ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ VI




1 Ἐν δὲ ταύταις ταῖς ἡμέραις
πληθυνόντων τῶν μαθητῶν
ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν
πρὸς τοὺς Ἑβραίους,
ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ
[.] καθημερινῇ αἱ χῆραι αὐτῶν
ἐν τῇ διακονίᾳ τῶν Ἑβραίων
2 προσκαλεσάμενοι [.] οἱ δώδεκα
τὸ πλῆθος τῶν μαθητῶν εἶπον πρὸς αὐτοὺς·
Οὐκ ἀρεστόν ἐστιν ἡμῖν
καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ
διακονεῖν τραπέζαις.
3 τί οὖν ἐστίν, ἀδελφοί,
ἐπισκέψασθε ἐξ ὑμῶν αὐτῶν
ἄνδρας μαρτυρουμένους ἑπτὰ,
πλήρεις Πνεύματος [.] καὶ σοφίας,
οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης·
4 ἡμεῖς δὲ ἐσόμεθα τῇ προσευχῇ καὶ τῇ διακονίᾳ
τοῦ λόγου προσκαρτεροῦντες.
5 καὶ ἤρεσεν ὁ λόγος οὗτος ἐνώπιον παντὸς
τοῦ πλήθους τῶν μαθητῶν·
καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρης πίστεως
καὶ Πνεύματος ἁγίου,
καὶ Φίλιππον καὶ Πρόχορον

καὶ Νίκορα καὶ Τίμωνα
καὶ Παρμεν καὶ Νικόλαον
προσήλυτον Ἀντιοχέα,
6 οὗτοι ἐστάθησαν ἐνώπιον τῶν ἀποστόλων,
οἷτινες προσευξάμενοι
ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7 καὶ ὁ λόγος τοῦ Κυ ηὔξανεν, καὶ ἐπληθύνετο
ὁ ἀριθμὸς τῶν μαθητῶν
ἐν Ἱερουσαλὴμ σφόδρα,
πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
8 Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως
ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
διὰ τοῦ ὀνόματος Κυ Ιυ Χυ
9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς
λεγομένης Λιβερτίνων
καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων
καὶ τῶν ἀπὸ Κιλικίας
[..] συζητοῦντες τῷ Στεφάνῳ,
10 οἵτινες οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ
τῇ οὔσῃ ἐν αὐτῷ καὶ τῷ πνεύματι
τῷ ἁγίῳ ᾧ ἐλάλει
διὰ τὸ ἐλέγχεσθαι αὐτοὺς ἐπ᾿ αὐτοῦ
μετὰ πάσης παρρησίας
μὴ δυνάμενοι oὖν ἀντοφθαλμεῖν τῇ ἀληθείᾳ

11 τότε ὑπέβαλον ἄνδρας λέγοντας
ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος
ῥήματα βλασφημίας εἰς Μωϋσῆν καὶ τὸν Θεόν·
12 συνεκίνησάν τε τὸν λαὸν
καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς,
καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν
καὶ ἤγαγον εἰς τὸ συνέδριον,
13 καὶ ἔστησαν [.] μάρτυρας ψευδεῖς
κατὰ αὐτοῦ λέγοντας·

Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα λαλῶν
κατὰ τοῦ τόπου τοῦ ἁγίου [.] καὶ τοῦ νόμου·
14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος
ὅτι Ἰησοῦς ὁ Ναζοραῖος οὗτος
καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη
ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.
15 καὶ ἠτενίζον δὲ αὐτῷ πάντες
οἱ καθήμενοι ἐν τῷ συνεδρίῳ
καὶ εἶδον τὸ πρόσωπον αὐτοῦ
ὡσεὶ πρόσωπον ἀγγέλου
ἑστῶτος ἐν μέσῳ αὐτῶν.