Évangile de Jean, Codex Bezae Cantabrigiensis, chapitre XΧ KATA ΙΩΑΝΝΗΝ XX Codex Bezae Cantabrigiensis




1 Τῇ δὲ μιᾷ τῶν σαββάτων
Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας

ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει
τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
2 τρέχει οὖν καὶ ἔρχεται
πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον
μαθητὴν ὃν ἐφίλει ὁ Ἰς καὶ λέγει αὐτοῖς·
ἦραν τὸν Κν ἐκ τοῦ μνημείου
καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. 
3Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ [.] ἄλλος μαθητὴς
καὶ ρχοντο εἰς τὸ μνημεῖον.
4 ἔτρεχον δὲ οἱ δύο ὁμοῦ·
καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου
καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,
5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια,
οὐ μέντοι εἰσῆλθεν.
6 ἔρχεται οὖν [.] Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ
καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον,
καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,
7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ,
οὐ μετὰ τῶν ὀθονίων κείμενον
ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
8 τότε οὖν εἰσῆλθεν [.] ὁ ἄλλος μαθητὴς
λθὼν πρῶτος [.] τὸ μνημεῖον
καὶ εἶδεν καὶ οὐκ ἐπίστευσεν· 9 οὐδέπω γὰρ
ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν
ἐκ νεκρῶν ἀναστῆναι. 10 ἀπῆλθον οὖν πάλιν
πρὸς αυτοὺς οἱ μαθηταί.11 Μαρία δὲ εἱστήκει
πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω.
ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον
12 καὶ θεωρεῖ δύο ἀγγέλους [...], ἕνα πρὸς τῇ κεφαλῇ
καὶ ἕνα πρὸς τοῖς ποδίν, ὅπου ἔκειτο
τὸ σῶμα τοῦ Ἰῦ.
13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις;

---------------------------Les pages originelles repartent ici.

τίνα ζητεῖς; λέγει αὐτοῖς ὅτι ἦραν τὸν Κν
μου, καὶ οὐκ οἶδα ποῦ τέθεικαν αὐτόν. 
14 Ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω
καὶ θεωρεῖ τὸν Ἰην ἑστῶτα καὶ οὐκ ᾔδει
ὅτι Ἰης ἐστιν. 15 λέγει αὐτῇ Ἰης· γύναι, τί κλαίεις;
τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ
κηπουρός ἐστιν λέγει αὐτῷ· Κε,
εἰ σὺ ἦρες αὐτόν, εἰπέ μοι ποῦ
τέθεικας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.
16 λέγει αὐτῇ Ἰης· Μαρια. στραφεῖσα δὲ
ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί· ραββωνει,
ὃ λέγεται Κε διδάσκαλε 17 λέγει αὐτῇ Ἰης·
μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα
πρὸς τὸν Πρα μου· πορεύου οὖν πρὸς τοὺς
ἀδελφούς [.] καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω
πρὸς τὸν Πρα μου καὶ πατέρα ὑμῶν
καὶ Θν μου καὶ Θν ὑμῶν. 
18 Ἔρχεται Μαρια ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα
τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἑώρακεν τὸν Κν,
καὶ εἶπεν αὐτῇ ἐμήνυσεν αὐτοῖς.
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ
τῇ μιᾷ τῶν σαββάτων καὶ τῶν θυρῶν
κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ
διὰ τὸν φόβον τῶν Ἰουδαίων,
ἦλθεν [.] Ἰης καὶ ἔστη εἰς τὸ μέσον
καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
20 καὶ τοῦτο εἰπὼν ἔδειξεν τὰς χεῖρας
καὶ τὴν πλευρὰν αὐτοῖς. ἐχάρησαν οὖν
οἱ μαθηταὶ αὐτοῦ ἰδόντες τὸν Kν.
21 εἶπεν οὖν αὐτοῖς πάλιν· εἰρήνη ὑμῖν·
καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ
ἀποστέλλω ὑμᾶς. 22 [.] τοῦτο εἰπὼν
ἐνεφύσησεν αὐτοῖς καὶ λέγει αὐτοῖς·

λάβετε πνεῦμα ἅγιον· 23 ἐάν τινων ἀφῆτε
τὰς ἁμαρτίας ἀφέωνται αὐτοῖς,
ἐάν τινων κρατήσετε κεκράτηνται.
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν - ιβ -, [.] λεγόμενος
Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν
Ἰης. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί·
ὅτι ἑωράκαμεν τὸν Kν. ὁ δὲ εἶπεν αὐτοῖς·
ἐὰν μὴ ἴδω εἰς τὰς χεῖρας αὐτοῦ
τὸν τύπον τῶν ἥλων καὶ βάλω μου
τὰς χεῖρας εἰς τὴν πλευρὰν αὐτοῦ

καὶ βάλω μου τὸν δάκτυλόν εἰς τὸν τύπον
τῶν ἥλων , οὐ μὴ πιστεύσω.
26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω
οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν.
ἔρχεται οὖν ὁ Ἰης τῶν θυρῶν
κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον
καὶ εἶπεν· εἰρήνη ὑμῖν. 27 εἶτα λέγει
τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε
καὶ ἴδε τὰς χεῖράς μου καὶ φέρε
τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου,
καὶ μὴ ἴσθι ἄπιστος ἀλλὰ πιστός.
28 ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ·
ὁ Κς [.] καὶ ὁ Θς, Θς μου.
29 λέγει αὐτῷ ὁ Ἰης· ὅτι ἑώρακάς με
πεπίστευκας. μακάριοι οἱ μὴ ἰδόντες
καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν
καὶ ἄλλα σημεῖα ἐποίησεν [.] Ἰης
ἐνώπιον τῶν μαθητῶν αὐτοῦ,
ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ
βιβλ τούτῳ· 31 ταῦτα δὲ γέγραπται
ἵνα πιστεύσητε ὅτι Ἰης [.] Χρς [.] υἱὸς ἐστιν
τοῦ Θῦ, καὶ ἵνα πιστεύοντες ζωὴν
αἰώνιον ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.