ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΧΙΙ Codex Bezae Cantabrigiensis




1 Ὁ οὖν Ἰης πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα
ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος,
ὁ τεθνηκὼς ὃν ἤγειρεν ἐκ νεκρῶν
Ἰησοῦς. 2 καὶ ἐποίησαν [.] αὐτῷ δεῖπνον ἐκεῖ,
καὶ διηκόνει [.] Μάρθα, ὁ δὲ Λάζαρος
εἷς ἦν [.] τῶν ἀνακειμένων σὺν αὐτῷ.
3 ἡ οὖν Μαρία λαμβάνει λίτραν πιστικῆς μύρου
[.] πολυτίμου καὶ ἤλειψεν τοὺς πόδας
τοῦ Ἰηῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς
τοὺς πόδας αὐτοῦ· καὶ ἡ οἰκία ἐπληρώθη
ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4 λέγει οὖν
εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας
ἀπὸ Καρυώτου, ὅς ἤμελλεν παραδοῦναι
αὐτὸν , 5 Διατί τοῦτο τὸ μύρον οὐκ
ἐπράθη τριακοσίων δηναρίων καὶ
ἐδόθη τοῖς πτωχοῖς ; 6 τοῦτο δὲ εἶπεν
οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν
αὐτῷ ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ
γλωσσόκομον ἔχων τὰ βαλλόμενα
ἐβάσταζεν. 7 εἶπεν οὖν ὁ Ἰης·
ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ
ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό·
8 [...]. 9 [..] ὄχλος δέ πολὺς ἐκ τῶν Ἰουδαίων
ἤκουσαν ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθαν
οὐ διὰ τὸν Ἰην [.], ἀλλ’ ἵνα [.] τὸν Λάζαρον
ἴδωσιν, ὃν ἤγειρεν Ἰης ἐκ τῶν νεκρῶν.
10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα
καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,
11 ὅτι πολλοὶ τῶν Ἰουδαίων δι’ αὐτὸν
ὑπῆγον καὶ ἐπίστευον εἰς τὸν Ἰην.
12 τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν
εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι
ἔρχεται Ἰης εἰς Ἱερουσαλὴμ, 13 ἔλαβον

τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον
εἰς συνάντησιν αὐτοῦ, καὶ ἐκραύγαζον
λέγοντες · Ὡσαννά· εὐλογητὸς
ὁ ἐρχόμενος ἐν ὀνόματι Κυ [.] ὁ βασιλεὺς
τοῦ Ἰστραήλ. 14 εὑρὼν δὲ ὁ Ἰης ὀνάριον
ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον·
15 μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς
σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.
16 ταῦτα δὲ οὐκ ἐνοήσαν οἱ μαθηταὶ αὐτοῦ
τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰης
τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν
περὶ αὐτοῦ γεγραμμένα καὶ ταῦτα
ἐποίησαν αὐτῷ. 17 ἐμαρτύρει οὖν
ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτι τὸν Λάζαρον
ἐφώνησεν ἐκ τοῦ μνημείου
καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
18 διὰ τοῦτο καὶ ὑπήντησαν αὐτῷ
ὄχλοι, ὅτι ἤκουσαν τοῦτο αὐτὸν
πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν
Φαρισαῖοι εἶπον πρὸς αυτούς· θεωρεῖτε
ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος
ὅλος ὀπίσω αὐτοῦ ἀπῆλθεν. 20 Ἦσαν δὲ
καὶ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων
ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·
21 οὗτοι οὖν προσῆλθαν τῷ Φιλίππῳ
τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας,
καὶ ἠρώτων αὐτὸν λέγοντες· Kε,
θέλομεν τὸν Ἰην ἰδεῖν.
22 ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ,
πάλιν Ἀνδραίας καὶ Φίλιππος [.]
λέγουσιν τῷ Ἰηῦ. 23 ὁ δὲ Ἰης ἀπεκρίνατο
αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα
δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.

