KATA ΙΩΑΝΝΗΝ ΧΙ Codex Bezae Cantabrigiensis




1 -Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς
κώμης τῆς Μαρίας καὶ τῆς Μάρθας τῆς
ἀδελφῆς αὐτῆς. 2 ἦν δὲ Μαρι ἡ ἀλείψασα
τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας
[.] ταῖς θριξὶν αὐτῆς, ἧς καὶ ὁ ἀδελφὸς
Λάζαρος ἠσθένει. 3 ἀπέστειλαν οὖν
αἱ ἀδελφαὶ αὐτοῦ πρὸς τὸν Ἰην
λέγουσαι, Κε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
4 ἀκούσας δὲ [.] Ἰησοῦς εἶπεν · Αὕτη ἡ ἀσθένεια αὐτοῦ
οὐκ ἔστιν πρὸς θάνατον ἀλλ' ὑπὲρ τῆς
δόξης τοῦ Θῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θῦ
δι' αὐτῆς. 5 Ἐφίλει δὲ ὁ Ἰης τὴν Μάρθαν
καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ,
τότε μὲν ἔμεινεν ὁ Ἰης ἐπὶ τῷ τόπῳ δύο
ἡμέρας: 7 εἶτα μετὰ τοῦτο λέγει τοῖς

μαθηταῖς αὐτοῦ· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν
πάλιν. 8 λέγουσιν αὐτῷ οἱ μαθηταί αὐτοῦ· Ῥαββεί,
νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι,
καὶ πάλιν ὑπάγεις ἐκεῖ; 9 ἀπεκρίθη Ἰης·
Οὐχὶ δώδεκα ὥρας ἔχει ἡμέρα;
ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει,
ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει:
10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει,
ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτ. 11ταῦτα εἶπεν,
καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος
ὁ φίλος ἡμῶν κοίμαται· ἀλλὰ πορεύομαι
τοῦ ἐξύπνισαι αὐτόν. 12 Εἶπον οὖν αὐτῷ
οἱ μαθηταὶ· Κε, εἰ κοίμαται σωθήσεται.
13 εἰρήκει δὲ ὁ Ἰης περὶ τοῦ θανάτου αὐτοῦ.
ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς
κοιμήσεως τοῦ ὕπνου λέγει.
14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰης παρρησίᾳ,
Λάζαρος ὁ φίλος ἡμῶν ἀπέθανεν,
15 καὶ χαίρω δι' ὑμᾶς, ἵνα πιστεύσητε,
ὅτι οὐκ ἤμην ἐκεῖ: ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.
16 Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος
τοῖς συμμαθηταῖς αὐτοῦ·
Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν
μετ' αὐτοῦ. 17 Ἦλθεν οὖν ὁ Ἰης εἰς Βηθανίαν
καὶ εὗρεν αὐτὸν τέσσαρας [.] ἡμέρας
ἐν τῷ μνημείῳ ἔχοντα .18 ἦν δὲ
Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων
[.] ἀπὸ σταδίων δεκαπέντε. 19 πολλοὶ δὲ ἐκ τῶν
Ἰεροσολύμων ἐληλύθεισαν πρὸς [.] Μάρθαν
καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς
περὶ τοῦ ἀδελφοῦ. 20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν
ὅτι Ἰης ἔρχεται ὑπήντησεν αὐτῷ:
Μαριὰ δὲ ἐν τῷ οἰκείᾳ ἐκαθέζετο.

21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε,
εἰ ἦς ὧδε οὐκ ἂν ὁ ἀδελφός μου
ἀπέθανεν· 22 ἀλλὰ καὶ νῦν οἶδα
ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θν δώσει σοι ὁ Θς.
23 Λέγει αὐτῇ ὁ Ἰης· Ἀναστήσεται σου ὁ ἀδελφός.
24 λέγει αὐτῷ ἡ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται
ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25 εἶπεν αὐτῇ ὁ Ἰης· Ἐγώ εἰμι ἡ ἀνάστασις
καὶ ἡ ζωή: ὁ πιστεύων εἰς ἐμὲ
καὶ ἀποθάνῃ ζήσεται, 26 καὶ πᾶς ὁ ζῶν
καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ
εἰς τὸν αἰῶνα: πιστεύεις τοῦτο; 27 λέγει [.]· Ναί, Kε:
ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θῦ
ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28 Καὶ ταῦτα εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν
τὴν ἀδελφὴν αὐτῆς Μαριὰμ σιώπη
εἰποῦσα ὅτι· Ὁ διδάσκαλος πάρεστιν
καὶ φωνεῖ σε. 29 ἐκείνη [.] ὡς ἤκουσεν
ἠγέρθη ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν:
30 οὐ γὰρ [.]Ἰης ἐληλύθει εἰς τὴν κώμην,
ἀλλὰ ἦν [.] ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν
αὐτῷ ἡ Μάρθα. 31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες
μετ' αὐτῆς ἐν τῇ οἰκίᾳ [.] παραμυθούμενοι αὐτήν,
ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη
καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ,
δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον
ἵνα κλαύσῃ ἐκεῖ. 32 ἡ οὖν Μαριὡς ἦλθεν
ὅπου ἦν Ἰης ἰδοῦσα [.] ἔπεσεν πρὸς τοὺς
πόδας αὐτοῦ, λέγουσα αὐτῷ, Κε, εἰ ὧδε ἦς
οὐκ ἄν μου ὁ ἀδελφός ἀπέθανεν.
33 Ἰης οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν
καὶ τοὺς Ἰουδαίους κλαίοντας
τοὺς συνεληλυθότας μετ αὐτῆς,

ἐταράχθη τῷ πνεύματι ὡς ἐνβρειμούμενος
34 καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ,
Κε, ἔρχου καὶ ἴδε. 35 καὶ ἐδάκρυσεν ὁ Ἰης.
36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Ἴδε πῶς
ἐφίλει αὐτόν. 37 τινὲς δὲ εἶπον ἐξ αὐτῶν ,
Οὐκ ἐδύνατο οὗτος ὁ ἀνυξας τοὺς
ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα
καὶ οὗτος μὴ ἀποθάνῃ; 38 Ἰης οὖν
πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ
ἔρχεται ἐπὶ τὸ μνημεῖον: ἦν δὲ
σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ' αὐτῷ.
39 λέγει [.] Ἰησοῦς, Ἄρατε τὸν λίθον. λέγει αὐτῷ
Μάρθα ἡ ἀδελφὴ τοῦ τετελευτηκότος ,
Κε, ἤδη ὄζει, τεταρταῖος [.] ἐστιν.
40 λέγει αὐτῇ ὁ Ἰης, Οὐκ εἶπόν σοι ὅτι ἐὰν
πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ Θῦ;
41 ὅτε οὖν ἦραν τὸν λίθον. καὶ ὁ Ἰης ἦρεν
τοὺς ὀφθαλμοὺς αὐτοῦ ἄνω καὶ εἶπεν,
Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
42 ἐγὼ[.] ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις:
ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον,
ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν,
Λάζαρε, δεῦρο ἔξω. 44 καὶ εὐθὺς ἐξῆλθεν
ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας
καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ
σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰης,
Λύσατε αὐτὸν καὶ ἄφετε [.] ὑπάγειν.
45 Πολλοὶ οὖν [.] τῶν Ἰουδαίων, τῶν ἐλθόντων
πρὸς τὴν Μαριὰμ ἐωράκοτες ἐποίησεν
ὁ Ἰης ἐπίστευσαν εἰς αὐτόν: 46 τινὲς δὲ
ἐξ αὐτῶν ἀπῆλθαν πρὸς τοὺς Φαρισαίους
καὶ εἶπαν αὐτοῖς ἐποίησεν Ἰης.

47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι
συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν [.] οὗτος
ὁ ἄνθρωπος τοιαῦτα σημεῖα ποιεῖ;
48 καὶ ἐὰν ἀφῶμεν αὐτὸν οὕτως,
πάντες πιστεύσουσιν εἰς αὐτόν,
καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν
[.] τὸν τόπον ἡμῶν καὶ τὸ ἔθνος.
49 εἷς δέ τις ἐξ αὐτῶν Κιφας, ἀρχιερεὺς ὢν
τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς,
Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ λογίζεσθε
ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος
ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον
τὸ ἔθνος ἀπόληται.
51 τοῦτο δὲ ἀφ' ἑαυτοῦ
οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ
[.] ἐπροφήτευσεν ὅτι Ἰης ἔμελλεν ἀποθνῄσκειν
ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον
ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θῦ τὰ [δι]εσκορπισμένα
εἰς ἕν συναγάγῃ. 53 ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας
ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
54 [.]Ἰης οὖν οὐκέτι παρρησίᾳ περιεπάτει
ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν [.] εἰς τὴν χώραν
Σαμφούρειν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην
πόλιν, κἀκεῖ διέτριβεν μετὰ τῶν
μαθητῶν. 55 ἐγγὺς δὲ ἦν τὸ πάσχα τῶν Ἰουδαίων,
ἀνέβησαν οὖν εἰς Ἱεροσόλυμα πολλοὶ
ἐκ τῆς χώρας πρὶν τ πάσχα ἵνα
ἁγνίσωσιν ἑαυτούς. 56 ἐζήτουν οὖν
καὶ τὸν Ἰην καὶ ἔλεγαν μετ' ἀλλήλων
ἐν τῷ ἱερῷ ἑσττες, Τί δοκεῖτε [.];
ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
57 δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ
Φαρισαῖοι ἐντολὴν ἵνα ἄν τις γνῷ ποῦ ἐστιν
μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.