KATA ΙΩΑΝΝΗΝ IX Codex Bezae Cantabrigiensis




1 - Καὶ παράγων εἶδεν ἄνθρωπον
τυφλὸν ἐκ γενετῆς καθήμενον.
2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ
[.]· ᾽Ραββεί, τίς ἥμαρτεν, οὗτος
ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ ;
3 ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν
οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ
τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. 4 δεῖ ἡμᾶς ἐργάζεσθαι

τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν·
ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5 ὅταν ἐν τῷ κόσμῳ , φῶς εἰμι
τοῦ κόσμου. 6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ
καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος,
καὶ ἐπέχρισεν αὐτῷ τὸν πηλὸν
ἐπὶ τοὺς ὀφθαλμούς αὐτοῦ, 7 καὶ εἶπεν [.]·
ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν
τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται
ἀπεσταλμένος. ἀπῆλθεν οὖν
καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν
τὸ πρότερον, ὅτι προσαίτης ἦν,
ἔλεγον· Oὐχ οὗτός ἐστιν ὁ καθήμενος
καὶ προσαιτῶν; 9 ἄλλοι ἔλεγον ὅτι
οὗτός ἐστιν· ἕτεροι δὲ ὅτι ὅμοιος
αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι.
10 εἶπον οὖν αὐτῷ· Πῶς οὖν
ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11 ἀπεκρίθη ἐκεῖνος· [.] ἄνθρωπος [.] λεγόμενος
Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν
μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι
[.] ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι·
ἀπελθὼν οὖν καὶ ἐνιψάμην καὶ ἦλθον
βλέπων. 12 εἶπαν οὖν αὐτῷ· ποῦ ἔστιν
ἐκεῖνος; λέγει αὐτοῖς· οὐκ οἶδα.
13 Καὶ ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους,
τόν ποτε τυφλόν. 14 ἦν δὲ σάββατον
ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς
καὶ ἤνυξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15 πάλιν οὖν ἐπηρώτων αὐτὸν καὶ οἱ
Φαρισαῖοι πῶς ἀνέβλεψεν.
ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέν

ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην,
καὶ βλέπω. 16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων
τινές· Οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ
ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ.
ἄλλοι δὲ ἔλεγαν· πῶς δύναται ἄνθρωπος
ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;
καὶ σχίσμα ἦν ἐν αὐτοῖς.17 ἔλεγον οὖν
τῷ τυφλῷ [.]· Σὺ τί λέγεις περὶ ἑαυτοῦ, ὅτι
ἤνυξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν
ὅτι προφήτης ἐστίν. 18 οὐκ ἐπίστευσαν
[.] οἱ Ἰουδαῖοι περὶ αὐτοῦ [...] ἕως οὗ ἐφώνησαν
τοὺς γονεῖς [.] τοῦ ἀναβλέψαντος,
19 καὶ ἐπηρώτησαν αὐτοὺς λέγοντες·
Εἰ ἐστιν οὗτός ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς
λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν
βλέπει ἄρτι; 20 ἀπεκρίθησαν αὐτοῖς
οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· Οἴδαμεν
ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι
τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ νῦν βλέπει;
οὐκ οἴδαμεν, ἢ τίς αὐτοῦ ἤνοιξε
τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν·
αὐτὸν ἐπερωτήσατε, ἡλικίαν ἔχει,
αὐτὸς περὶ αὐτοῦ λαλήσει.
22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ ὅτι
ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ
συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις
ὁμολογήσῃ αὐτὸν Χριστόν εἶναι,
ἀποσυνάγωγος γένηται. 23 διὰ τοῦτο
οἱ γονεῖς αὐτοῦ εἶπαν [.] ἡλικίαν ἔχει,
αὐτὸν ἐρωτᾶτε 24 Ἐφώνησαν οὖν ἀυτὸν
ἐκ δευτέρου, ὃς ἦν τυφλός, καὶ εἶπαν αὐτῷ·
δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι
ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.

25 ἀπεκρίθη οὖν ἐκεῖνος· εἰ ἁμαρτωλός
ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ἤμην
καὶ ἄρτι βλέπω. 26 εἶπον οὖν αὐτῷ·
Tί ἐποίησέν σοι καὶ πῶς ἤνυξέν σου τοὺς
ὀφθαλμούς; 27 ὁ δὲ εἷπεν· Εἶπον ὑμῖν ἤδη
καὶ οὐκ ἠκούσατε· Τί θέλετε πάλιν
ἀκοῦσαι; μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ
αὐτοῦ γενέσθαι; 28 οἱ δὲ ἐλοιδόρησαν αὐτὸν
καὶ εἶπαν· σὺ μαθητὴς ἐκείνου εἶ,
ἡμεῖς [.] τοῦ Μωϋσέως ἐσμὲν μαθηταί·
29 ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν
ὁ θεός, καὶ ὅτι ὁ Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει
τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν·
Ἐν τούτῳ οὖν θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς
οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνυξέ μου
τοὺς ὀφθαλμούς. 31 οἴδαμεν ὅτι ὁ θεὸς
ἁμαρτωλῶν οὐκ ἀκούει, ἀλλ’ ἐάν τις
θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ,
τούτου ἀκούει.32 ἐκ τοῦ αἰῶνος οὐκ
ἠκούσθη ὅτι ἤνυξέ τις ὀφθαλμοὺς
τυφλοῦ γεγεννημένου· 33 εἰ μὴ οὗτος
παρὰ Θεοῦ ἦν, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34 ἀπεκρίθησαν αὐτῷ καὶ εἶπαν · Ἐν ἁμαρτίαις
σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς;
καὶ ἐξέβαλον αὐτὸν ἔξω. 35 Kαὶ ἤκουσεν
ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν [.], καὶ εὕρεν αὐτὸν
καὶ εἶπεν· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ
ἀνθρώπου; 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν·
Kαὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
37 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτόν,
καὶ ὁ μετὰ σοῦ λαλῶν ἐκεῖνός ἐστιν.
38 ὁ δὲ ἔφη· πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτόν.

39 καὶ εἶπεν ὁ Ἰησοῦς· Ἐγὼ εἰς κρίμα ἦλθον εἰς τὸν κόσμον
τοῦτον , ἵνα οἱ μὴ βλέποντες
βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ
γένωνται. 40 ἤκουσαν δὲ ἐκ τῶν Φαρισαίων
οἱ μετ’ αὐτοῦ ὄντες, καὶ εἶπαν αὐτῷ·
Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41 εἶπεν οὖν
ὁ Ἰησοῦς αὐτοῖς· Εἰ τυφλοὶ ἦτε, οὐκ [.] εἴχετε
ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν·
αἱ ἁμαρτίαι ὑμῶν μένουσιν.