Évangile de Jean, Codex Bezae Cantabrigiensis, chapitre XΧΙ KATA ΙΩΑΝΝΗΝ XΧΙ Codex Bezae Cantabrigiensis

 


1 Μετὰ ταῦτα πάλιν ἐφανέρωσεν ἑαυτὸν [..] 
τοῖς μαθηταῖς αὐτοῦ ἐπὶ τῆς
θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν
δὲ οὕτως. 2 Ἦσαν ὁμοῦ Σίμων Πέτρος
καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος
καὶ Ναθαναὴλ ὃς ἦν ἀπὸ Κανὰ τῆς Γαλιλαίας
καὶ οἱ υἱοί Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν
μαθητῶν αὐτοῦ δύο. 3 λέγει τούτοις
Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν.
λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς
σὺν σοί. ἐξῆλθαν καὶ ἐνέβησαν
εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ
ἐπίασαν οὐδέν.  4 Πρωΐας δὲ ἤδη
γενομένης ἔστη Ἰης ἐπὶ τὸν αἰγιαλόν,
οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ
ὅτι Ἰης ἐστιν. 5 λέγει οὖ[ν] αὐτοῖς ὁ Ἰης·
παιδία, μή τι προσφάγιον ἔχετε;
ἀπεκρίθησαν αὐτῷ· οὔ. 6 ὁ δὲ εἶπεν αὐτοῖς·
βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου
τὸ δίκτυον, καὶ εὑρήσετε.
οἱ δὲ ἔβαλον, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον
ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος
ὃν ἠγάπα Ἰης τῷ Πέτρῳ· ὁ Κς ἐστιν ἤμων.
Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κς ἐστιν
τὸν ἐπενδύτην διεζώσατο,
ἦν γὰρ γυμνός, καὶ ἥλατο [.]
εἰς τὴν θάλασσαν, 8 οἱ δὲ ἄλλοι μαθηταὶ
τῷ πλοιαρίῳ ἦλθαν, οὐ γὰρ ἦσαν
μακρὰν ἀπὸ τῆς γῆς ἀλλ’ ὡς ἀπὸ
πηχῶν διακοσίων, σύροντες τὸ
δίκτυον τῶν ἰχθύων. 9 Ὡς οὖν
ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν

ἀνθρακιὰν κειμένην καὶ ὀψάριον
ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς
ὁ Ἰης· ἐνέγκατε ἐκ τῶν ὀψαρίων ὧν
ἐπιάσατε νῦν. 11 ἀνέβη οὖν Σίμων Πέτρος
καὶ εἵλκυσεν τὸ δίκτυον μεστὸν
ἐπὶ τὴν γῆν μέγων ἰχθύων [..] - ρνγ -·
καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη
τὸ δίκτυον.12 Λέγει αὐτοῖς ὁ Ἰης· δεῦτε
ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν
μαθητῶν ἐξετάσαι αὐτόν· σὺ τίς εἶ;
εἰδότες ὅτι ὁ Κς ἐστιν. 13 ἔρχεται Ἰης
καὶ λαμβάνει τὸν ἄρτον εὐχαριστήσας ἔδωκεν
αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
14 τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰης
τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.
15 Ὅτε οὖν ἠρίστησαν λέγει ὁ Ἰησοῦς τῷ Σίμωνι
Πέτρῳ· Σίμων Ἰωάνου, ἀγαπᾷς με πλέον τούτων;
λέγει αὐτῷ· ναὶ κύριε, σὺ οἶδας ὅτι
φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰης· βόσκε τὰ πρόβατά μου.
16 λέγει αὐτῷ [.] δεύτερον ὁ Κς · Σίμων Ἰωάνου,
ἀγαπᾷς με; λέγει αὐτῷ· ναὶ Κε,
σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε
μου τὰ πρόβατά. 17 λέγει αὐτῷ τὸ τρίτον·
Σίμων Ἰωάνου, φιλεῖς με;
ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ [τὸ τρίτον]· φιλεῖς με;
καὶ λέγει αὐτῷ· κύριε, πάντα σὺ οἶδας,
σὺ γινώσκεις ὅτι φιλῶ σε.
λέγει αὐτῷ· βόσκε τὰ πρόβατά μου. 
18 Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος,
ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου
ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου,
καὶ ἄλλο σε ζωσούσ[ιν] καὶ ἀπάγουσιν σε
ὅπου σύ [οὐ] θέλεις. 19 ταυτὰ δὲ εἶπεν

σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θν.
καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι.
20 Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν
ὃν ἠγάπα [.] Ἰης ἀκολουθοῦντα,
ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ
ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν αὐτῷ ·
Κε, τίς ἐστιν ὁ παραδιδών σε;
21 τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰηῦ·
Κε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ ὁ Ἰης·
ἐὰν αὐτὸν θέλω μένειν οὐτῶς
ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει.
23 ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς
ἀδελφοὺς καὶ ἔδοξαν ὅτι ὁ μαθητὴς
ἐκεῖνος οὐκ ἀποθνῄσκει· καὶ οὐκ εἶπεν  αὐτ
ὁ Ἰης [.] οὐκ ἀποθνῄσκεις ἀλλὰ ἐὰν αὐτὸν
θέλω μένειν ἕως ἔρχομαι [.] πρὸς σέ;
24 Ο[ὗ]τός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν
περὶ τούτων καὶ ὁ γράψας ταῦτα,
καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστίν αὐτοῦ
ἡ μαρτυρία. 25 Ἔστιν δὲ καὶ ἄλλα πολλὰ
ὅσα ἐποίησεν ὁ Χρς Ἰης, ἅτινα
ἐὰν γράφηται καθ’ ἕν, οὐδ’ αὐτὸν
οἶμαι τὸν κόσμον χωρῆσαι
τὰ γραφόμενα βιβλία.

Εὐαγγέλιον κατὰ
ἸΩΑΝΗΝ ἐτελέσθη
ἄρχεται εὐαγγέλιον
κατὰ ΛΟΥΚΑΝ