ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ IV




1 Λαλούντων δὲ αὐτῶν
πρὸς τὸν λαὸν τὰ ῥήματα ταῦτα
ἐπέστησαν [.] οἱ ἱερεῖς [...] καὶ οἱ Σαδδουκαῖοι,
2 καὶ ἀπονούμενοι
διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν
καὶ ἀναγγέλλειν [.] τὸν Ἰην
ἐν τῇ ἀνάστασει [..] τῶν νεκρῶν,
3 καὶ ἐπιβαλόντες αὐτοῖς τὰς χεῖρας
καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν ἐπαύριον:
ἦν γὰρ ἑσπέρα ἤδη.
4 πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον
ἐπίστευσαν,
καὶ ἀριθμὸς τε ἐγενήθη [.] ἀνδρῶν
ὡς χιλιάδες πέντε.
5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον ἡμέραν
συνήχθησαν [.] οἱ ἄρχοντες καὶ οἱ πρεσβύτεροι
καὶ [.] γραμματεῖς ἐν Ἰερουσαλήμ
6 καὶ Αννας ὁ ἀρχιερεὺς

καὶ Καίφας καὶ Ἰωνάτας καὶ Ἀλέξανδρος
καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ
7 καὶ στήσαντες αὐτοὺς ἐν [.] μέσῳ
ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει
ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
8 τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου
εἶπεν πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ
καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ,
9 εἰἡμεῖς σήμερον ἀνακρινόμεθα ἀφ᾿ὑμῶν
ἐπ᾿ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς,
ἐν τίνιοὗτος σέσωται,
10 γνω[στο]ν ἔστω πᾶσιν ὑμῖν
καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ
ὅτι ἐντῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου,
ὃν ὑμεῖς ἐσταυρώσατε,
ὃν ὁ θεὸςἤγειρεν ἐκ νεκρῶν,
ἐν τούτῳ οὗτος παρέστηκεν
ἐνώπιον ὑμῶν ὑγιής.
11 οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ'μῶν
τῶν οἰκοδόμων,
ὁγενόμενος εἰς κεφαλὴν γωνίας.
12 καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ,[..]
οὐ[.] γὰρ ἐστιν ἕτερον ὄνομά ὑπὸ τὸν οὐρανὸν
δεδομένον [.] ἀνθρώποις
ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν
καὶἸωάνου, καὶ καταλαβόμενοι
ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν [..],ἐθαύμαζον
ἐπεγίνωσκόν δὲ αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν:
14 τόν [.]ἄνθρωπον βλέποντες
σὺν αὐτῶν ἑστῶτα τὸν τεθεραπευμένον
οὐδὲν εἶχον ποιῆσαι ἢ ἀντειπεῖν.
15 κελεύσαντες [.] αὐτοὺς
ἔξω τοῦ συνεδρίου ἀπαχθῆναι

συνέβαλον πρὸς ἀλλήλους 16 λέγοντες,
Τί ποιήσωμεν τοῖς ἀνθρώποιςτούτοις;
ὅτι μὲν γὰρ γνωστὸν σημεῖον
γεγονέναι δι' αὐτῶν
πᾶσιν τοῖςκατοικοῦσιν Ἰερουσαλὴμ
φανερότερόν ἐστιν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι:
17 [.] ἵναμὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν,
ἀπειλησόμεθα οὖν οὕτοῖς
μηκέτι λαλεῖνἐπὶ τῷ ὀνόματι τούτῳ
μηδενὶ ἀνθρώπων.
18 συνκατατιθεμένων δὲ αὐτῶν τῄ γνώμῃ
φωνήσαντες αὐτοὺςπαρήγγειλαν τὸ
κατὰ τὸ μὴ φθέγγεσθαι
μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦἸησοῦ.
19 ἀποκριθεὶς δὲ Πέτρος καὶ Ἰωάνης
εἶπον πρὸς αὐτούς,
Εἰδίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν
μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε,
20 οὐ δυνάμεθα γὰρ ἡμεῖς
ἃ εἴδαμεν καὶ ἠκούσαμεν [.] λαλεῖν.
21 οἱ δὲπροσαπειλησάμενοι ἀπέλυσαν αὐτούς,
μὴ εὑρίσκοντες αἰτίαν τὸ πῶς κολάσωνται
αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες
ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι:
22 ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα
ἦν ὁ ἄνθρωπος
ἐφ' ὃν γεγόνει τὸσημεῖον [.] τῆς ἰάσεως.
23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους
καὶἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς
οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
24 οἱδὲ ἀκούσαντες καὶ ἐπιγνόντες
τὴν τοῦ Θεοῦ ἐνέργειαν

ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν
καὶ εἶπαν,
Δέσποτα,σὺ ὁ Θέος ὁ ποιήσας
τὸν οὐρανὸν καὶ τὴν γῆν

καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐναὐτοῖς,
25 ὃς [...] διὰ πνεύματος ἁγίου
διὰ τοῦ στόματος λαλήσας
Δαυὶδ παιδός σου
[.] Ἱνατί ἐφρύαξαν ἔθνη
καὶ λαοὶ ἐμελέτησαν κενά;
26 παρέστησανοἱ βασιλεῖς τῆς γῆς
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦκυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
27 συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐν τῇπόλει ταύτῃ
ἐπὶ τὸν ἅγιον σου παῖδά Ἰησοῦν, ὃν ἔχρισας,
Ἡρῴδης τε καὶΠόντιος Πιλᾶτος
σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
28 ποιῆσαι ὅσα ἡ χείρ σουκαὶ ἡ βουλή σου
προώρισεν γενέσθαι.
29 καὶ τὰ νῦν, κύριε, ἔφιδε ἐπὶ τὰς ἀγιὰς αὐτῶν,
καὶ δὸς τοῖς δούλοις σου
μετὰ πάσης παρρησίας λαλεῖντὸν λόγον σου,
30 ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν [.] εἰς ἴασιν
καὶσημεῖα καὶ τέρατα γένεσθαι
διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
31 καὶ δεηθέντων αὐτῶν
ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι,
καὶἐπλήσθησαν ἅπαντες τοῦ ἁγίου πνεύματος,
καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦμετὰ παρρησίας
πάντι τῷ θέλοντι πιστεύειν
32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων
ἦν καρδία καὶ ψυχὴμία,
καὶ οὐκ ἦν διάκρισις ἐν αὐτοῖς οὐδεμία
καὶ οὐδεὶς [.] τῶν ὑπαρχόντων αὐτοῦ
ἔλεγεν ἴδιον εἶναι,
ἀλλὰ ἦναὐτοῖς πάντα κοινά.
33 καὶ δυνάμει μεγάλῃ
ἀπεδίδουν τὸ μαρτύριον οἱἀπόστολοι

τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ Χρυ,
χάρις τε μεγάλη ἦν ἐπὶπάντας αὐτούς.
34 οὐδὲ γὰρ ἐνδεής τις ὕπηρχεν ἐν αὐτοῖς:
ὅσοι γὰρ κτήτορες ἦσαν χωρίων
ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες
καὶ φέροντες [.] τιμὰς τῶν πιπρασκό[ντ]ων
35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων:
διεδίδετο δὲ ἑνὶ ἑκάστῳ
καθότιἄν τις χρείαν εἶχεν.
36 Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς
ὑπὸ τῶνἀποστόλων,
ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως,
Κύπριος, Λευίτηςτῷ γένει,
37 ὑπάρχοντος αὐτῷ χωρίον
πωλήσας ἤνεγκεν τὸ χρῆμα
καὶ ἔθηκενπρὸς τοὺς πόδας τῶν ἀποστόλων.