
1 Ἀνὴρ δέ τις ὀνόματι Ἁνανίας
σὺν Σαφφύρᾳ τῇ γυναικὶ αὐτοῦ
ἐπώλησεν κτῆμα 2 καὶ ἐνοσφίσατο ἐκ τῆς
τιμῆς, συνειδυίας καὶ τῆς γυναικός,
καὶ ἐνέγκας μέρος τι
παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθετο.
3 εἶπεν δὲ [.] Πέτρος πρὸς Ἁνανίαν,
διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου
ψεύσασθαί σε τὸ ἅγιον πνεῦμα
καὶ νοσφίσασθαι σε
ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
4 οὐχὶ μέσονσοὶ ἔμενεν
καὶ πραθὲν ἐν τῇ [.] ἐξουσίᾳ ὑπῆρχεν;
τί ὅτι ἔθου ἐν τῇκαρδίᾳ σου
ποιῆσαι πονὴρον τοῦτο;
οὐκ ἐψεύσου ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
5 ἀκούσας δὲ [.] Ἁνανίας τοὺς λόγους τούτους
παραχρῆμα πεσὼν ἐξέψυξεν:
καὶ ἐγένετο φόβος μέγας
ἐπὶ πάντας τοὺς ἀκούοντας.
6 ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν
καὶ ἐξενέγκαντες ἔθαψαν.
7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα
καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα
τὸ γεγονὸς εἰσῆλθεν.
8 εἶπεν δὲ πρὸς αὐτὴν ὁ Πέτρος, Ἐπερωτήσω σε ,
εἰ ἄρα τὸ χωρίον τοσούτου ἀπέδοσθε;
ἡ δὲ εἶπεν, Ναί, τοσούτου.
9 ὁ δὲ Πέτρος [.] αὐτήν, Τί ὅτι
συνεφώνησεν ὑμῖν πειράσαι τὸ πνεῦμα τοῦ Κυρίου;
ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου
ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
10 καὶ ἔπεσεν παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ
καὶ ἐξέψυξεν:
εἰσελθόντες δὲ οἱ νεανίσκοι
εὗρον αὐτὴν νεκράν,
καὶ συνστείλαντες ἐξηνέγκαν
καὶ ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
11 καὶ ἐγένετο φόβος μέγας
ἐφ' ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας
τοὺς ἀκούοντας ταῦτα.
12 Διὰ τε τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο
σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ:
καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες
ἐν τῷ ἱερῷ ἐν τῇ Στοᾷ τῇ Σολομῶνος.
13 καὶ οὐδεὶς τῶν λοιπῶν ἐτόλμα
κολλᾶσθαι αὐτοῖς,
ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός:
14 μᾶλλον δὲπροσετίθεντο πιστεύοντες
τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν,
15 ὥστε κατὰ [.] πλατείας
ἐκφέρειν τοὺς ἀσθενεῖς αὐτῶν
καὶτιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων,
ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ
τινὶ αὐτῶν ἀπηλλάσσοντο γὰρ
ἀπὸ πάσης ἀσθενίας
ὡς εἶχεν ἕκαστος αὐτῶν.
16 συνήρχετο δὲ [.] πλῆθος τῶν πέριξ πόλεων
εἰς Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς
καὶ ὀχλουμένους ἀπὸ πνευμάτων ἀκαθάρτων,
καὶ ἰῶντο πάντες.
17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς
καὶ πάντες οἱ σὺν αὐτῷ,
ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων,
ἐπλήσθησαν ζήλου
18 καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους
καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
καὶ ἐπορεύθη εἷς ἕκαστος εἰς τὰ ἴδια.
19 τότε διὰ νυκτὸς ἄγγελος Κυρίου
ἀνέωξαν τὰς θύρας τῆς φυλακῆς
ἐξαγαγών τε αὐτοὺς εἶπεν, 20 Πορεύεσθε
καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ
πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον
εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον.
Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ
ἐγερθέντες τὸ πρωὶ
καὶ συνκαλεσάμενοι τὸ συνέδριον
καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ,
καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον
ἀχθῆναι αὐτούς.