24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ
ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν
ἀποθάνῃ, αὐτὸς μόνος μένει·
ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν,
καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ
κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον
φυλάξει αὐτήν. 26 ἐὰν τις μοί διακονῇ,
ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου ἂν ἐγώ εἰμὶ,
[.] καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται·
ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Παρ.
27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω;
Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης ;
ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην·
28 Πάτερ, δόξασόν σου τὸ ὄνομα
ἐν τῇ δοξῇ ᾗ εἶχον παρά σοι πρὸ τοῦ τὸν
κόσμον γένεσθαι
. Kαὶ ἐγένετο φωνὴ
ἐκ τοῦ οὐρανοῦ· λέγουσα· καὶ ἐδόξασα
καὶ πάλιν δοξάσω.
29 ὁ οὖν ὄχλος ὁ ἑστηκὼς ἀκούσας ἔλεγεν
ὅτι βροντ γέγονεν· ἄλλοι ἔλεγον
ὅτι ἄγγελος αὐτῷ λελάληκεν.
30 ἀπεκρίθη Ἰης καὶ εἶπεν· Oὐ δι’ ἐμὲ
ἡ φωνὴ αὕτη ἦλθεν ἀλλὰ δι’ ὑμᾶς.
31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου [.]·
νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου
βληθήσεται ἔξω, 32 καὶ ἐγὼ ἐὰν ὑψωθῶ
ἀπὸ τῆς γῆς, ἑλκύσω πάντα πρὸς ἐμαυτόν.
33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ
θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
34 ἀπεκρίθη αὐτῷ ὁ ὄχλος, ἡμεῖς ἠκούσαμεν
ἐκ τοῦ νόμου ὅτι ὁ Χρς μένει εἰς τὸν αἰῶνα,
καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι

τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὖν
οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου ;
35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰης· ἔτι μικρὸν χρόνον
τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε οὖν
ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ ὑμᾶς σκοτία
καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ
οὐκ οἶδεν ποῦ ὑπάγει. 36 ὡς τὸ φῶς ἔχεται,
πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς
γένησθε. Ταῦτα ἐλάλησεν Ἰης,
καὶ ἀπῆλθεν καὶ ἐκρύβη ἀπ’ αὐτῶν.
37 τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος
ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,
38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ,
ὃν εἶπεν· Kε, τίς ἐπίστευσεν τῇ ἀκοῇ
ἡμῶν; καὶ ὁ βραχίων Kυ τίνι
ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ δύναντο
πιστεύειν, καὶ γὰρ εἶπεν Ἡσαΐας·
40 τετύφλωκεν αὐτῶν [...] τὴν καρδίαν,
ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς
καὶ μὴ νοήσουσιν τῇ καρδίᾳ καὶ στραφῶσιν,
καὶ ἰάσομαι αὐτούς. 41 ταῦτα δὲ εἶπεν
Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν τοῦ Θῦ αὐτοῦ,
καὶ ἐλάλησεν περὶ αὐτοῦ. 42 ὅμως μέντοι
καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν
εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους
οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·
43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων
μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θῦ.
44 Ἰης οὖν ἔκραζεν καὶ ἔλεγεν·
ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ
εἰς τὸν πέμψαντά με, 45 [.] ὁ θεωρῶν ἐμὲ
θεωρεῖ τὸν πέμψαντά με. 46 ἐγὼ φῶς
εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς

ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
47 καὶ ἂν τίς μου ἀκούσῃ τῶν ῥημάτων
καὶ [.] φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν·
οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον,
ἀλλ [.] σώσω τὸν κόσμον. 48 ὁ ἀθετῶν ἐμὲ καὶ
μὴ λαμβάνων τὰ ῥήματά μου
ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος
ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν
ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· 49 ὅτι ἐξ ἐμαυτοῦ
ἐγὼ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με
πατὴρ αὐτός μοι ἐντολὴν δωκεν
τί εἴπω καὶ τί λαλήσω. 50 καὶ οἶδα ὅτι
ἡ ἐντολὴ αὐτοῦ αἰώνιός ἐστιν ζωὴ.
ἃ οὖν [.] λαλῶ, καθὼς εἴρηκέν μοι ὁ πατήρ,
οὕτως λαλῶ .