ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ VIII




1 - Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
διωγμὸς μέγας καὶ θλείψεις
ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις·
πάντες δὲ διεσπάρησαν
κατὰ τὰς χώραςŽ [.] Ἰουδαίας καὶ Σαμαρείας,
πλὴν τῶν ἀποστόλων,
οἳ ἔμειναν ἐν Ἰερουσαλήμ
2 συνκομίσαντες [.] τὸν Στέφανον ἄνδρες εὐλαβεῖς
καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτῷ.
3 δὲ Σαῦλος ἐλυμαίνετο τὴν ἐκκλησίαν
κατὰ τοὺς οἴκους εἰσπορευόμενος,
σύρων τε ἄνδρας καὶ γυναῖκας
παρεδίδου εἰς φυλακήν.
4 Οἱ μὲν οὖν διασπαρέντες
διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
5 Φίλιππος δὲ κατελθὼν
εἰς πόλιν τῆς Σαμαρείας
ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν·
6 ὡς δὲ ἤκουον πᾶν οἱ ὄχλοι
προσεῖχον[.]τοῖς λεγομένοις ὑπὸ[.] Φιλίππου
ἐ[πε]ίθοντ[ο] ἐν τῷ ἀκούειν αὐτοὺς
καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
7 πολλοῖς γὰρ τῶν ἐχόντων
πνεύματα ἀκάθαρτα
βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο,
πολλοὶ δὲ παραλελυμένοι χωλοὶ
ἐθεραπεύοντο,
8 [..] χαρά τε μεγάλη ἐγένετο ἐν τῇ πόλει ἐκείνῃ.
9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων
προϋπάρχων ἐν τῇ πόλει μαγεύων
[.] ἐξε[ίστανεν] τὸ ἔθνος τῆς Σαμαρείας,
λέγων εἶναί τινα ἑαυτὸν μέγαν.
10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ
ἕως μεγάλου λέγοντες·
Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ
ἡ καλουμένη μεγάλη· 11 προσεῖχον δὲ αὐτῷ
διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις
ἐξεστακέναι αὐτούς.
12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ
εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ
καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ,
ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε,
καὶ βαπτισθεὶς ἦν
καὶ προσκαρτερῶν τῷ Φιλίππῳ,
θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας
γινόμενας ἐξίστατο.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἰερουσαλὴμ
ἀπόστολοι ὅτι δέδεκται
ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ,
ἀπέστειλαν πρὸς αὐτοὺς
Πέτρον καὶ Ἰωάνην· 15 οἵτινες
καταβάντες προσηύξαντο περὶ αὐτῶν
ὅπως λάβωσι Πνεῦμα ἅγιον·
16 οὐδέπω γὰρ ἦν ἐπ' οὐδένα αὐτῶν
ἐπιπεπτωκός,
μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον
εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ.
17 τότε ἐπετίθουν τὰς χεῖρας ἐπ' αὐτούς,
καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.
18 ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως
τῶν χειρῶν τῶν ἀποστόλων
δίδοται τὸ Πνεῦμα τὸ ἅγιον,
προσήνεγκεν αὐτοῖς χρήματα
19 παρακαλῶν καὶ λέγων·
Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην,
ἵνα ᾧ ἂν ἐπιθῶ καγὼ τὰς χεῖρας
λαμβάνῃ Πνεῦμα ἅγιον.
20 Πέτρος δὲ εἶπε πρὸς αὐτόν·
[.] ἀργύριόν [.] σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν,
ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας
διὰ χρημάτων κτᾶσθαι.
21 οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ·
ἡ [.] καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ.
22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης,
καὶ δεήθητι τοῦ Κυρίου εἰ ἄρα ἀφηθήσεταί σου
ἡ ἐπίνοια τῆς καρδίας σου·
23 ἐν γὰρ πικρίας χολῇ καὶ συνδέσμω
ἀδικίας θεορῶ σε ὄντα.
24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν πρὸς αὐτούς·,
παρακαλῶ Δεήθητε ὑμεῖς περὶ ἐμοῦ πρὸς τὸν Θέον
ὅπως μηδὲν ἐπέλθῃ μοι
τούτων τῶν κακῶν ὧν εἰρήκατε μοι.
ὃς πολλὰ κλαίων οὐ διελίμπανεν
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι
καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου
ὑπέστρεφον εἰς Ἱεροσόλυμα.
πολλάς δὲ κώμας τῶν Σαμαρειτῶν
εὐηγγελίζοντο.
26 Ἄγγελος δὲ Κυρίου ἐλάλησεν
πρὸς Φίλιππον λέγων·
Ἀναστὰς πορεύθητι κατὰ μεσημβρίαν
ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν
ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
27 καὶ ἀναστὰς ἐπορεύθη.
καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης
Κανδάκης βασιλίσσης τινὸς Αἰθιόπων,
ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτοῦ
[.] ἐληλύθει προσκυνήσων [.] Ἱερουσαλήμ.
28 ἦν τε ὑποστρέφων [.] καθήμενος
ἐπὶ τοῦ ἅρματος [..] ἀναγινώσκων
τὸν προφήτην σαΐαν.
29 εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ·