KATA ΙΩΑΝΝΗΝ VΙI Codex Bezae Cantabrigiensis




1 [.] μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ:
οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν,
ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι
ἀποκτεῖναι. 2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ
τῶν Ἰουδαίων ἡ σκηνοπηγία.
3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ,
Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Γαλιλαίαν,
ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν [.] τὰ ἔργα
ἃ ποιεῖς: 4 οὐδ[ε]ὶς γάρ ἐν κρυπτῷ τι ποιεῖ
καὶ ζητεῖ ἐν παρ[ρ]ησίᾳ αὐτὸ εἶναι. εἰ ταῦτα ποιεῖς,
φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
5 ο[ὐ]δὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ
ἐπίστευσαν εἰς αὐτόν.
6 τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω
πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος
πάντοτέ ἐστιν ἕτοιμος.
7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ,
ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ
ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν:
ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην,

ὅτι ὁ ἐμὸς καιρὸς οὔπω
πεπλήρωται. 9 ταῦτα [.] εἰπὼν αὐτὸς
ἔμεινεν εἰς τὴν Γαλιλαίαν.
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ
τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν,
οὐ φανερῶς ἀλλ᾽ ἐν κρυπτῷ.
11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν
ἐν τῇ ἑορτῇ καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;
12 καὶ γογγυσμὸς ἦν περὶ αὐτοῦ [.] ἐν τ ὀχλ:
οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν,
ἄλλοι [.] ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 οὐδεὶς μέντοι παρ[ρ]ησείᾳ ἐλάλει περὶ αὐτοῦ
διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσαζούσης
ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.
15 ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες,
Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς;
16 ἀπεκρίθη [.] αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ
οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με:
17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν,
γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ [.] θεοῦ ἐστιν
ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. 18 ὁ ἀφ' ἑαυτοῦ λαλῶν
τὴν δόξαν τὴν ἰδίαν ζητεῖ: ὁ δὲ ζητῶν
τὴν δόξαν τοῦ πέμψαντος αὐτόν,
οὗτος ἀληθής ἐστιν
καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19 οὐ Μωϋσῆς δωκεν ὑμῖν τὸν νόμον;
καὶ οὐδ [ε]ὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον.
τί με ζητεῖτε ἀποκτεῖναι;
20 ἀπεκρίθη ὁ ὄχλος, καὶ εἶπεν Δαιμόνιον ἔχεις:
τίς σε ζητεῖ ἀποκτεῖναι;
21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν [.], Ἓν ἔργον ἐποίησα
καὶ ὑμεῖς θαυμάζετε. 22 διὰ τοῦτο δωκεν ὑμῖν Μωϋσῆς

τὴν περιτομήν οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν
ἀλλὰ ἐκ τῶν πατέρων
καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
23 εἰ οὖν περιτομὴν λαμβάνει ἄνθρωπος
ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως,
πῶς ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον
ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
24 μὴ κρίνετε κατ' ὄψιν,
ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.
25 Ἔλεγον οὖν τινες ἐκ τῶν
Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν
ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 καὶ ἴδε παρ[ρ]ησίᾳ
λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν.
μήτι ἀληθῶς οἱ ἄρχοντες ἔγνωσαν
ὅτι οὗτός ἐστιν ὁ Χριστός;
27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν:
ὁ δὲ Χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν.
28 ἔκραζεν οὖν ὁ Ἰησοῦς διδάσκων ἐν τῷ ἱερῷ
καὶ λέγων, Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί:
καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα,
ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας με,
ὃν ὑμεῖς οὐ[κ οἴ]δατε: 29 ἐγὼ δὲ οἶδα αὐτόν,
ὅτι παρ' αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέσταλκεν.
30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι,
καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν
τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει
ἡ ὥρα αὐτοῦ. 31 πολλοὶ δὲ ἐπίστευσαν
ἐκ τοῦ ὄχλου εἰς αὐτόν, καὶ ἔλεγαν,
Ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλε[ί]ονα
σημεῖα ποιήσει ὧν οὗτος ποιεῖ;
32Ἤκουσαν δὲ οἱ Φαρισαῖοι
τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ [.],
καὶ ἀπέστειλαν ὑπηρέτας

οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι
ἵνα πιάσωσιν αὐτόν.
33 εἶπεν οὖν ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον
μεθ' ὑμῶν εἰμι καὶ ὑπάγω
πρὸς τὸν πέμψαντά με. 34 ζητήσετέ με
καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγὼ
ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς,
Ποῦ μέλλει οὗτος πορεύεσθαι ὅτι [.] οὐχ εὑρήσομεν
αὐτόν; μὴτι εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων
μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς
Ελληνας; 36 τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν,
ζητήσετέ με καὶ οὐχ εὑρήσετέ ,
καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 Ἐν δὲ τῇ ἡμέρᾳ τῇ μεγάλῃ τῇ ἐσχάτῃ
τῆς ἑορτῆς [ε]ἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραζεν
λέγων, Ἐάν τις διψᾷ ἐρχέσθω
[..] καὶ πινέτω. 38 ὁ πιστεύων εἰς ἐμέ,
καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς
κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος
οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν:
οὔπω γὰρ ἦν τὸ πνεῦμα [τὸ] ἅγιον ἐπ᾽αὐτοῖς,
ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη.
40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες αὐτοῦ
τῶν λόγων τούτων ἔλεγον,
ὄτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης:
41 ἄλλοι ἔλεγον, ὄτι οὗτός ἐστιν ὁ Χριστός:
ἀλλοὶ ἔλεγαν ὄτι, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας
ὁ Χριστὸς ἔρχεται; 42 οὐχεὶ ἡ γραφὴ λέγει
ὅτι ἐκ [.] σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλέεμ
τῆς κώμης ὁ Χριστὸς ἔρχεταις ὅπου ἦν Δαυίδ ;
43 σχίσμα οὖν ἐγένετο εἰς τὸν ὀχλὸν

δι' αὐτόν. 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν
πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς
ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. 45 ἤλθον οὖν
οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς
καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι,
Διὰ τί οὐκ ἠγάγατε αὐτόν;
46 ἀπεκρίθησαν δὲ οἱ ὑπηρέται, Οὐδέποτε οὕτως
ἄνθρωπος ἐλάλησεν ὡς οὗτος λάλει.
47 ἀπεκρίθησαν [.] αὐτοῖς οἱ Φαρισαῖοι,
Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 μή τις ἐκ τῶν ἀρχόντων πιστεύει
εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
49 ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων
τὸν νόμον ἐπικατάρατοί εἰσιν.
50 λέγει Νικόδημος πρὸς αὐτούς, εἷς ὢν ἐξ αὐτῶν,
ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον
51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον
ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ' αὐτοῦ
καὶ ἐπιγνώσθη τί ἐποίησεν;
52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Μὴ καὶ σοι ἐκ τῆς
Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε τὰς γράφας
ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας
οὐκ ἐγείρεται. 53 Καὶ ἐπορεύθησαν
ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