Actes XXI, Codex Bezae Cantabrigiensis ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ XXΙ, Codex Bezae Cantabrigiensis




1 - [κα]ὶ ἐπί[β]αντ[ε]ς ἀνήχθημεν [.]
ἀποσπασθέντων δὲ [ἡμῶ]ν ἀπ' αὐτῶν,
εὐθυδρομήσαντες ἥκομεν εἰς [.] Κῶ,
τῇ δὲ ἐπιούσῃ εἰς [.] Ρόδον,
κἀκεῖθεν εἰς Πάταρα καὶ Μύρα.
2 καὶ εὑρόντες πλοῖον
διαπερῶν εἰς Φ[οι]νείκην

Les versets 2b à 8 sont une reconstitution du texte Grec lacunaire faite en fonction du Latin correspondant

ἐπιβάντες ἀνήχθημεν.
3 ἀναφάναντες δὲ τὴν Κύπρον
καὶ καταλιπόντες αὐτὴν εὐώνυμον
ἐπλέομεν εἰς Συρίαν,
[.] κατήχθημεν εἰς Τύρον·
ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον
ἀποφορτιζόμενον τὸν γόμον.
4 καὶ ἀνευρόντες τοὺς μαθητὰς
ἐπεμείναμεν παρ᾿αὐτοῖς ἡμέρας ἑπτά·
οἵτινες δὲ τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος
μὴ εἰσελθεῖν εἰς Ἱεροσόλυμα.
5 τῇ δὲ ἐπιούσῃ [...]ἐξελθόντες
ἐπορευόμεθα ὅδον ἡμῶν
προπεμπόντων πάντων ἡμᾶς
σὺν γυναιξὶ καὶ τέκνοις
[.] ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα
ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα,
6 καὶ ἀσπασάμενοι ἀλλήλους
[ἐπέβημεν εἰς τὸ πλοῖον],
ὑπέστρεψαν δὲ ἐκεῖνοι εἰς τὰ ἴδια.
7 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες
ἀπὸ Τύρου ἤλθομεν εἰς Πτολεμαΐδα,
καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς
[ἐμείναμεν ἡμέραν μίαν] παρ' αὐτοῖς.

____________________________________
les versets 7 à 10, lacunaires en Grec comme en Latin ne sont ni retranscrits du texte alexandrin ni traduits
------------------------------------------

Π
ροφήτης ὀνόματι Ἄγαβος,
11 ἀνελθὼν δὲ πρὸς ἡμᾶς
καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου,
δήσας [.] ἐαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν·
Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον·
τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη,
οὕτως δήσουσιν εἰς Ἱερουσαλὴμ [.] Ἰουδαῖοι
καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
12 ὡς δὲ ἠκούσαμεν ταῦτα,
παρεκαλοῦμεν ἡμεῖς
[.] καὶ οἱ ἐντόπιοι τὸν Παῦλον
τοῦ μὴ ἐπιβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ.
13 εἶπεν δὲ πρὸς ἡμᾶς ὁ Παῦλος·
Τί ποιεῖτε κλαίοντες
καὶ θορυβοῦντές μου τὴν καρδίαν;
ἐγὼ γὰρ οὐ μόνον δεθῆναι βούλομαι,
ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ
ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος
τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ.
14 μὴ πειθομένου δὲ αὐτοῦ
ἡσυχάσαμεν οἱ εἰπόντες πρὸς ἀλλήλους·
Τὸ θέλημα τοῦ Θεοῦ γινέσθω.
15 Μετὰ δὲ τινας ἡμέρας ἀποταξάμενοι
ἀναβαίνομεν εἰς Ἱεροσόλυμα·

---------------------------------------------
Les versets 16 à 18 dans le reconstitution faite par J H Ropes, The Harvard Theological Review, Vol. 16, No. 2, (Apr., 1923), pp. 163-186

16 ἐκ Κεσαρείας σὺν ἡμῖν,
οὗτοι δὲ ἤγαγον ἡμᾶς
πρὸς οὗς ξενισθῶμεν
καὶ παραγενόμενοι εἰς τινα κώμην
ἐγενόμεθα παρὰ Νάσωνι τινι Κυπρίῳ,
μαθητῇ ἀρχαίῳ. 17 κακεῖθεν ἐξερχόμενοι
ἤλθομεν
εἰς Ἱεροσόλυμα
ὑπεδέξαντο δὲ ἡμᾶς ἀσμένως οἱ ἀδελφοί.
18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος
σὺν ἡμῖν πρὸς Ἰάκωβον,
---------------------------------

