KATA ΙΩΑΝΝΗΝ VI Codex Bezae Cantabrigiensis




1 - Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης
τῆς Γαλιλαίας εἰς τὰ μέρη τῆς Τιβεριάδος.
2 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς,
ὅτι ἐθεώρουν τὰ σημεῖα
ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
3 ἀνῆλθεν οὖν εἰς τὸ ὄρος Ἰησοῦς,

καὶ ἐκάθήζετο ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
4 ἐγγὺς δὲ ἦν τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.
5 ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς
καὶ θεασάμενος ὅτι ὄχλος πολὺς
ἔρχεται πρὸς αὐτὸν καὶ λέγει πρὸς Φίλιππον,
Πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι;
6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν,
αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.
7 ἀπεκρείνεται αὐτῷ [.] Φίλιππος,
Διακοσίων δηναρίων οὐκ ἀρκοῦσιν αὐτοῖς
ἄρτοι ἵνα ἕκαστος αὐτῶν βραχύ [.] λάβῃ.
8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ,
Ἀνδραίας ὁ ἀδελφὸς Σίμωνος Πέτρου,
9 Ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους
κριθίνους καὶ δύο ὀψάρια:
ἀλλὰ ταῦτα [.] ἐστιν εἰς τοσούτους;
10 εἶπεν οὖν ὁ Ἰησοῦς, Ποιήσατε τοὺς ἀνθρώπους
ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς
ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν [.] ἄνδρες τὸν ἀριθμὸν
ὡς πεντακισχίλιοι.11 ἔλαβεν οὖν τοὺς πέντε ἄρτους
ὁ Ἰησοῦς καὶ ηὐχαριστήσεν καὶ δωκεν
τοῖς μαθηταῖς οἱ δὲ μαθηταῖς τοῖς ἀνακειμένοις,
ὁμοίως δὲ καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.
12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ,
Συναγάγετε τὰ περισσεύσαντα κλάσματα,
ἵνα μή τι ἀπόληται ἐξ αὐτῶν.
13 συνήγαγον δὲ, καὶ ἐγέμισαν
δώδεκα κοφίνους κλασμάτων
ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων
ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.
14 Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν
σημεῖον ἔλεγον ὅτι Οὗτός ἐστιν [.] ὁ προφήτης
ὁ εἰς τὸν κόσμον ἐρχόμενος.

15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι
καὶ ἁρπάζειν αὐτὸν
ἵνα ποιήσωσιν αὐτὸν βασιλέα
ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος
αὐτὸς μόνος, κάκεῖ προσηύχετο.
16 Ὡς δὲ ὀψία ἐγένετο
κατέβησαν οἱ μαθηταὶ αὐτοῦ
ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐvβάντες
εἰς τὸ πλοῖον ἤρχοντο εἰς τὸ πέραν
τῆς θαλάσσης εἰς Καφαρναούμ.
κατέλαβεν δὲ αὐτοὺς ἠ σκοτία
καὶ οὔπω ἐληλύθει ὁ Ἰησοῦς πρὸς αὐτοὺς,
18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος
διηγείρετο. 19 ἐληλακότες οὖν στάδια
ὡσ
εὶ εἴκοσι πέντε ἢ τριάκοντα
θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα
ἐπὶ τῆς θαλάσσης καὶ ἐνγὺς τοῦ πλοίου
γινόμενον, καὶ ἐφοβήθησαν.
20 ὁ δὲ λέγει αὐτοῖς, Ἐγώ εἰμι,
μὴ φοβεῖσθε. 21 ἤθελον οὖν αὐτὸν
λαβεῖν εἰς τὸ πλοῖον, καὶ εὐθέως
τὸ πλοῖον ἐγενήθη ἐπὶ τῆς γῆς
εἰς ἣν ὑπῆγον. 22 Τῇ ἐπαύριον ὁ ὄχλος
ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης
εἶδεν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν
ἐκεῖ εἰ μὴ ἕν εἰς ὃ ἐνέβησαν
οἱ μαθηταὶ αὐτοῦ, Ἰησοῦ
, καὶ ὅτι οὐ συνεισῆλθεν
τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον,
ἀλλὰ μόνον οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·
23 ἄλλων [.] πλοιάρείων ἐλθόντων
ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου,
ὅπου ἔφαγον τὸν ἄρτον [...]·
24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν

ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ,
ἔλαβον ἐαυτοῖς πλοιάρια
καὶ ἦλθον εἰς Καφαρναοὺμ
ζητοῦντες τὸν Ἰησοῦν. 25 καὶ εὑρόντες αὐτὸν
πέραν τῆς θαλάσσης εἶπον αὐτῷ·
Ραββί, πότε ὧδε ἐλήλυθας;
26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν·
Ἀμὴν ἀμὴν λέγω ὑμῖν,
ζητεῖτέ με, οὐχ ὅτι εἴδατε σημεῖα
καὶ τέρατα
, ἀλλ' ὅτι ἐφάγετε
ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην,
ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν
εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου
δίδωσιν ὑμῖν· τοῦτον γὰρ
ὁ πατὴρ ἐσφράγισεν ὁ Θεός.
28 εἶπον οὖν πρὸς αὐτόν· Τί [..] ἐρ[γα]σώμεθα
ἵνα ποιήσωμεν τὰ ἔργα τοῦ Θεοῦ;
29 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς·
Τοῦτό ἐστιν τὸ ἔργον τοῦ Θεοῦ,
ἵνα πιστεύσηται εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
30 εἶπεν οὖν αὐτῷ· Τί οὖν σοι ποιεῖς σημεῖον
ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι;
τί ἐργάζῃ; 31 οἱ πατέρες ἡμῶν
τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ,
καθώς ἐστιν γεγραμμένον ἐστιν·
ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς
φαγεῖν. 32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς·
Ἀμὴν ἀμὴν λέγω ὑμῖν,
οὐ Μωϋσῆς δωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ
οὐρανοῦ, ἀλλὁ πατήρ μου δίδωσιν ὑμῖν
τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
33 ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν

ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ
καὶ ζωὴν διδς τῷ κόσμῳ.
34 Εἶπον οὖν πρὸς αὐτόν· Κύριε,
πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος
τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με
οὐ μὴ πεινάσει πώποτε, καὶ ὁ πιστεύων εἰς ἐμὲ
οὐ μὴ διψάσει πώποτε. 36 ἀλλ' εἶπον ὑμῖν
ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.
37 Πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ, πρὸς ἐμὲ ἥξει,
καὶ τὸν ἐρχόμενον πρὸς με οὐ μὴ ἐκβάλω
[.]· 38 ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ
οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν,
ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,
πατρός. 39 τοῦτο δέ ἐστιν τὸ θέλημα
τοῦ πέμψαντός με, ἵνα πᾶν
ὃ δέδωκεν μοι μὴ ἀπολέσω μηδέν,
ἀλλ᾽ ἵνα,ἀναστήσω αὐτὸ
ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο γάρ ἐστιν
τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν
τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν
αἰώνιον, καὶ ἀναστήσω αὐτὸν
[.] ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
41 Ἐγόγγυζον δὲ οἱ Ἰουδαῖοι περὶ αὐτοῦ
ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἄρτος
ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ,
42 καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν Ἰησοῦς
ὁ υἱὸς τοῦ Ἰωσήφ , οὗ ἡμεῖς οἴδαμεν
τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει ἐαυτόν
[.] ἀπὸ τοῦ οὐρανοῦ καταβεβήκεναι;
43 ἀπεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς,
Μὴ γογγύζετε μετ' ἀλλήλων.
44 οὐδεὶς δύναται ἐλθεῖν πρός με

ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με
ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν
ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον
ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες
διδακτοὶ θεοῦ: πᾶς ὁ ἀκούων παρὰ τοῦ πατρὸς
καὶ μαθὼν ἔρχεται πρὸς με.
46 οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις
εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν
τὸν Θεόν. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν,
ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν
αἰώνιον.48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
49 οἱ πατέρες ὑμῶν ἔφαγον τὸν ἄρτον
ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον:
50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ
καὶ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ
καὶ μὴ ἀποθάνῃ. 51 ἐγώ εἰμι ὁ ἄρτος
ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς:
ἐάν οὖν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου
ζήσει εἰς τὸν αἰῶνα: καὶ ὁ ἄρτος
[.] ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς
τοῦ κόσμου ζωῆς. 52 Ἐμάχοντο οὖν
οἱ Ἰουδαῖοι πρὸς ἀλλήλους λέγοντες,
Πῶς δύναται οὗτος ἡμῖν τὴν
σάρκα δοῦναι [.] φαγεῖν;
53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν
λέγω ὑμῖν, ἐὰν μὴ λάβητε
τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου
καὶ, τὸ αἷμα αὐτοῦ, πίητε
οὐκ ἔχετε ἐν ἑαυτοῖς τὴν ζωὴν.
54 ὁ τρώγων αὐτοῦ τὴν σάρκαν
καὶ πείνων αὐτοῦ τὸ αἷμα
ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν
τῇ ἐσχάτῃ ἡμέρᾳ: 55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις,

[...]. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου
τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.
καθὼς ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί.
ἀμὴν ἀμὴν λέγω ὑμῖν,
ἐὰν μὴ λάβητε τὸ σῶμα τοῦ υἱοῦ
τοῦ ἀνθρώπου ὡς τὸν ἄρτον τῆς ζωῆς,
οὐκ ἔχετε ζωὴν ἐν αὐτῷ

57 καθὼς ἀπέσταλκέν με ὁ ζῶν πατὴρ
κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ λαμβάνων με
κἀκεῖνος ζ δι' ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος
ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐ καθὼς
ἔφαγον οἱ πατέρες ὑμῶν καὶ ἀπέθανον:
ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν
αἰῶνα. 59 Ταῦτα εἶπεν ἐν τῇ συναγωγῇ διδάσκων
ἐν Καφαρναούμ σαββάτῳ
60 Πολλοὶ οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ
ἀκούσαντες
εἶπαν, Σκληρός ἐστιν ὁ λόγος οὗτος:
τίς δύναται αὐτοῦ ἀκούειν; 61 ὠς οὖν ἔγνω ὁ Ἰησοῦς
ὅτι ἐν ἑαυτοῖς γονγύζουσιν περὶ τούτου
οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς,
Τοῦτο ὑμᾶς σκανδαλίζει; 62 ἐὰν οὖν θεωρῆτε
τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα
οὖ ἦν τὸ πρότερον; 63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν,
ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν:
τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν
[.] ζωή ἐστιν. 64 ἀλλὰ ἐξ ὑμῶν εἰσὶν τινες
οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς
τίνες εἰσὶν οἱ μὴ πιστεύοντες
καὶ τίς ἐστιν ὁ παραδιδοὺς αὐτόν.
65 καὶ ἔλεγεν, Διὰ τοῦτο εἴρηκα ὑμῖν
ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με
ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός.
66 Ἐκ τούτου οὖν πολλοὶ [.] τῶν μαθητῶν αὐτοῦ

ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ' αὐτοῦ
περιεπάτουν. 67 εἶπεν δὲ ὁ Ἰησοῦς τοῖς δώδεκα,
Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
68 εἶπεν δὲ αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα
ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις,
69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν σε
ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ.
70 ἀπεκρίθη [.] ὁ Ἰησοῦς λέγων, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα
ἐξελεξάμην; καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν;
71 ἔλεγεν δὲ [.] Ἰούδαν Σίμωνος Σκαριώθ:
οὗτος γὰρ μελλεν παραδιδόναι αὐτόν,
εἷς ἐκ τῶν δώδεκα.