ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ ΙΙΙ




1 ἐν δὲ ταῖς ἡμέραις ταύταις
Πέτρος καὶ Ἰωάνης ἀνέβαινον εἰς τὸ ἱερὸν
τὸ δελεινὸν ἐπὶ τὴν ὥραν ἐνάτη[ν] τῆ[ς] προσευχῆς.
2 καί ἰδοὺ τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ
[.] ἐβαστάζετο, ὃν ἐτίθουν καθ' ἡμέραν
πρὸς τὴν θύραν τοῦ ἱεροῦ
τὴν λεγομένην Ὡραίαν
τοῦ αἰτεῖν ἐλεημοσύνην παρ᾿ αὐτῶν
εἰσπορευομένων αὐτῶν εἰς τὸ ἱερόν:
3 οὗτος ἀτενίσας τοῖς ὀφταλμοῖς αὐτοῦ
καὶ ἰδὼν Πέτρον καὶ Ἰωάνην
μέλλοντας εἶναι εἰς τὸ ἱερὸν
ἠρώτα αὐτοὺς ἐλεημοσύνην [.]
4 ἐμβλέψας δὲ ὁ Πέτρος εἰς αὐτὸν
σὺν [.] Ἰωάνῃ καὶ εἶπεν, Ἀτένισον εἰς ἡμᾶς.

5 ὁ δὲ ἀτενείσας αὐτοῖς
προσδοκῶν τι λαβεῖν παρ' αὐτῶν .
6 εἶπεν δὲ Πέτρος,
Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι,
ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι:
ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζοραίου
[..] περιπάτει.
7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν [.]:
καὶ παραχρῆμα ἐστάθη
καὶ ἐστερεώθησαν αὐτοῦ
αἱ βάσεις καὶ τὰ σφυδρά, 8 καὶ ἐξαλλόμενος ἔστη
καὶ περιεπάτει χαιρόμενος,
καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν [...]
αἰνῶν τὸν θεόν.
9 καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα
καὶ αἰνοῦντα τὸν θεόν,
10 ἐπεγίνωσκον τε αὐτὸν ὅτι οὗτος ἦν
ὁ πρὸς τὴν ἐλεημοσύνην καθεζόμενος
ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ,
καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκ[σ]τάσεως
ἐπὶ τῷ γεγενημένῳ αὐτῷ.
11Ἐκπορευομένου δὲ τοῦ Πέτρου καὶ Ἰωάνου
συνεξεπορεύετο κρατῶν αὐτοὺς
οἱ δὲ θαμβήθεντες ἔστησαν
ἐν τῇ στοᾷ - καλουμένῃ Σολομῶνος - ἔκθαμβοι.
12 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν πρὸς αὐτούς ,
Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ,
ἢ ἡμῖν τί ἀτενίζετε
ὡς ἡμῶν τῇ ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ
τοῦτο πεποιηκότων τοῦτο τοῦ περιπατεῖν αὐτόν;
13 ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσὰκ καὶ θεὸς Ἰακώβ,
ὁ θεὸς τῶν πατέρων ἡμῶν,
ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν Χρν,
ὃν ὑμεῖς [.] παρεδώκατε εἰς κρίσιν

καὶ ἀπηρνήσασθε αὐτόν 
κατὰ πρόσωπον Πιλάτου,
τοῦ κρίναντος ἐκείνου 
ἀπολύειν αὐτόν τελόντος : 
14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον 
ἐβαρύνατε, καὶ ᾐτήσατε ἄνδρα φονέα 
χαρισθῆναι ὑμῖν, 
15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, 
ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, 
οὗ ἡμεῖς μάρτυρές ἐσμεν. 
16 καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ 
τοῦτον [.] θεωρεῖτε καὶ οἴδατε 
ὅτι ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, 
καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ 
τὴν ὁλοκληρίαν ταύτην 
ἀπέναντι πάντων ὑμῶν. 
17 καὶ νῦν, ἄνδρες ἀδελφοί
ἐπιστάμεθα

ὅτι ὑμεῖς μὲν κατὰ ἄγνοιαν ἐπράξατε πονήρον
ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν: 
18 ὁ δὲ θεὸς προκατήγγειλεν 
διὰ στόματος πάντων τῶν προφητῶν 
παθεῖν τὸν Χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως. 
19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε 
εἰς τὸ ἐξαλειφθῆναι τὰς ἁμαρτίας ὑμῶν
20 ὅπως ἂν ἐπέλθωσιν καιροὶ ἀναψύξεως 
ἀπὸ προσώπου τοῦ Κυρίου 
καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν
Χριστόν, Ἰησοῦν, 
21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι 
ἄχρι χρόνον ἀποκαταστάσεως πάντων 
ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος τῶν ἁγίων
[.]αὐτοῦ τῶν προφητῶν. 
22 Μωϋσῆς μὲν εἶπεν πρὸς τοὺς πατέρας ἡμῶν 
ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν 

ἐκ τῶν ἀδελφῶν ἡμῶν 
ὡς ἐμοῦ: αὐτοῦ ἀκούσεσθε 
κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 
23 ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ 
τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται 
ἐκ τοῦ λαοῦ.
24 καὶ πάντες [.] οἱ προφῆται ἀπὸ Σαμουὴλ 
καὶ τῶν καθεξῆς ἐλάλησεν 
καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. 
25 ὑμεῖς ἐστε [.] υἱοὶ τῶν προφητῶν 
καὶ τῆς διαθήκης ἣν  ὁ θεὸς διέθετο
πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραάμ, 
Καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται 
πᾶσαι αἱ πατριαὶ τῆς γῆς. 
26 ὑμῖν πρῶτον ὁ θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ 
ἐξαπέστειλεν [.] αὐτὸν εὐλογοῦντας ὑμᾶς ἐν τῷ
ἀποστρέφειν ἕκαστον ἐκ τῶν πονηριῶν ὑμῶν.