22 οἱ δὲ ὑπηρέται παραγενόμενοι
καὶ ἀνύξαντες τὴν φυλακήν
οὐκ εὗρον αὐτοὺς ἔσω,
ἀναστρέψαντες καὶ ἀπήγγειλαν 23 λέγοντες
ὅτι Τὸ δεσμωτήριον εὕρομεν ἐνκεκλεισμένον
ἐν πάσῃ ἀσφαλείᾳ
καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν,
ἀνοίξαντες δὲ ἔσω, οὐδένα εὕρομεν.
24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους
ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς,
διηπόρουν περὶ αὐτῶν τί ἂν γένηται τοῦτο.
25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς
ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ
εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες
καὶ διδάσκοντες τὸν λαόν.
26 τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις
ἤγαγον αὐτούς [.] μετὰ βίας,
φοβούμενοι γὰρ τὸν λαόν, μὴ λιθασθῶσιν.
27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ.
καὶ ἐπηρώτησεν αὐτοὺς ὁ [ἀρχ]ιερεὺς 28 λέγων,
Ὀυ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν
μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ,
[.] ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ
τῆς διδαχῆς ὑμῶν,
καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς
τὸ αἷμα τοῦ ἀνθρώπου ἐκείνου.
29 Πειθαρχεῖν δὲ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
Ὁ δὲ Πέτρος εἶπεν πρὸς αὐτούς
30 ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν,
ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου:
31 τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα
ὕψωσεν τῇ δόξῃ αὐτοῦ,
δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ
καὶ ἄφεσιν ἁμαρτιῶν ἐν αὐτῷ.
32 καὶ ἡμεῖς ἐσμεν μάρτυρες
πάντῶν τῶν ῥημάτων τούτων,
καὶ τὸ πνεῦμα τὸ ἅγιον ὃν ἔδωκεν ὁ Θεὸς
τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 Οἱ δὲ ἀκούσαντες διεπρίοντο
καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς.
34 ἀναστὰς δέ τις ἐκ τοῦ συνεδρίου Φαρισαῖος
ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος
τίμιος παντὶ τῷ λαῷ,
ἐκέλευσεν τοὺς ἀποστόλους ἔξω βραχὺ ποιῆσαι,
35 εἶπέν τε πρὸς
τοὺς ἄρχοντας καὶ τοὺς συνέδριους,
Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς
ἐπὶ τοῖς ἀνθρώποις τούτοις
τί μέλλετε πράσσειν.
36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν
ἀνέστη Θευδᾶς, λέγων
εἶναί τινα μέγαν ἑαυτόν,
ᾧ καὶ προσεκλίθη ἀριθμὸς ἀνδρῶν
ὡς τετρακοσίων:
ὃς διελύθη, αὐτὸς δι᾿ αὐτοῦ,
καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ
καὶ ἐγένοντο εἰς οὐθέν.
37 μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος
ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς
καὶ ἀπέστησεν λαὸν πολὺν ὀπίσω αὐτοῦ:
κἀκεῖνος ἀπώλετο, καὶ [.] ὅσοι ἐπείθοντο αὐτῷ
διεσκορπίσθησαν.
38 καὶ τὰ νῦν εἰσιν ἀδελφοί λέγω ὑμῖν,
ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων
καὶ ἐάσατε αὐτούς
μὴ μιάναντες τὰς χεῑρας:
ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη
ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται:
39 εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ δυνήσεσθε
κα[τα]λῦσαι αὐτούς
οὔτε ὑμεῖς οὔτε βασιλεῖς οὔτε τύραννοι
ἀπέχεσθε οὖν ἀπὸ τῶν ἀνθρώπων τούτων
μήποτε [.] θεομάχοι εὑρεθῆτε.
[.]επείσ[..,]ες δὲ αὐτῷ,
40 καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους
δείραντες παρήγγειλαν
μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ
καὶ ἀπέλυσαν αὐτούς .
41 Οἱ μὲν οὖν ἀπόστολοι ἐπορεύοντο χαίροντες
ἀπὸ προσώπου τοῦ συνεδρίου
ὅτι ὑπὲρ τοῦ ὀνόματος κατηξιώθησαν
ἀτιμασθῆναι: 42 πᾶσάν δὲ ἡμέραν ἐν τῷ ἱερῷ
καὶ κατ' οἶκον οὐκ ἐπαύοντο διδάσκοντες
καὶ εὐαγγελιζόμενοι τὸν Κν Ιην Χρν.