Évangile de JEAN, Codex Bezae Cantabrigiensis, chapitre XVII KATA ΙΩΑΝΝΗΝ XVII Codex Bezae Cantabrigiensis

 


1 Ταῦτα ἐλάλησεν Ἰησοῦς καὶ ἐπάρας
τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν
εἶπεν·    Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν
σου τὸν υἱόν, ἵνα ὁ υἱὸς σου δοξάσῃ σέ,
2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης
σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ
ἔχῃ ζωὴν αἰώνιον. 3 αὕτη δέ ἐστιν
ἡ αἰώνιος ζωὴ ἵνα γινώσκουσιν σὲ
τὸν μόνον ἀληθινὸν Θν καὶ ὃν
ἀπέστειλας Ἰην Χρν εἰς τοῦτον τὸν κόσμον.
4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς
καὶ τὸ ἔργον ἐτελειώσαδωκάς μοι
ἵνα ποιήσω· 5 καὶ νῦν δόξασόν με
σύ, Πατήρ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον
παρὰ σοι πρὸ τοῦ γένεσθαι τὸν κόσμον.
6 Ἐφανέρωσά τὸ ὄνομα σου τοῖς ἀνθρώποις

οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου.
σοὶ ἦσαν καὶ μοὶ αὐτοὺς ἔδωκας
καὶ τὸν λόγον σου τετήρηκαν.
7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι
παρὰ σοῦ ἐστιν· 8 ὅτι τὰ ῥήματα σου
ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ
ἔλαβον [..] ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον,
καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
9 Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ, οὐ περὶ τοῦ
κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δωκάς μοι,
ὅτι σοί εἰσιν, 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν
καὶ τὰ σὰ ἐμά ἐστίν, καὶ ἐδόξασας με ἐν αὐτοῖς.
11 καὶ οὐκέτι εἰμὶ ἐν τούτῶ τῷ κόσμῳ,
καὶ οὖτοὶ ἐν τῷ κόσμῳ εἰσίν,
κἀγὼ πρὸς σὲ ἔρχομαι. οὐκέτι εἰμὶ ἐν τῷ
κόσμῳ καὶ ἐν
τῷ κόσμῳ εἰμί.
Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου
καὶ ὅτε ἤμην μετ’αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς
ἐν τῷ ὀνόματί σου ὅ
δέδωκάς μοι,
ἵνα ὦσιν ἐν καθώς ἡμεῖς  12 ὁτέ ἤμην μετ’αὐτῶν ἐγὼ
ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματι σου
οὗς δέδωκάς μοὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν
ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας,
ἵνα ἡ γραφὴ πληρωθῇ. 13 νῦν δὲ
πρὸς σὲ ἔρχομαι καὶ ταῦτα λαλῶ ἐν τουτῷ τῷ κόσμῳ
ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν
πεπληρωμένην ἐν αὐτοῖς. 14 ἐγὼ δὲ
δωκα  τὸν λόγον σου ἐν αὐτοῖς
καὶ ὁ κόσμος μείσει αὐτούς, ὅτι οὐκ εἰσὶν
ἐκ τούτου τοῦ κόσμου [...]. 15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς
αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ἵνα τηρήσῃς
αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16 ἐκ τούτου τοῦ κόσμου
οὐκ εἰσὶν καθὼς κἀγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.

17 ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ·
ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. 18 καθὼς ἐμὲ
ἀπέστειλας εἰς τοῦτον τὸν κόσμον, κἀγὼ
ἀπέστειλα αὐτοὺς εἰς τοῦτον τὸν κόσμον·
19 καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν,
ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι
ἐν ἀληθείᾳ. 20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ
μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων
διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, 21 ἵνα πάντες
ἓν ὦσιν, καθὼς σύ, Πατήρ, ἐν ἐμοὶ
κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν,
ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με
ἀπέστειλας. 22 κἀγὼ τὴν δόξαν ἣν
δωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν τὸ ἓν
καθὼς ἡμεῖς ἕν· 23 σὺ ἐν ἐμοί κἀγὼ ἐν αὐτοῖς,
ἵνα ὦσιν τετελειωμένοι
εἰς τὸ ἕν, ἵνα γινώσκῃ ὁ κόσμος
ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησα αὐτοὺς
καθὼς σὺ με ἠγάπησας.
24 Πάτερ, ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ
κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν
τὴν δόξαν [..], ἣν δέδωκάς μοι ὅτι ἠγάπησάς με
πρὸ καταβολῆς κόσμου. 25 Πάτερ δίκαιε,
[.] ὁ κόσμος τούτος σε οὐκ ἔγνω, ἐγὼ δέ σε
ἔγνωκα καὶ οὗτοι ἔγνωσαν
ὅτι σύ με ἀπέστειλας· 26 καὶ ἐγνώρισα
αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω,
ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ
κἀγὼ ἐν αὐτοῖς.