KATA ΙΩΑΝΝΗΝ VΙII Codex Bezae Cantabrigiensis




1 - Ἰησοῦς δὲ ἐπορεύθη
εἰς τὸ ὄρος τῶν ἐλαιῶν 2 ὄρθρου δὲ
πάλιν παραγείνεται εἰς τὸ ἱερόν
καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν[...]
3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι
ἐπὶ ἁμαρτίᾳ γυναῖκα ἐιλημμένην
καὶ στήσαντες αὐτὴν ἐν μέσῳ 4 λέγουσιν αὐτῷ
ἐκπειράζοντες αὐτὸν οἱ ἱερεῖς ἵνα ἔχωσιν
κατηγορίαν αὐτοῦ
διδάσκαλε αὕτη ἡ γυνὴ
κατείληπται ἐπ' αὐτοφώρῳ μοιχευομένη

5 Μωϋσῆς δὲ ἐν τῷ νόμῳ [.] ἐκέλευσεν τὰς τοιαύτας
λιθάζειν σὺ δὲ νῦν τί λέγεις ;
6 ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν
εἰς τὴν γῆν 7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες [.]
ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς ὁ ἀναμάρτητος
ὑμῶν πρῶτος ἐπ' αὐτὴν βαλέτω λίθον
8 καὶ πάλιν κατακύψας τῷ δακτύλῳ
κατέγραφεν εἰς τὴν γῆν 9 ἕκαστος δὲ
τῶν Ἰουδαίων
ἐξήρχετο [...] ἀρξάμενοι ἀπὸ τῶν
πρεσβυτέρων ὥστε πάντας ἐξελθεῖν
καὶ κατελείφθη μόνος, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα
10 ἀνακύψας δὲ ὁ Ἰησοῦς εἶπεν τῇ γυναικὶ
ποῦ εἰσιν οὐδείς σε κατέκρινεν
11 κακείνη εἶπεν αὐτῷ οὐδείς κύριε
ὁ δὲ εἶπεν οὐδὲ ἐγώ σε κατακρίνω
ὔπαγε [.] ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε
12 πάλιν οὖν ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων
ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ὁ ἀκολουθῶν ἐμοὶ
οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ
ἀλλα ἕξει τὸ φῶς τῆς ζωῆς
13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι
σὺ περὶ σεαυτοῦ μαρτυρεῖς
ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής
14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς
κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ
ἀληθείνη μου ἐστιν ἡ μαρτυρεία
ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω
ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι
ἢ ποῦ ὑπάγω 15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε
ἐγὼ οὐ κρίνω οὐδένα 16 καὶ ἐὰν κρίνω δὲ ἐγώ
ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος ἐγὼ
οὐκ εἰμί ἀλλὰ ἐγὼ καὶ ὁ πέμψας με [.]
17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ

γέγραπται ὅτι δύο ἀνθρώπων
ἡ μαρτυρία ἀληθής ἐστιν
18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ
καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ
19 ἔλεγον οὖν αὐτῷ ποῦ ἐστιν ὁ πατήρ σου
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς
οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου
εἰ ἐμὲ ᾔδειτε καὶ τὸν πατέρα μου [.] ᾔδειτε
20 ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ
διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτόν
ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ
21 εἶπεν οὖν πάλιν αὐτοῖς ἐγὼ ὑπάγω καὶ ζητήσετέ με
καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε
ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
22 ἔλεγαν οὖν οἱ Ἰουδαῖοι μήτι ἀποκτενεῖ αὐτόν
ὅτι λέγει ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
23 καὶ ἔλεγεν αὐτοῖς ὑμεῖς ἐκ τῶν κάτω
ἐστέ ἐγὼ δὲ ἐκ τῶν ἄνω εἰμεί
ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ
ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου
24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε
ἐν ταῖς ἁμαρτίαις ὑμῶν
ἐὰν γὰρ μὴ πιστεύσητέ μοι ὅτι ἐγώ εἰμι
ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν
25 ἔλεγον οὖν αὐτῷ σὺ τίς εἶ
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς τὴν ἀρχὴν
ὅτι καὶ λαλῶ ὑμῖν 26 πολλὰ ἔχω περὶ ὑμῶν
λαλεῖν καὶ κρίνειν ἀλλ' ὁ πέμψας με
ἀληθής ἐστιν κἀγὼ ἃ ἤκουσα
παρ' αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον
27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῦ
λέγει τὸν Θεόν 28 εἶπεν οὖν αὐτοῖς
πάλιν ὁ Ἰησοῦς ὅταν ὑψώσητε

τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε
ὅτι ἐγώ εἰμι καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν
ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ
ταῦτα λαλῶ 29 καὶ ὁ πέμψας με
μετ' ἐμοῦ ἐστιν οὐκ ἀφῆκέν με
μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ
ποιῶ πάντοτε 30 ταῦτα αὐτοῦ λαλοῦντος
πολλοὶ ἐπίστευσαν εἰς αὐτόν
31 ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας
αὐτῷ Ἰουδαίους ἐὰν ὑμεῖς μείνητε
ἐν τῷ ἐμῷ λόγῳ ἀληθῶς μαθηταί μού ἐστε
32 καὶ γνώσεσθε τὴν ἀλήθειαν
καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς
33 ἀπεκρίθησαν πρὸς αὐτόν καὶ εἶπαν
σπέρμα Ἀβραάμ ἐσμεν
καὶ οὐ δεδουλεύκαμεν οὐδενὶ
πώποτε πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε
34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν
ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν [..]
35 ὁ δὲ δοῦλος οὐ μένει εἰς τὴν οἰκείαν
εἰς τὸν αἰῶνα ὁ δὲ υἱὸς μένει
εἰς τὸν αἰῶνα 36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς
ἐλευθερώσει ὄντως ἐλεύθεροι
ἔσεσθε 37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε
ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι ὁ λόγος
ὁ ἐμὸς οὐ χωρεῖ [.] ὑμῖν
38 ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ μου
ταῦτα λαλῶ καὶ ὑμεῖς οὖν ἃ ἑωράκατε
παρὰ τ πατρ ὑμῶν ταῦτα ποιεῖτε
39 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ ὁ πατὴρ ἡμῶν
Ἀβραάμ ἐστιν εἶπεν οὖν ὁ Ἰησοῦς
εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε τὰ ἔργα τοῦ Ἀβραὰμ
ἐποιεῖτε 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι

ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκα ὑμῖν
ἣν ἤκουσεν παρὰ τοῦ θεοῦ τοῦτο Ἀβραὰμ
οὐκ ἐποίησεν 41 ὑμεῖς δὲ ποιεῖτε
τὰ ἔργα τοῦ πατρὸς ὑμῶν.
εἶπαν οὖν αὐτῷ, Ἡμεῖς ἐκ πορνείας
οὐκ ἐγεννήθημεν: ἕνα πατέρα ἔχομεν τὸν θεόν.
42 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν,
ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον
καὶ ἥκω: οὐ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθον,
ἀλλ' ἐκεῖνός με ἀπέστειλεν.
43 διὰ τί τὴν ἀλήθειαν τὴν ἐμὴν
οὐ γινώσκετε; ὅτι οὐ δύνασθε
ἀκούειν τὸν λόγον τὸν ἐμόν.
44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου
ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν
θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν
ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν,
ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ.
ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ,
ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.
45 ἐγὼ [.] ὅτι τὴν ἀλήθειαν λάλω, οὐ πιστεύετέ μοι.
46 [...] 47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ
ἀκούει: διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, [...].
48 Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ,
Οὐ καλῶς ἡμεῖς λέγομεν ὅτι Σαμαρίτης εἶ
σὺ καὶ δαιμόνιον ἔχεις;
49 ἀπεκρίθη Ἰησοῦς, Ἐγὼ δαιμόνιον οὐκ ἔχω,
ἀλλὰ τειμῶ τὸν πατέρα [.],
καὶ ὑμεῖς ἀτειμάζετέ με.
50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου:
ἔστιν ὁ ζητῶν καὶ κρίνων.
51ἀμὴν ἀμὴν λέγω ὑμῖν,
ὃς ἂν τὸν ἐμὸν λόγον τηρήσῃ,

θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
52 εἶπαν οὖν αὐτῷ οἱ Ἰουδαῖοι,
Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις.
Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται,
καὶ σὺ λέγεις, Ἐάν μου τις τὸν λόγον
τηρήσει, οὐ μὴ γεύσηται θανάτου [..].
53 μὴ σὺ μείζων εἶ τοῦ [..] Ἀβραάμ; ὅτι ἀπέθανεν
καὶ οἱ προφῆται ἀπέθαναν: τίνα σεαυτὸν ποιεῖς;
54 ἀπεκρίθη Ἰησοῦς, Ἐὰν ἐγὼ δοξάσω
ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν:
ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με,
ὃν ὑμεῖς λέγετε ὅτι θεὸς μῶν ἐστιν:
55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν.
κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ὅμοιος
ἔσομαι ὑμῖν ψεύστης: ἀλλὰ οἶδα αὐτὸν
καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο
ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν
καὶ ἐχάρη. 57 εἶπαν οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν,
Πεντήκοντα ἔτη οὐδέπω ἔχεις
καὶ Ἀβραὰμ ἑώρακας;
58 εἶπεν αὐτοῖς Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν,
πρὶν Ἀβραὰμ [.] ἐγὼ εἰμί. 59 Τότε ἦραν λίθους
ἵνα βάλωσιν ἐπ' αὐτόν:
Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.