ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ XX, Codex Bezae Cantabrigiensis




1 Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον
προσκαλεσάμενος [.] Παῦλος τοὺς μαθητὰς
καὶ πολλὰ παρακελε[υ]σας
ποσπασάμενος ἐξῆλθεν [.] εἰς Μακεδονίαν.
2 διελθὼν δὲ πάντα τὰ μέρη ἐκεῖνα
καὶ χρήσ[αμενο]ς [.] λόγῳ πολλῷ
ἦλθεν εἰς τὴν Ἑλλάδα· 3 ποιήσας δὲ μῆνας τρεῖς,
καὶ γενηθεί[ση]ς αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων
ἠθέλησεν ἀναχθῆναι εἰς [.] Συρίαν,
εἶπεν δὲ τὸ πνεῦμα αὐτῷ ὑποστρέφειν
διὰ τῆς Μακεδονίας.
4 μέλλοντος οὖν ἐξιέναι αὐτοῦ μέχρι τῆς Ἀσίας
Σώπατρος Πύρρου Βερυιαῖος,
Θεσσαλονικέων δὲ Ἀρίσταρχος
καὶ Σεκοῦνδος, καὶ Γάϊος
Δουβ[έ]ριος καὶ Τιμόθεος,
Ἐφέσιοι δὲ Εὔτυχος καὶ Τρόφιμος.
5 οὗτοι προελθόντες ἔμενον αὐτὸν ἐν Τρῳάδι·

6 ἡμεῖς δὲ ἐξεπλεύσαμεν
μετὰ τὰς ἡμέρας τῶν ἀζύμων
ἀπὸ Φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς
εἰς [.] Τρῳάδα πεμπταῖοι
ἐν ᾗ καὶ
διετρίψαμεν ἡμέρας ἑπτά.
7 Ἐν τε τῇ μιᾷ πρώτῃ τῶν σαββάτων
συνηγμένων ἡμῶν τοῦ κλάσαι ἄρτον,
ὁ Παῦλος διελέγετο αὐτοῖς,
μέλλων ἐξιέναι τῇ ἐπαύριον,
παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου.
8 ἦσαν δὲ ὑπολαμπάδες ἱκαναὶ
ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι.
9 καθεζόμενος δέ τις νεανίας
ὀνόματι Εὔτυχος ἐπὶ τ θυρίδι,
κατεχόμενος ὕπνῳ βαρεῖ
διαλεγομένου [.] Παύλου ἐπὶ πλεῖον,
κατενεχθεὶς ὑπὸ τοῦ ὕπνου
ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω
καὶ ὃς ἤρθη νεκρός.
10 καταβὰς δὲ ὁ Παῦλος έπεσεν ἐπ᾿αὐτῷ
καὶ συμπεριλαβὼν καὶ εἶπεν Μὴ θορυβεῖσθε·
ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
11 ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον
καὶ γευσάμενος ἐφ’ ἱκανόν δὲ ὁμιλήσας
ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν.
12 ἀσπαζομένων δὲ αὐτῶν
ἤγαγεν τὸν νεανίσκον ζῶντα,
καὶ παρεκλήθησαν οὐ μετρίως.
13 Ἡμεῖς δὲ κατελθόντες εἰς τὸ πλοῖον
ἀνήχθημεν εἰς τὴν Ἆσσον,
ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον·
οὕτως γὰρ ἦν διατεταγμένος,
ὡς μέλλων αὐτὸς πεζεύειν.

14 ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἆσσον,
ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην·
15 κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ
κατηντήσαμεν ἀντικρὺς Χίου,
τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον,
καὶ μείναντες ἐν Τρωγυλίᾳ
τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον.
16 κεκρίκει γὰρ ὁ Παῦλος
παραπλεῦσαι τὴν Ἔφεσον,
μήποτε γένηθη αὐτῷ κατάσχεσίς τις ἐν τῇ Ἀσίᾳ·
ἔσπευδε γὰρ, [..] εἰς τὴν ἡμέραν τῆς πεντηκοστῆς
γενέσθαι ἐν Ἱεροσόλυμα.
17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον
μετεπέμψατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν,
ὁμόσε ὄντων αὐτῶν εἶπεν πρὸς αὐτούς·
Ὑμεῖς ἐπίστασθε ἀδελφοὶ, ἀπὸ πρώτης ἡμέρας
φ᾿ἧς ἐπέβην εἰς τὴν Ἀσίαν,
ὡς τριετίαν ἢ καὶ πλεῖον
ποταπ
ῶς μεθ' ὑμῶν ἦν
παντὸς χρόνου 19 δουλεύων τῷ Κυρίῳ
μετὰ πάσης ταπεινοφροσύνης
καὶ [.] δακρύων καὶ πειρασμῶν
τῶν συμβάντων μοι
ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων,
20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων
τοῦ [.] ἀναγγεῖλαι ὑμῖν
καὶ διδάξαι [.] κατ’ οἴκους καὶ δημοσίᾳ
21 διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι
τὴν εἰς τὸν Θεὸν μετάνοιαν
καὶ πίστιν διὰ το κυρίου ἡμῶν Ἰησο Χριστο.
22 καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος
τῷ πνεύματι πορεύομαι
εἰς Ἱεροσόλυμα, τὰ ἐν αὐτῇ συναντήσαντά μοι

