ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ VIΙ




1- Εἶπεν δὲ ὁ ἀρχιερεύς τῷ Στεφάνῳ·
Εἰ ἄρα τοῦτο οὕτως ἔχει; 2 ὁ δὲ ἔφη·
Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε.
ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν
Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ
πρὶν ἢ κατοικῆσαι αὐτὸν
ἐν Χαράν, 3 καὶ εἶπεν πρὸς αὐτόν·
ἔξηλθε ἀπὸ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου,
καὶ δεῦρο εἰς  τὴν γῆν ἣν ἄν σοι δείξω.
4 τότε Ἀβραὰμ ἐξελθὼν ἐκ γῆς Χαλδαίων
καὶ κατῴκησεν ἐν Χαρράν.
κἀκεῖ ἦν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ
καὶ μετῴκησεν αὐτὸν εἰς τὴν γῆν ταύτην
εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·
καὶ οἱ πατέρες ἡμῶν οἱ πρὸ ἡμῶν
5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ
οὐδὲ βῆμα ποδός,
ἀλλ᾿ ἐπηγγείλατο δοῦναι αὐτῷ
εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ
μετ' αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
6 ἐλάλησεν δὲ οὕτως ὁ Θεὸς πρὸς αὐτὸν,
ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον
ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτοὺς

καὶ κακώσουσιν ἔτη τετρακόσια·
7 καὶ τὸ ἔθνος ᾧ ἂν δουλεύσουσιν
κρινῶ ἐγώ, εἶπεν ὁ Θεὸς·
καὶ μετὰ ταῦτα ἐξελεύσονται
καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.
8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς·
καὶ οὕτως ἐγέννησεν τὸν Ἰσὰκ
καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ,
καὶ Ἰσὰκ τὸν Ἰακώβ,
καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ
ἀπέδοντο εἰς Αἴγυπτον.
καὶ ἦν ὁ Θεὸς μετ' αὐτοῦ,
10 καὶ ἐξίλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ,
καὶ ἔδωκεν χάριν αὐτῷ καὶ σοφίαν
ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου,
καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ' Αἴγυπτον
καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
11 ἦλθεν δὲ λιμὸς ἐφ' ὅλης τὴς [.] Αἰγύπτου
καὶ Χανάαν καὶ θλῖψις μεγάλη,
καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.
12 ἀκούσας οὖν Ἰακὼβ ὄντα σιτία ἐν Αἰγύπτῳ
ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον·
13 καὶ ἐπὶ τῷ δευτέρῳ
ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ
καὶ φανερὸν ἐγενήθη
τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ.
14 ἀποστείλας δὲ Ἰωσὴφ
μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦ
καὶ πᾶσαν τὴν συνγένειαν αὐτοῦ
ἐν ἑβδομήκοντα καὶ πέντε ψυχαῖς.
15 κατέβη [.] Ἰακὼβ εἰς Αἴγυπτον
καὶ ἐτελεύτησεν αὐτὸς τε καὶ οἱ πατέρες ἡμῶν,

16 καὶ μετήχτθησαν εἰς Συχὲν
καὶ ἐτέθησαν ἐν τῷ μνήματι
ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου
παρὰ τῶν υἱῶν Ἐμμὼρ τοῦ Συχέμ.
17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας
ἧς ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἀβραάμ,
ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
18 ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος,
ὃς οὐκ ἐμνήσθη τοῦ Ἰωσήφ.
19 καὶ [.] κατασοφισάμενος τὸ γένος ἡμῶν
ἐκάκωσεν τοὺς πατέρας [.]
τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν,
εἰς τὸ μὴ ζῳογονεῖσθαι·
20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς,
καὶ ἦν ἀστεῖος τῷ Θεῷ·
ὃς ἀνετράφη μῆνας τρεῖς
ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.
21 ἐκτεθέντος δὲ αὐτοῦ παρὰ τὸν ποταμὸν
ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ
[.] ἀνεθρέψατο [.] αὐτῇ εἰς υἱόν.
22 καὶ ἐπαιδεύθη Μωϋσῆς
πάσαν τὴν σοφίαν Αἰγυπτίων,
ἦν τε δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
23 Ὡς δὲ ἐπληροῦτο τεσσαρα-
- κονταετὴς aὐτῷ χρόνος,
ἀνέβη εἰς τὴν καρδίαν αὐτοῦ
ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ
τοὺς υἱοὺς Ἰσραήλ.
24 καὶ ἰδών τινα ἀδικούμενον ἐκ τοῦ γένους
ἠμύνετο, καὶ ἐποιήσεν ἐκδίκησιν
τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον
καὶ ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ .
25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ
ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ
δίδωσει σωτηρίαν αὐτοῖς ·

οἱ δὲ [.] συνῆκαν.
26 [.] τότε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις
καὶ εἶδεν αὐτοὺς ἀδικοῦντας

καὶ συνήλλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών·
τί ποιεῖτε, ἄνδρες ἀδελφοί
[.]· ἵνα τί ἀδικεῖται εἰς ἀλλήλους;
27 ὁ δὲ ἀδικῶν τὸν πλησίον
ἀπώσατο αὐτὸν εἴπας·
τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς;
28 μὴ ἀνελεῖν με σὺ θέλεις
ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον;
29 οὕτως καὶ ἐφυγάδευσεν Μωϋσῆς
ἐν τῷ λόγῳ τούτῳ,
καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ,
οὗ ἐγέννησεν υἱοὺς δύο.
30 Καὶ μετὰ ταῦτα πλησθέντων
αὑτῷ ἔτη τεσσεράκοντα
ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ
ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.
31 ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζεν τὸ ὅραμα·
καὶ προσερχομένου αὐτοῦ [κ]αὶ κατανοῆσαι
ὁ Kύριος εἶπεν αὐτῷ λέγων
32 ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου,
ὁ Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσὰκ καὶ Θεὸς Ἰακώβ.
ἔντρομος δὲ γενόμενος Μωϋσῆς
οὐκ ἐτόλμα κατανοῆσαι.
33 καὶ ἐγένετο φωνὴ πρὸς αὐτὸν
λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου·
ὁ γὰρ τόπος οὗ ἕστηκας γῆ ἁγία ἐστίν.
34 καὶ ἰδὼν γὰρ εἶδον
τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ
καὶ τοῦ στεναγμοῦ αὐτοῦ ἀκήκοα,
καὶ κατέβην ἐξελέσθαι αὐτούς·
καὶ νῦν δεῦρο ἀποστελῶ σε εἰς Αἴγυπτον.

35 Τοῦτον τὸν Μωϋσῆν
ὃν ἠρνήσαντο εἰπόντες·
τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν ἐφ᾿ ἡμῶν;
τοῦτον ὁ Θεὸς καὶ ἄρχοντα
καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου
τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
36 οὗτος ἐξήγαγεν αὐτοὺς
ποιήσας τέρατα καὶ σημεῖα
ἐν γῇ Αἰγύπτῳ καὶ ἐν ὐρεθρᾷ θαλάσσῃ
καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.
37 οὗτός ἐστιν [.] Μωϋσῆς ὁ εἴπας
τοῖς υἱοῖς Ἰσραήλ·
προφήτην ὑμῖν ἀναστήσει [.] ὁ Θεὸς [.]
ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡσεὶ ἐμέ·
αὐτοῦ ἀκούσεσθε.
38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ
ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου
[.] λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ
καὶ τῶν πατέρων ἡμῶν,
ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν,
39 ὅτι οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι
οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο
καὶ ἀπεστράφησαν ταῖς καρδίαις [.] εἰς Αἴγυπτον
40 εἰπάντες τῷ Ἀαρών· ποίησον ἡμῖν θεοὺς
οἳ προπορεύσονται ἡμῶν·
ὁ γὰρ Μωϋσῆς οὗτος,
ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου,
οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.
41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις
καὶ ἀπήγοντο θυσίαν τῷ εἰδώλῳ,
καὶ ηὐφραίνοντο
ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
42 ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς
λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ,

καθὼς γέγραπται ἐν βίβλῳ [.] προφητῶν·
μὴ σφάγια καὶ θυσίας
προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα
ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ
καὶ τὸ ἄστρον τοῦ θεοῦ [.] Ρεμφάμ,
τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·
καὶ μετοικιῶ ὑμᾶς ἐπι [τὰ μέρη] Βαβυλῶνος.
44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν
ἑν τοῖς πατερέσιν ἡμῶν ἐν τῇ ἐρήμῳ,
καθὼς διετάξατο [.] λαλῶν τῷ Μωϋσει
ποιῆσαι αὐτὴν κατὰ τὸ πα[ράτ]υπον ὃν ἑωράκεν·
45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι
οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦν
ἐν τῇ κατασχέσει τῶν ἐθνῶν
ὧν ἔξωσεν ὁ Θεὸς
ἀπὸ προσώπου τῶν πατέρων ὑμῶν,
ἕως τῶν ἡμερῶν Δαυῒδ·
46 ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ
καὶ ᾐτήσατο σκήνωμα εὑρεῖν
τῷ οἴκῳ Ἰακώβ.
47 Σολομὼν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον.
48 [.] ὁ δὲ ὕψιστος οὐ κατοικεῖ
ἐν χειροποιήτοις
ὡς
ὁ προφήτης λέγει·
49 ὁ οὐρανός μου ἐστίν θρόνος,
ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου·
ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος,
ποῖος τόπος τῆς καταπαύσεώς μου ἐστίν;
50 οὐχὶ ἡ χείρ μου ἐποίησεν πάντα ταῦτα ;
51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι
καρδίαις καὶ τοῖς ὠσίν,
ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε,
καθὼς οἱ πατέρες καὶ ὑμῶν [..].

52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν ἐκεῖnoi;
καὶ ἀπέκτειναν αὐτοὺς
τοὺς προκαταγγελλοντας περὶ [.]
ἐλεύσεως τοῦ δικαίου,
οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε.
53 οἵτινες ἐλάβετε τὸν νόμον
εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε.
54 Ἀκούσαντες δὲ αὐτοῦ διεπρίοντο
ταῖς καρδίαις αὐτῶν
καὶ ἔβρυχον τε τοὺς ὀδόντας ἐπ' αὐτόν.
55 ὑπάρχων δὲ πλήρης Πνεύματος ἁγίου,
ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ
καὶ Ἰησοῦν τὸν Κν ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα,
56 καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς
ἀνεωγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου
ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ .
57 κράξαντες δὲ φωνῇ μεγάλῃ
συνέσχαν τὰ ὦτα αὐτῶν
καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ' αὐτόν,
58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως
ἐλιθοβόλουν αὐτόν.
καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν
παρὰ τοὺς πόδας νεανίου τινὸς
καλουμένου Σαύλου,
59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον,
ἐπικαλούμενον καὶ λέγοντα·
Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.
60 θεὶς [.] τὰ γόνατα
ἔκραξεv φωνὴν μεγάλην λέγων ·
Κύριε, μὴ στήσης αὐτοῖς ταύτην τὴν ἁμαρτίαν .
καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
8-1 Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.