Evangile de Jean selon le Codex Bezae Cantabrigiensis chapitre XIV ΚΑΤΑ ΙΩΑΝΝΗV ΧΙV Codex Bezae Cantabrigiensis

ô


1 Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ
Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία·
πιστεύετε εἰς τὸν Θν, καὶ εἰς ἐμὲ
πιστεύετε. 2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου
μοναὶ πολλαί εἰσίν· εἰ δὲ μή, εἶπον ἂν
ὑμῖν· ὅτι πορεύομαι ἑτοιμάσαι
τόπον ὑμῖν ; 3 κἂν πορευθῶ [.] ἑτοιμάσαι
τόπον ὑμῖν, ἔρχομαι πάλιν
καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν,
ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἔσθαι.
4 καὶ ὅπου [.] ὑπάγω οἴδατε καὶ τὴν ὁδόν οἴδατε.
5 Λέγει αὐτῷ Θωμᾶς, ὁ λεγόμενος Δίδυμος·

Κε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς τὴν
ὁδόν οἴδαμεν; 6 λέγει αὐτῷἸης·
ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή·
οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ.
7 εἰ ἐγνώκατέ μέ, καὶ τὸν πατέρα μου
γνώσεσθε· καὶ ἀπάρτι γινώσκετε αὐτὸν
καὶ ἑωράκατε αὐτόν. 8 Λέγει αὐτῷ Φίλιππος·
Κε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν.
9 λέγει αὐτῷ Ἰης· τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν
εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;
ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα·
καὶ πῶς σὺ λέγεις· δεῖξον ἡμῖν τὸν πατέρα;
10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ
καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν;
τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν
ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ἐν ἐμοὶ
μένων ποιεῖ τὰ ἔργα αὐτοῦ. 11 πιστεύετέ μοι
ὅτι ὁ πατὴρ ἐν ἐμοί κάγὼ ἐν τῷ πατρὶ.
εἰ δὲ μήγε, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε.
12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων
εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος
ποιήσει, καὶ μείζονα τούτων ποιήσει·
ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι·
13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου
τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ
ἐν τῷ υἱῷ· 14 ν τι αἰτήσητέ ἐν τῷ ὀνόματί μου
ἐγὼ ποιήσω. 15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς
τὰς ἐμὰς τηρήσατε· 16 κἀγὼ ἐρωτήσω τὸν
πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν,
ἵνα μένῃ εἰς τὸν αἰῶνα μεθ᾽ὑμῶν τὸ,
17 τὸ Πνα τῆς ἀληθείας, ὃ ὁ κόσμος
οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸν
οὐδὲ γινώσκει αὐτόν· ὑμεῖς δὲ

γινώσκετε αὐτόν, ὅτι παρ’ ὑμῖν μένει
καὶ ἐν ὑμῖν ἔσται. 18 οὐκ ἀφήσω ὑμᾶς
ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς.
19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι
θεωρεῖ· ὑμεῖς δὲ θεωρεῖτέ με,
ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε.
20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς
ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς
ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων
τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς,
ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ
ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ
πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν
καὶ ἐμφωνήσω αὐτῷ ἐμαυτόν.
22 Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ ἀπὸ Καρυώτου·
Κε, [.] τί ἐστιν ὅτι μέλλεις ἡμῖν
ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;
23 ἀπεκρίθη Ἰης καὶ εἶπεν αὐτῷ· ἐάν τις
ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει,
καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτὸν,
καὶ πρὸς αὐτὸν ἐλευσόμαι καὶ πρὸς
αὐτὸν μονὴν ποιησόμαι. 24 ὁ μὴ
ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρήσεῖ·
καὶ ὁ λόγος ὁ ἐμὸς ὃν ἀκούετε
οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με
πατρός. 25 Ταῦτα λελάληκα ὑμῖν
παρ’ ὑμῖν μένων· 26 ὁ δὲ παράκλητος,
τὸ Πνα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ μου
ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς
διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς
πάντα ἃ ἂν εἶπω ὑμῖν. 27 εἰρήνην
ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι
ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν

ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω
ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.
28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· ὑπάγω
καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ γαπᾶτέ με
ἐχάρητε ἄν, ὅτι πορεύομαι πρὸς τὸν Πρα,
ὅτι ὁ Παρ μείζων μού ἐστιν. 29 καὶ νῦν
εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν
γένηται πιστεύσητε μοι. 30 οὐκέτι πολλὰ
λαλήσω μεθ’ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ
κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει
οὐδέν εὐρεῖν, 31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος
ὅτι ἀγαπῶ τὸν Πρα, καὶ καθὼς ἐνετείλατο μοι
[..], οὕτως ποιῶ. ἐγείρεσθε, ἄγωμεν
ἐντεῦθεν.