Évangile de JEAN, Codex Bezae Cantabrigiensis, chapitre XVI KATA ΙΩΑΝΝΗΝ XVI Codex Bezae Cantabrigiensis




1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.
2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς·
ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας
ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.
3 καὶ ταῦτα ποιήσουσιν ὑμῖν ὅτι οὐκ
ἔγνωσαν τὸν Πρα οὐδὲ ἐμέ.
4 [.] ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ
ἡ ὥρα [.] μνημονεύ(η)τε [.] ὅτι
ἐγὼ εἶπον ὑμῖν.Ταῦτα δὲ ἐξ ἀρχῆς
ὑμῖν οὐκ εἶπον, ὅτι μεθ᾿ ὑμῶν ἤμην.
5 Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντα με,
καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με·
ποῦ ὑπάγεις; 6 ἀλλ᾿ὅτι ταῦτα λελάληκα

ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν
τὴν καρδίαν. 7 ἀλλ᾿ ἐγὼ τὴν ἀλήθειαν
λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα
ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω,
ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς·
ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον
περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης
καὶ περὶ κρίσεως· 9 περὶ ἁμαρτίας μέν,
ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
10 περὶ δικαιοσύνης δέ,
ὅτι πρὸς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι
θεωρεῖτε με· 11 περὶ δὲ κρίσεως,
ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
12 Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν,
ἀλλ᾿ οὐ δύνασθε αὐτὰ βαστάζειν ἄρτι·
13 ὅταν [.] ἔλθῃ ἐκεῖνος, τὸ Πνα
τῆς ἀληθείας, ἐκεῖνος ὑμᾶς ὁδηγήσει
ἐν τῇ ἀληθείᾳ πάσῃ· οὐ γὰρ λαλήσει
ἀφ᾿ ἑαυτοῦ, ἀλλ᾿ὅσα ἀκούσει λαλήσει
καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 ἐκεῖνος
ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται
καὶ ἀναγγελεῖ ὑμῖν. 15 πάντα ὅσα
ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο
εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει
καὶ ἀναγγελεῖ ὑμῖν. 16 Μικρὸν
καὶ οὐκέτι θεωρεῖτε με,
καὶ πάλιν μικρὸν καὶ ὄψεσθε με.
17 εἶπoν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ
πρὸς ἀλλήλους· τί ἐστιν τοῦτο ὃ λέγει
ἡμῖν· μικρὸν καὶ οὐκέτι ὄψεσθε με,
καὶ πάλιν μικρὸν καὶ ὄψεσθε με; καί· ὅτι
ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα; 18 […]τί ἐστιν τοῦτο [.]

τὸ μικρόν; οὐκ οἴδαμεν ὁ λέγει.
19 Ἔγνω ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν
ἐπερωτῆσαι περὶ τούτου , καὶ εἶπεν
αὐτοῖς· περὶ τούτου ζητεῖτε
μετ᾿ ἀλλήλων ὅτι εἶπον· μικρὸν
καὶ οὐ θεωρεῖτε με, καὶ πάλιν
μικρὸν καὶ ὄψεσθε με;
20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε
καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται·
ὑμεῖς λυπηθήσεσθε, ἀλλὰ ἡ λύπη ὑμῶν
εἰς χαρὰν γενήσεται.
21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι
ἦλθεν ἡ ἡμέρα αὐτῆς· ὅταν δὲ γεννήσῃ
τὸ παιδίον, οὐκέτι μνημονεύει
τῆς λύπης διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη
ἄνθρωπος εἰς τὸν κόσμον. 22 καὶ ὑμεῖς οὖν
νῦν μὲν λύπην ἔξετε· πάλιν δὲ
ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία,
καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αρει ἀφ᾿ ὑμῶν.
23 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν.
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τι αἰτήσητε
τὸν πατέρα ἐν τῷ ὀνόματι μου δώσει ὑμῖν.
24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ
ὀνόματι μου· αἰτεῖτε καὶ λήμψεσθε,
ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν·
ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις
λαλήσω ὑμῖν, ἀλλὰ ἐν παρρησίᾳ περὶ τοῦ
πατρὸς ἀπαγγελῶ ὑμῖν. 26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
ἐν τῷ ὀνόματι μου αἰτήσεσθε,
καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω
τὸν πατέρα μου περὶ ὑμῶν· 27 αὐτὸς γὰρ
ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ

πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ
παρὰ τοῦ πατρὸς ἐξῆλθον. 28 […] καὶ ἦλθον
εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον
καὶ πορεύομαι πρὸς τὸν πατέρα. 29 Λέγουσιν αὐτῷ
οἱ μαθηταὶ αὐτοῦ· ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς
καὶ παροιμίαν οὐδεμίαν λέγεις.
30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν
ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν
ὅτι παρὰ θεοῦ ἐξῆλθες. 31 ἀπεκρίθη αὐτοῖς
Ἰησοῦς· ἄρτι πιστεύετε; 32 ἰδοὺ ἔρχεται ὥρα
καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε
ἕκαστος εἰς τὰ ἴδια καὶ ἐμὲ μόνον
ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι
ὁ πατὴρ μετ᾿ ἐμοῦ ἐστιν. 33 ταῦτα λελάληκα
ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε.
ἐν τῷ κόσμῳ θλῖψιν ἔξετε·
ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον