Évangile de Jean, Codex Bezae Cantabrigiensis, chapitre XVIII KATA ΙΩΑΝΝΗΝ XVIII Codex Bezae Cantabrigiensis




1 Ταῦτα εἰπὼν Ἰης ἐξῆλθεν σὺν τοῖς
μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου
τοῦ Κέδρου ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν
αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. 2 Ἤδει δὲ καὶ

Ἰούδας ὁ παραδιδὼν αὐτὸν τὸν τόπον,
ὅτι πολλάκις συνήχθη ἐκεῖ Ἰης
μετὰ τῶν μαθητῶν αὐτοῦ. 3 ὁ οὖν Ἰούδας
λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων
καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται
ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων
καὶ ὅπλων. 4Ἰης δὲ εἰδὼν πάντα τὰ
ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν καὶ λέγει
αὐτοῖς· τίνα ζητεῖτε; 5 ἀπεκρίθησαν αὐτῷ·
Ἰην τὸν Ναζαρηνόν. λέγει αὐτοῖς· ἐγώ εἰμι.
εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν
μετ’ αὐτῶν. 6 ὡς οὖν εἶπεν αὐτοῖς· ἐγώ εἰμι,
ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. 
7 Πάλιν οὖν αὐτούς ἐπηρώτησεν λέγων·
τίνα ζητεῖτε; οἱ δὲ εἶπαν πάλιν Ἰην τὸν
Ναζωραῖον. 8 ἀπεκρίθη αὐτοῖς ὁ Ἰης·
εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. εἰ οὖν ἐμὲ
ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· 9 ἵνα
πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς
δωκάς μοι [.] ἐξ αὐτῶν οὐδένα ἀπώλεσα.  
10 τότε Σίμων Πέτρος ἔχων μάχαιραν
εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν δοῦλον
τοῦ ἀρχιερέως καὶ ἀπέκοψεν αὐτοῦ
τὸ ὠτίον τὸ δεξιόν· ἦν δὲ τὸ ὄνομα
τοῦ δούλοῦ ἐκείνου Μάλχος. 11 εἶπεν οὖν
ὁ Ἰης τῷ Πέτρῳ· βάλε τὴν μάχαιραν εἰς τὴν
θήκην· τὸ ποτήριον ὃ δωκέν μοι
ὁ πατὴρ οὐ μὴ πίω αὐτό ; 12 Ἡ οὖν σπεῖρα
καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν
Ἰουδαίων συνέλαβον τὸν Ἰην
καὶ ἔδησαν αὐτὸν 13 καὶ ἤγαγον πρὸς Ἅνναν
πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊφα,
ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου·

------------------------Pages réécrites dans l'atelier de Florus au IXs :

14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις
ὅτι συμφέρει ἕν[α] ἄνθρωπον ἀποθανεῖν
ὑπὲρ τοῦ λαοῦ. 15Ἠκολούθει δὲ τῷ Ἰηῦ Σίμων Πέτρος
καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος
ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰηῦ
εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως,
16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω.
ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος
ὃς ἦν γνωστὸς τ ἀρχιερει
καὶ εἶπεν τῇ θυρωρῷ
καὶ εἰσήγαγεν τὸν Πέτρον.
17 λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ·
μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ Ἄνου τούτου;
λέγει ἐκεῖνος· οὐκ εἰμί.
18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν
πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο·
ἦν δὲ [.] μετ’ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θέρμενος.
19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰην
περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
20 ἀπεκρίθη αὐτῷ Ἰης· ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ,
ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ,
ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται,
καὶ ἐ[ν] κρυπτῷ ἐλάλησα οὐδέν. 21 τί με ἐπερωτᾷς;
περώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς·
ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς τῶν ὑπηρετῶν παρεστηκὼς
ἔδωκεν ῥάπισμα τῷ Ἰηῦ εἰπών·
οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; 23 ἀπεκρίθη αὐτῷ Ἰης·
εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ·
εἰ δὲ καλῶς, τί με δέρεις; 24 ἀπέστειλεν [.] αὐτὸν ὁ Ἅννας
δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
25Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θέρμενος.
εἶπον οὖν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;

ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν· οὐκ εἰμί.
26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως,
συνγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον·
οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ;
27 πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως
ἀλέκτωρ ἐφώνησεν. 28 Ἄγουσιν οὖν τὸν Ἰην
ἀπὸ τοῦ Καϊφα εἰς τὸ πραιτώριον·
ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον,
ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα. 
29 Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος [.] πρὸς αὐτοὺς καὶ εἶπεν·
τίνα κατηγορίαν φέρετε κατὰ τοῦ Ἄνου τούτου;
30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· εἰ μὴ ἦν οὗτος
κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
31 εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς
καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.
εἶπον δὲ αὐτῷ οἱ Ἰουδαῖοι· ἡμῖν οὐκ ἔξεστιν
ἀποκτεῖναι οὐδένα· 32 ἵνα ὁ λόγος τοῦ Ἰηῦ πληρωθῇ
ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
33 Εἰσῆλθον οὖν πάλιν εἰς τὸ πραιτώριον [.] Πιλᾶτος
καὶ ἐφώνησεν τὸν Ἰην καὶ εἶπεν αὐτῷ·
σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; 34 καὶ ἀπεκρίνατο 
Ἰης· ἀφ᾽ εαυτοῦ [.] τοῦτο λέγεις ἢ ἄλλοι
εἶπόν σοι περὶ ἐμοῦ; 35 ἀπεκρίθη ὁ Πιλᾶτος· μήτι ἐγὼ
Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ [.] ἀρχιερεῖς
παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36 ἀπεκρίθη Ἰης·
ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου·
εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ ἐμή βασιλεία,
οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο ἵνα μὴ παραδ τοῖς
Ἰουδαίς· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· οὐκοῦν βασιλεὺς εἶ σύ;
ἀπεκρίθη ὁ Ἰης· σὺ λέγεις ὅτι βασιλεύς εἰμι.
ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα
εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ·
πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
38 λέγει αὐτῷ ὁ Πιλᾶτος· τί ἐστιν ἀλήθεια;

Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους
καὶ λέγει αὐτοῖς· ἐγὼ οὐδεμίαν αἰτίαν ἐν αὐτῷ εὑρίσκω.
39 ἔστιν δὲ συνήθεια ὑμῖν
ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα·
βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
40 ἐκραύγασαν οὖν πάλιν λέγοντες πάντες· μὴ τοῦτον
ἀλλὰ [.] Βαραββᾶν. ἦν δὲ [.] Βαραββᾶς λῃστής.