μὴ γινώσκων, 23 πλὴν ὅτι τὸ ἅγιον Πνεῦμα
κατὰ πᾶσαν πόλιν διαμαρτύρεται μοι λέγων
ὅτι δεσμά [.] καὶ θλίψεις
μένουσιν μοι  ἐν Ἱεροσολύμοις.
24 ἀλλ' οὐδενὸς λόγον ἔχω μοι
οὐδὲ ποιοῦμαι τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς
τοῦ τελειώσαι τὸν δρόμον μου
[..] καὶ τὴν διακονίαν τοῦ λόγου
ἣν παρέλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ,
διαμαρτύρασθαι Ἰουδαίοις καὶ Ἕλλησιν
τὸ εὐαγγέλιον τῆς χάριτος [.] Θεοῦ.
25 καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα
ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου
ὑμεῖς πάντες,
ἐν οἷς διῆλθον κηρύσσων
τὴν βασιλείαν τοῦ Ἰησοῦ.
26 ἄχρι οὖν τῆς σήμερον ἡμέρας [.] καθαρός εἰμι
ἀπὸ τοῦ αἵματος πάντων·
27 οὐ γὰρ ὑπεστειλάμην τοῦ [.] ἀναγγεῖλαι [.]
πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ μῖν.
28 προσέχετε [.] [ἑ]αυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ,
ἐν ᾧ ὑμᾶς τὸ ἅγιον Πνεῦμα ἔθετο ἐπισκόπους,
ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου,
ἣν περιεποιήσατο ἐαυτῷ
διὰ τοῦ αἵματος τοῦ ἰδίου.
29 ἐγὼ [.] οἶδα [.] ὅτι εἰσελεύσονται
μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς
μὴ φειδόμενοι τοῦ ποιμνίου·
30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται
ἄνδρες λαλοῦντες διεστραμμένα
τοῦ ἀποστρέφειν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.
31 διὸ γρηγορεῖτε, μνημονεύοντες
ὅτι τριετίαν νύκτα δὲ ἡμέραν

οὐκ ἐπαυσάμην μετὰ δακρύων
νουθετῶν ἕνα ἕκαστον ὑμῶν.
32 καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ Θεῷ
καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ
τῷ δυναμένῳ οικοδομῆσαι ὑμᾶς
καὶ δοῦναι κληρονομίαν ἐν αὐτοῖς
τοῖς ἡγιασμένοις τῶν παντῶν.
33 ἀργυρίου καὶ χρυσίου ἢ ἱματισμοῦ
οὐδενὸς ὑμῶν ἐπεθύμησα·
34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου
πᾶσιν καὶ τοῖς οὖσι μετ' ἐμοῦ
ὑπηρέτησαν αἱ χεῖρες μου.
35 πᾶσι ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας
δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων,
μνημονεύειν τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ,
ὅτι αὐτὸς εἶπεν· μακάριόν ἐστιν
μᾶλλον διδόναι ἢ λαμβάνειν.
36 καὶ ταῦτα εἴπας, θεὶς τὰ γόνατα
[.] σὺν πᾶσιν αὐτοῖς προσεύξατο.
37 ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων,
καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου
κατεφίλουν αὐτόν,
38 μάλιστα ἐπὶ τῷ λόγῳ ὀδυνώμενοι
[..]ὅτι εἶπεν οὐκέτι μέλλει[ὑμ]ῖ[ν]
τὸ πρόσωπον [.] θεωρεῖν.
προέπεμπον δὲ αὐτὸν ἐπὶ τὸ πλοῖον.