Εvangile de Luc selon le Codex Bezae Cantabrigiensis, chapitre XIII ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΧΙΙΙ Codex Bezae Cantabrigiensis




1 Πρὸ δὲ τῆς ἑορτῆς
τοῦ πάσχα εἰδὼς ὁ Ἰης ὅτι παρῆν αὐτοῦ
ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου
τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς
ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος
ἠγάπησεν αὐτούς. 2 καὶ δείπνου γενομένου,
τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν
Ἰούδα Σίμωνος ἀπὸ Καρυώτου ἵνα παραδαὐτὸν,
3 εἰδὼς [.] ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ
εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θῦ ἐξῆλθεν
καὶ πρὸς τὸν Θν ὑπάγει, 4 ἐγείρεται
ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια,
αὐτοῦ καὶ λαβὼν λέντιον διέζωσεν
ἑαυτόν. 5 εἶτα λαβὼν ὕδωρ βάλλει εἰς τὸν
νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας
τῶν μαθητῶν αὐτοῦ καὶ ἐκμάσσειν
τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
6 ἔρχεται οὖν πρὸς τὸν Πέτρον Σίμωνα,
[.] λέγει αὐτῷ ἐκεῖνος· Κε, σύ μου νίπτεις

τοὺς πόδας; 7 ἀπεκρίθη Ἰης καὶ εἶπεν αὐτῷ·
Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι,
γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ Πέτρος·
Κε οὐ μὴ μου νίψῃς τοὺς πόδας εἰς τὸν αἰῶνα.
ἀπεκρίθη Ἰης [..]· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις
μέρος μετ' ἐμοῦ. 9 λέγει αὐτῷ [.] Πέτρος·
Κε, μὴ μόνον τοὺς πόδας μου , ἀλλὰ καὶ τὰς
χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ
ὁ Ἰης· Ὁ λελουμένος οὐ χρείαν ἔχει τὴν κεφαλήν
νίψασθαι εἰ μὴ τοὺς πόδας μόνον,
[.] ἔστιν γὰρ καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί
ἐστε, ἀλλ' οὐχὶ πάντες. 11 ᾔδει γὰρ Ἰης
τὸν παραδιδόντα αὐτόν· [...] 12 Ὅτε οὖν ἔνιψεν
τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια [..]
ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς·
Γινώσκετε τί πεποίηκα ὑμῖν;
13 ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος καὶ ὁ Κς,
καὶ καλῶς λέγετε· εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ
ἔνιψα τοὺς πόδας ὑμῶν, ὁ Κς καὶ ὁ Διδάσκαλος,
πόσῳ μᾶλλον καὶ ὑμεῖς ὀφείλετε
ἀλλήλων νίπτειν τοὺς πόδας.
15 ὑπόδειγμα γὰρ έδωκα ὑμῖν, ἵνα
καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς
ποιεῖτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν,
οὐκ ἔστιν δοῦλος μείζων τοῦ Κυ αὐτοῦ,
οὐδὲ ἀπόστολος μείζων τοῦ
πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε,
μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα
οὓς ἐξελεξάμην· ἀλλ' ἵνα πληρωθῇ,
ἡ γραφὴ ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον
ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ.
19 ἀπ' ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι,

ἵνα ὅταν γένηται πιστεύσηται ὅτι ἐγώ εἰμι.
20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων
άν τινα πέμψω, ἐμὲ λαμβάνει,
καὶ ὁ λαμβάνων ἐμὲ λαμβάνει
τὸν πέμψαντά με. 21 Ταῦτα εἰπὼν ὁ Ἰης
ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησεν καὶ εἶπεν·
Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν
παραδώσει με. 22 ἔβλεπον οὖν εἰς ἀλλήλους
οἱ μαθηταὶ, ἀποροῦντες περὶ τίνος λέγει.
23 ἦν δὲ ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν
αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν καὶ ἠγάπα
ὁ Ἰης· 24 νεύει οὖν τούτῳ Σίμων Πέτρους
πυθέσθαι· Τίς ἂν εἴη οὖτος περὶ οὗ λέγει;
25 ἐπιπεσὼν οὖν ἐκεῖνος ἐπὶ τὸ στῆθος
τοῦ Ἰηῦ λέγει αὐτῷ· Κε, τίς ἐστιν;
26 ἀποκρίνεται αὐτῷ ὁ Ἰης καὶ λέγει·
Ἐκεῖνός ἐστιν ᾧ ἂν ἐγὼ ἐνβάψας
τὸ ψωμίον ἐπιδώσω. καὶ βάψας [.]
τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος
ἀπὸ Καρυώτου. 27 καὶ [...]εἰσῆλθεν εἰς ἐκεῖνον
[.] σατανᾶς. καὶ λέγει αὐτῷ ὁ Ἰης·
Ὃ ποιεῖς, ποίησ[ον] τάχιον. 28 τοῦτο δὲ
οὐδεὶς ἔγνω τῶν ἀνακειμένων
πρὸς τί εἶπεν αὐτῷ· 29 τινὲς γὰρ ἐδόκουν,
ὅτι τὸ γλωσσόκομον εἶχεν Ἰούδας,
ὅτι λέγει αὐτῷ ὁ Ἰης, ἀγόρασον ὧν
χρείαν ἔχομεν εἰς τὴν ἑορτήν,
ἢ τοῖς πτωχοῖς ἵνα τι δοῖ. 30 λαβὼν οὖν
τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς·
ἦν δὲ νύξ. 31 Ὅτε οὖν ἐξῆλθεν, λέγει Ἰης·
Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου,
καὶ ὁ Θς ἐδοξάσθη ἐν αὐτῷ.
32 καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς

δοξάσει αὐτόν. 33 τεκνία, ἔτι
μικρὸν μεθ' ὑμῶν εἰμι· ζητήσετέ με,
καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις
ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε
ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν
ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς κάγὼ
ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς
ἀγαπᾶτε ἀλλήλους. 35 ἐν τούτῳ γὰρ
γνώσονται πάντες ὅτι ἐμοὶ
μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε
ἐν ἀλλήλοις. 36 λέγει αὐτῷ Σίμων Πέτρος·
Κε, ποῦ ὑπάγεις; λέγει αὐτῷ ὁ Ἰης·
Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι συν
ἀκολουθῆσαι ἄρτι, ὕστερον δὲ μοι.
ἀκολουθήσεις 37 λέγει αὐτῷ [.]· Κε,
διατί οὐ δύναμαί σοι νῦν ἀκολουθῆσαι;
ἄρτι τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
38 ἀπεκρίθη [..] Ἰης καὶ εἶπεν αὐτῷ· Τὴν ψυχήν σου
ὑπὲρ ἐμοῦ θήσεις ; ἀμὴν ἀμὴν λέγω σου,
ὅτι οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ
ἀρνήσῃ με τρίς.