KATA ΙΩΑΝΝΗΝ V Codex Bezae Cantabrigiensis




1 - Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων,
καὶ ἀνέβη [.] Ἰησοῦς εἰς Ἱεροσόλυμα.
2 ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις
ἐν
τῇ προβατικῇ κολυμβήθρα,
[.] _λεγομένη Ἑβραϊστὶ
Βελζεθά, πέντε στοὰς ἔχουσα.
3 ἐν ταύταις οὖν κατέκειντο
πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν,
ξηρῶν, παραλυτικῶν,
ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν
.4 [...]
5 ἦν δέ [.] ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ
ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.
6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον,

καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει,
λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι;
7 λέγει αὐτῷ ὁ ἀσθενῶν·
Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ
τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν·
ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ,
ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
8 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειρε καὶ ἆρον
τὸν κράβαττόν σου καὶ περιπάτει.
9 καὶ [.] ὑγιὴς ἐγένετο ὁ ἄνθρωπος,
καὶ ἐγερθεὶς ἦρεν τὸν κράβαττον αὐτοῦ
καὶ περιεπάτει. ἦν δὲ σάββατον[...]
10 ἔλεγον οὖν οἱ Ἰουδαίοι τῷ τεθεραπευμένῳ·
Σάββατόν ἐστιν καὶ οὐκ ἔξεστίν σοι ἆραι
τὸν κράβαττον σου.
11 [.] ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ,
ἐκεῖνός μοι εἶπεν·
ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
12 ἠρώτησαν [.] αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος
ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου
καὶ περιπάτει; 13 ὁ ἀσθένων οὐκ ᾔδει τίς ἦν·
ὁ γὰρ Ἰησοῦς ἔνευσεν ὄχλου ὄντος
ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα
εὑρίσκει αὐτὸν Ἰησοῦς ἐν τῷ ἱερῷ
καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας·
μηκέτι ἁμάρτανε,
ἵνα μὴ χεῖρόν τι σοί γένηται.
15 ἀπῆλθεν οὖν ὁ ἄνθρωπος καὶ ἀπήγγειλεν
τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν
ὁ ποιήσας με ὑγιῆ.
16 Καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν ἸHN
[...], ὅτι ταῦτα ἐποίει [.] σαββάτῳ.
17 ὁ δὲ Ἰησοῦς ἀπεκρείθη αὐτοῖς·
Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται,

κἀγὼ ἐργάζομαι. 18 διὰ τοῦτο [.] μᾶλλον
οἱ Ἰουδαῖοι
ἐζήτουν αὐτὸν ἀποκτεῖναι,
ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον,
ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν,
ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.
19 ἀπεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς·
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται
ὁ υἱὸς τοῦ ἀνθρώπου ποιεῖν τι ἀφ' ἑαυτοῦ [.],
ἐὰν μή τι βλέπῃ ποιοῦντα τὸν πατέρα ·
ἃ γὰρ [.] ἐκεῖνος ποιήση, ταῦτα καὶ ὁ υἱὸς ποιεῖ
ὁμοίως . 20 ὁ γὰρ πατὴρ ἀγαπᾷ τὸν υἱὸν
καὶ πάντα δείκνύει αὐτῷ ἃ ἃν αὐτὸς ποι ,
καὶ μείζονα τούτων δείκνυσιν αὐτῷ ἔργα,
ἵνα ὑμεῖς θαυμάζητε.
21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς
καὶ ζῳοποιεῖ,
οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.
22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα,
ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ,
23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν
καθὼς τιμῶσι τὸν πατέρα.
ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα
τὸν πέμψαντα αὐτόν.
24 ἀμὴν ἀμὴν λέγω ὑμῖν [.] ὁ τὸν λόγον μου
ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με
ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν
οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν
ἐκ τοῦ θανάτου εἰς [.] ζωήν.
25 ἀμὴν ἀμὴν λέγω ὑμῖν
ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν,
ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς
τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες
ζήσουσιν· 26 ὡς_[.] γὰρ ὁ πατὴρ ὁ ζῶν

ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκεν καὶ τῷ υἱῷ
ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν
αὐτῷ καὶ κρίσιν ποιεῖν,
ὅτι υἱὸς ἀνθρώπου ἐστίν. 28 μὴ θαυμάζετε τοῦτο·
ὅτι ἔρχεται ὥρα
ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις
ἀκούσονται τῆς φωνῆς αὐτοῦ,
29 καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες
εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ [.] φαῦλα πράσσοντες
εἰς ἀνάστασιν κρίσεως.
30 οὐ δύναμαι ἐγὼ ἀπ´ ἐμαυτοῦ
ποιεῖν
οὐδέν. καθὼς ἀκούω κρίνω,
καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν·
ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν,
ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με [.].
31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ,
ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.
32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ,
καὶ οἴδατε ὅτι ἀληθής ἐστιν
ἡ μαρτυρία αὐτοῦ ἣν μαρτυρεῖ περὶ ἐμοῦ.
33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην,
καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ·
34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπων τὴν μαρτυρίαν
λαμβάνω, ἀλλὰ ταῦτα λέγω
ἵνα ὑμεῖς σωθῆτε. 35 ἐκεῖνος ἦν ὁ λύχλον
ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε
ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.
36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν
μείζονα τοῦ Ἰωάννου·
τὰ γὰρ ἔργα ἃ δωκεν μοι
ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ,
μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέστειλεν.
37 καὶ ὁ πέμψας με πατὴρ,
ἐκεῖνος αὐτὸς μαρτυρεῖ περὶ ἐμοῦ.

οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε
οὔτε εἶδος αὐτοῦ ἑωράκατε,
38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε
μένοντα ἐν ὑμῖν , ὅτι ὃν ἀπέσταλκεν ἐκεῖνος,
τούτῳ ὑμεῖς οὐ πιστεύετε.
39 ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε
ἔχειν ἐν
αὐταῖς ζωὴν αἰώνιον ·
καὶ ἐκεῖναί εἰσιν ἀμαρτανοῦσαι περὶ ἐμοῦ·
40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με
ἵνα ζωὴν αἰώνιον ἔχητε.
41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω·
42 ἀλλ' ἔγνωκα ὑμᾶς ὅτι οὐκ ἔχετε
τὴν ἀγάπην τοῦ Θεοῦ ἐν ἑαυτοῖς.
43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου,
καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ
ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθαι.
44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι,
δόξαν παρὰ ἀλλήλων λαμβάνοντες,
καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ
οὐ ζητεῖτε; 45 μὴ δοκεῖτε
ὅτι ἐγὼ κατηγορήσω ὑμᾶς
πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν
Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.
46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε
ἂν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψεν.
47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε,
πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσητε;