KATA ΙΩΑΝΝΗΝ X Codex Bezae Cantabrigiensis




1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος
διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων,
ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων , ἐκεῖνος
κλέπτης ἐστὶν καὶ λῃστής· 2 ὁ δὲ εἰσερχόμενος
διὰ τῆς θύρας, αὐτός ἐστιν ποιμήν
τῶν προβάτων. 3 τούτῳ ὁ θυρουρὸς ἀνοίγει,
καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει,
καὶ τὰ πρόβατα τὰ ἴδια φωνεῖ κατ' ὄνομα
καὶ ἐξάγει αὐτά. 4 καὶ ὅταν τὰ ἴδια πάντα
ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται,
καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι
οἴδασιν τὴν φωνὴν [.]· 5 ἀλλοτρίῳ δὲ
οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται
ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων
τὴν φωνήν. 6 Ταύτην τὴν παροιμίαν
εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν
τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. 7 Εἶπεν οὖν πάλιν
αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν
ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
8 [.] ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶν
καὶ λῃσταί· ἀλλὰ οὐκ ἤκουσαν αὐτῶν
τὰ πρόβατα. 9 ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις
εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται
καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ
καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ δὲ ἦλθον
ἵνα ζωὴν ἔχωσιν [...]. 11 ἐγώ εἰμι ὁ ποιμὴν
ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν
αὐτοῦ δίδωσιν ὑπὲρ τῶν προβάτων·
12 ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν,
οὗ οὐκ εἰσὶν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν
λύκον ἐρχόμενον καὶ ἀφίησιν
τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος
ἁρπάζει [.] καὶ σκορπίζει, [.]. 13 [...] ὅτι μισθωτός
ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν
προβάτων. 14 ἐγώ εἰμι ὁ καλός [.] ποιμὴν,
καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώ[σκου]σιν ἐμὲ τὰ ἐμὰ,
15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ
γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν
δίδωμι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα δὲ
πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς
ταύτης· κἀκεῖνά δεῖ με ἀγαγεῖν, καὶ τῆς
φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται
μία ποίμνη, εἷς ποιμήν. 17 διὰ τοῦτό με
ὁ πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν
ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.
18 οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ[...], ἐξουσίαν ἔχω
θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν
ἆραι αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον
παρὰ τοῦ πατρός [.]. 19 Σχίσμα οὖν [.] ἐγένετο ἐν τοῖς
Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.
20 ἔλεγον οὖν πολλοὶ ἐξ αὐτῶν ὅτι δαιμόνιον
ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;
21 ἄλλοι ἔλεγον· Οὐκ ἔστιν ταῦτα τὰ ῥήματα
δαιμονιζομένου· μὴ δαιμόνιον
δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖγειν;
22 Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις,

χειμὼν ἦν· 23 καὶ περιεπάτει ὁ Ἰησοῦς
ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ[.] Σολομῶνος.
24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ
ἔλεγαν αὐτῷ· Ἕως πότε τὴν ψυχὴν
ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν
παρρησίᾳ. 25 ἀπεκρίθη [.] ὁ Ἰησοῦς· Λαλῶ ὑμῖν,
καὶ οὐ πιστεύετε μοι τὰ ἔργα ἃ ἐγὼ ποιῶ
ἐν τῷ ὀνόματι τοῦ πατρός μου, αὐτά
μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλ' ὑμεῖς οὐ πιστεύετε·
ὅτι οὐκ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν,
καθὼς εἶπον ὑμῖν. 27 τὰ πρόβατα τὰ ἐμὰ
τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω
αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28 κἀγὼ
ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ
οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα,
καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου.
29 ὁ πατήρ μου, ὅ δεδωκός μοι, πάντων
μεῖζων ἐστίν, καὶ οὐδεὶς δύναται
ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου.
30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31 Ἐβάστασαν οὖν[.] λίθους οἱ Ἰουδαῖοι
ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη
αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ καλὰ ἔργα
ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός [.], διὰ ποῖον
αὐτῶν ἔργον λιθάζετέ με;
33 ἀπεκρίθησ[αν] αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες·
Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε,
ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι
[.] ἄνθρωπος ὢν ποι[εῖ]ς σεαυτὸν Θεόν.
34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν·
Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ [.],
ὅτι ἐγὼ εἰπόν, θεοί ἐστε; 35 εἰ ἐκείνους
εἶπεν θεοὺς, πρὸς οὓς ὁ λόγος [..] ἐγένετο

τοῦ Θεοῦ, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή,
36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν
εἰς τὸν κόσμον, ὑμεῖς λέγετε
ὅτι βλασφημεῖς, ὅτι εἶπον, υἱὸς [.] Θεοῦ εἰμι;
37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου,
μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ
μὴ θέλετε πιστεύειν, τοῖς ἔργοις πιστεύετε,
ἵνα γνῶτε, ὅτι ἐν ἐμοὶ ὁ πατὴρ
κἀγὼ ἐν τῷ Πατρί. 39 Καὶ ἐζήτουν [..] αὐτὸν
πιάσαι
· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου,
εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης
τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ.
41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον
[.] Ἰωάνης μὲν σημεῖον ἐποίησεν οὐδέν,
πάντα δὲ ὅσα Ἰωάνης εἶπεν περὶ τούτου,
ἀληθῆ ἦν. 42 καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.