KATA ΙΩΑΝΝΗΝ IV Codex Bezae Cantabrigiensis




1 Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ φαρισαῖοι
ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ
καὶ βαπτίζει ἢ Ἰωάννης 2 - καίτοιγε αὐτὸς Ἰησοῦς
οὐκ ἐβάπτιζεν ἀλλ' οἱ μαθηταὶ αὐτοῦ -
3 ἀφῆκεν τὴν Ἰουδαίαν γῆν
καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.
4 ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρίας.
5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρίας
λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου
οὗ ἔδωκεν Ἰακὼβ [.] Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ.
ὁ οὖν Ἰησοῦς κεκοπιακὼς
ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως
ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη.
7 Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρίας ἀντλῆσαι ὕδωρ.
λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός μοι πεῖν·
8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν
εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν.
9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις,
σὺ Ἰουδαῖος ὢν πῶς παρ' ἐμοῦ
πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος [...]
10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ,
Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ
καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πεῖν,
συνήτησας αὐτὸν
καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
11 λέγει αὐτῷ ἡ γυνή, Κύριε, οὔτε ἄντλημα ἔχεις
καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν[.]ἔχεις[.]ὕδωρ[.] ζῶν;
12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ,
ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ
καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν
καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα [.];
13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς ὁ πίνων

ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
14 δὲ πείνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ,
οὐ [.] διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ
ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος
ἁλλομένου εἰς ζωὴν αἰώνιον.
15 λέγει πρὸς αὐτὸν ἡ γυνή,
Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ,
ἵνα μὴ δειψήσω μηδὲ ἔρχωμαι
ἐνθάδε ἀντλεῖν.
16 Λέγει αὐτῇ ὁ Ἰησοῦς, Ὕπαγε
φώνησον τὸν ἄνδρα σου
καὶ ἐλθὲ ἐνθάδε. 17 ἀπεκρίθη ἡ γυνὴ
καὶ εἶπεν [.], ἄνδρα οὐκ ἔχω .
λέγει αὐτῇ ὁ Ἰησοῦς, Καλῶς εἶπας
ὅτι Ἄνδρα οὐκ ἔχεις·
18 πέντε γὰρ ἄνδρας ἔσχες,
καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ·
τοῦτο ἀληθὲς εἴρηκας.
19 λέγει αὐτῷ ἡ γυνή, Κύριε,
θεωρῶ ὅτι προφήτης εἶ [.]
20 οἱ πατέρες ἡμῶν ἐν τῷ
ὄρει τούτῳ προσεκύνησαν·
καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις
ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.
21 λέγει αὐτῇ ὁ Ἰησοῦς, γύναι πίστευέ μοι,
ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τούτῳ τῷ ὄρει
οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί.
22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε·
ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν,
ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
23 ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν,
ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ
προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι
καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ
τοὺς προσκυνοῦντας αὐτόν. 24 πνεῦμα ὁ θεός,
καὶ τοὺς προσκυνοῦντας [.] ἐν πνεύματι
καὶ ἀληθείᾳ προσκυνεῖν δεῖ.

25 λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι Μεσσίας ἔρχεται,
ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος,
ἀναγγελεῖ ἡμῖν πάντα.
26 λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ,
καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς
ἐλάλει· οὐδεὶς μέντοι εἶπεν αὐτῷ,
Τί ζητεῖς; ἤ, Τί λαλεῖς μετ' αὐτῆς;
28 ἀφῆκεν οὖν ἡ γυνὴ τὴν ὑδρίαν αυτῆς
καὶ ἀπῆλθεν εἰς τὴν πόλιν
καὶ λέγει τοῖς ἀνθρώποις,
29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα
ὅσα ἐποίησα· μήτι ἐκεῖνός ἐστιν ὁ Χριστός;
30 καὶ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο
πρὸς αὐτόν. 31 Ἐν τῷ μεταξὺ
ἠρώτων αὐτὸν
οἱ μαθηταὶ λέγοντες, Ῥαββί, φάγε.
32 ὁ δὲ εἶπεν αὐτοῖς, Ἐγὼ βρῶσιν ἔχω φαγεῖν
ἣν ὑμεῖς οὐκ οἴδατε.
33 ἔλεγον δὲ ἐν ἑαυτοῖς οἱ μαθηταὶ,
Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
34 λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν
ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με
καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
35 οὐχ ὑμεῖς λέγετε
ὅτι [.] τετράμηνός ἐστιν
καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν,
ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν
καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν
πρὸς θερισμόν. ἤδη 36 ὁ θερίζων
μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν
εἰς ζωὴν αἰώνιον,
ἵνα καὶ ὁ σπείρων καὶ ὁ θερίζων.

ὁμοῦ χαίρῃ 37 ἐν γὰρ τούτῳ ἐστὶν
ὁ λόγος ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων
καὶ ἄλλος ὁ θερίζων. 38 ἐγὼ ἀπέσταλκα ὑμᾶς
θερίζειν [.] οὐχ ὑμεῖς ἐκοπιάσατε· ἄλλοι
ἐκοπίασαν, καὶ ὑμεῖς
εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης
πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν
τῶν Σαμαριτῶν διὰ τὸν λόγον
τῆς γυναικὸς μαρτυρούσης
ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα.
40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται,
ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς·
καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
41 καὶ πολλῷ πλείους ἐπίστευσαν
διὰ τὸν λόγον αὐτοῦ, 42 τῇ δὲ γυναικὶ ἔλεγον
ὅτι Οὐκέτι διὰ τὴν σὴν μαρτυρίαν
πιστεύομεν· αὐτοῦ γὰρ ἀκηκόαμεν,
καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν
ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Xριστός.
43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν
εἰς τὴν Γαλιλαίαν· 44 αὐτὸς
γὰρ Ἰησοῦς ἐμαρτύρησεν
ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
45 ὡς οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν,
ἐξεδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες
ἐποίησεν ἐν Ἱερουσαλὴμ [.] τῇ ἑορτῇ,
καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
46 Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας,
ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον.
ἦν δὲ τις βασιλικὸς
οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ.
47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας
εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν
καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται

αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν.
48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν,
Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε,
οὐ μὴ πιστεύσητε. 49 λέγει
πρὸς αὐτὸν ὁ βασιλισκός,
Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον [.].
50 λέγει αὐτῷ ὁ Ἰησοῦς, Πορεύου· ὁ υἱός σου ζῇ.
ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ
εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο.
51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος ὑπήντησαν
οἱ δοῦλοι αὐτοῦ καὶ ἤγγειλαν αὐτῷ
ὅτι ὁ υἱός σου ζῇ.
52 ἐπύθετο οὖν τὴν ὥραν παρ' αὐτῶν
ἐν ᾗ κομψότερον ἔσχεν·
καὶ εἶπαν [.] αὐτῷ ὅτι Ἐχθὲς
ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.
53 ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ
ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Ὁ υἱός σου ζῇ,
καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
54 Τοῦτο πάλιν δεύτερον
σημεῖον ἐποίησεν ὁ Ἰησοῦς
ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.