ἦσαν δὲ παρ᾿ αὐτῷ
οἱ πρεσβύτεροι συνήγμενοι.
19 οὓς ἀσπα[σά]μενος [.] διηγεῖτο [.] ἓνα ἕκαστον
ὡς
ἐποίησεν ὁ Θεὸς [.] τοῖς ἔθνεσιν
διὰ τῆς διακονίας αὐτοῦ.
20 οἱ δὲ ἀκούσαντες ἐδόξασαν τὸν Κύριον, ειπόντες
[..] Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες
εἰσὶν ἐν τῇ Ἰουδαίᾳ τῶν πεπιστευκότων,
καὶ πάντες τοῦτοι ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι.
21 κατή[χ]ησαν δὲ περὶ σοῦ
ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως
τοὺς κατὰ [.] ἔθνη εἰσὶν [.] Ἰουδαίοις, [.]
μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα
μητὲ ἐν τοῖς ἔθεσιν αὐτοῦ περιπατεῖν.
22 τί οὖν ἐστι; πάντως
δεῖ πλῆθος συνελθεῖν·
ἀκούσονται γὰρ ὅτι ἐλήλυθας.
23 τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν·
εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες
εὐχὴν ἔχοντες ἐφ' ἑαυτῶν·
24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς
καὶ δαπάνησον εἰς αὐτοὺς
ἵνα ξυρ{ήσο]νται τὴν κεφαλήν,
καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται
περὶ [σ]οῦ οὐδέν ἐστιν,
ἀλλ᾿ ὅτι πορεύου αὐτὸς φυλάσσων τὸν νόμον .
25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν
οὐδὲν ἔχουσιν λέγειν πρὸς σε·
ἡμεῖς γὰρ ἀπεστείλαμεν κρίναντες
μηδὲν τοιοῦτον τηρεῖν αὐτοὺς,
εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό [.] εἰδωλόθυτον
καὶ [.] αἷμα [..] καὶ πορνείαν.
26 τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας
τῇ ἐπιούσῃ ἡμέρᾳ σὺν αὐτοῖς

ἁγνισθεὶς εἰσῆλθεν εἰς τὸ ἱερόν,
διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν
τοῦ ἁγνισμοῦ, ὅπως προσηνέχθη
ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν [.] προσφορά.
27 συντελουμένης δὲ τῆς ἐβδόμης ἡμέρας
οἱ δὲ ἀ[πὸ] τῆς Ἀσίας Ἰουδαῖοι ἐληλυθότες
θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ
συνέχεον πάντα τὸν ὄχλον
καὶ ἐπιβάλλουσιν ἐπ' αὐτὸν τὰς χεῖρας 28 κράζοντες·
Ἄνδρες Ἰστραηλῖται, βοηθεῖτε·
οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ
καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου
πάντας πανταχῇ διδάσκων·
ἔτι [.] καὶ Ἕλληνας εἰσή[γα]γεν εἰς [.] ἱερὸν
καὶ εκοίνωσεν τὸν ἅγιον τόπον τοῦτον·
29 ἦσαν γὰρ προεωρακότες
Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ,
ὃν ἐνομίσαμεν ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν [.] Παῦλος.
30 ἐκεινήθη τε ἡ πόλις ὅλη
καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ,
καὶ ἐπιλαβόμενοι τοῦ Παύλου
εἷλκων [.] ἔξω τοῦ ἱεροῦ,
καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
31 [καὶ] ζητούντων [.] αὐτὸν ἀποκτεῖναι
ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης
ὅτι ὅλη συνχύννεται Ἱερουσαλήμ·
32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας
καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ' αὐτούς.
οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας
ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
33 τότε ἐγγίσας ὁ χιλίαρχος
ἐπελάβετο αὐτοῦ
καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσι δυσί,

καὶ ἐπυνθάνετο τίς [.] εἴη καὶ τί ἐστι πεποιηκώς.
34 ἄλλοι δὲ ἄλλα ἐπεφώνουν ἐν τῷ ὄχλῳ
καἰ μὴ δυναμένου αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς
διὰ τὸν θόρυβον,
ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
35 ὅτε δὲ ἐγένετο εἰς τοὺς ἀναβαθμούς,
συνέβη τὸν Παῦλον
βαστάζεσθαι [.] ὑπὸ τῶν στρατιωτῶν
διὰ τὴν βίαν τοῦ λαοῦ·
36 ἠκολούθει γὰρ τὸ πλῆθος [..]
κρᾶζον ἀναιρεῖσθαι αὐτόν.
37 μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν [...]
τῷ χιλιάρχῳ ἀποκριθεὶς εἰπεῖν·
Εἰ ἔξεστίν μοι λαλῆσαι πρός σε;
ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις;
38 οὐ[.] σὺ εἶ ὁ γύπτιος
ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας
καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον
τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
39 εἶπε δὲ ὁ Παῦλος·
Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος
ἐν Ταρσ δὲ τῆς Κιλικίας γεγεννήμενος[...]
δέομαι δέ σου συνχωρῆσαι μοι
λαλῆσαι πρὸς τὸν λαόν.
40 καὶ ἐπιτρέψαντος δὲ τοῦ χιλιάρχου
ἑστὼς ὁ Παῦλος ἐπὶ τῶν ἀναβαθμῶν
καὶ σείσας τῇ χειρὶ πρὸς αὐτοὺς·
πολλῆς τε ἡσυχείας γενομένης
προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων·