὸς ἐχθρῶν ἡμῶν καὶ πάντων
τῶν μισούντων ἡμᾶς, 72 ποιῆσαι
ἔλεος μετὰ τῶν πατέρων ἡμῶν,
[.] μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ
73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ
τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
74 ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ἡμῶν
ῤυσθέντας λατρεύειν αὐτῷ 75 ἐν ὁσιότητι
καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας
τὰς ἡμέρας ἡμῶν. 76 καὶ σὺ δέ, παιδίον,
προφήτης ὑψίστου κληθήσῃ · προπορεύσῃ γὰρ
πρὸ προσώπου Κυ ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ
ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78 διὰ σπλάγχνα

ἐλέους Θῦ ἡμῶν ἐν οἷς ἐπεσκέψατο ἡμᾶς
ἀνατολὴ ἐξ ὕψους, 79 ἐπιφᾶναι φῶς
τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου
καθημένοις, τοῦ κατευθῦναι
τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
80 Τὸ δὲ παιδίον ηὐξάνετο καὶ ἐκραταιοῦτο
πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις
ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ
πρὸς τὸν Ἰσραήλ.