
1 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις
τοῦ συμπληροῦσθαι τὴν ἡμέραν
τῆς πεντηκοστῆς
ὄντων αὐτῶν πάντων ἐπὶ τὸ αὐτό.
2 καὶ εἰδοὺ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος
ὥσπερ φερομένης βιαίας πνοῆς
καὶ ἐπλήρωσεν πάντα τὸν οἶκον
οὗ ἦσαν καθεζόμενοι:
3 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι
ὡσεὶ πυρός, καὶ ἐκάθισάν τε
ἐφ' ἕνα ἕκαστον αὐτῶν,
4 καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου,
καὶ ἤρξατο λαλεῖν ἑτέραις γλώσσαις
καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.
5 Ἐν Ἰερουσαλὴμ ἦσαν κατοικοῦντες Ἰουδαῖοι,
εὐλαβεῖς ἄνδρες ἀπὸ παντὸς ἔθνους
τῶν ὑπὸ τὸν οὐρανόν:
6 γενομένης δὲ τῆς φωνῆς ταύτης
συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη,
καὶ ἤκουον εἷς ἕκαστος
λαλοῦντας ταῖς γλώσσαις αὐτῶν.
7 ἐξίσταντο δὲ καὶ ἐθαύμαζον
λέγοντες πρὸς ἀλλήλους ,
Οὐχ ἰδοὺ ἅπαντες οὗτοί εἰσιν
οἱ λαλοῦντες Γαλιλαῖοι;
8 καὶ πῶς ἡμεῖς ἀκούομεν
ἕκαστος τὴν διάλεκτον ἡμῶν
ἐν ἧ ἐγεννήθημεν;
9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, [.]
οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν,
Ἰουδαίαν [.] καὶ Καππαδοκίαν,
Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν [.]
καὶ Παμφυλίαν, Αἴγυπτον τε
καὶ τὰ μέρη τῆς Λιβούης
τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες
Ῥωμαῖοι, 11Ἰουδαῖοί τε καὶ προσήλυτοι
Κρῆτης καὶ Ἄραβοι,
ἀκούομεν λαλούντων αὐτῶν
ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ.
12 ἐξίσταντο δὲ πάντες
καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον
ἐπὶ τῷ γεγονότι καὶ λέγοντες,
Τί θέλει τοῦτο εἶναι;
13 ἕτεροι δὲ διεχλευάζον λέγοντες
ὅτι Γλεύκους οὗτοι μεμεστωμένοι εἰσίν.
14 Τότε σταθεὶς δὲ ὁ Πέτρος
σὺν τοῖς δέκα ἀποστόλοις
ἐπῆρεν πρῶτος τὴν φωνὴν αὐτοῦ καὶ εῖπεν,
Ἄνδρες Ἰουδαῖοι καὶ πάντες
οἱ κατοικοῦντες Ἰερουσαλὴμ
τοῦτο ἡμῖν γνωστὸν ἔστω [.]
ἐνωτίσατε τὰ ῥήματά μου.
15 οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε
οὗτοι μεθύουσιν, οὔσης [.] ὥρας τῆς ἡμέρας τρίτης,
16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον
διὰ τοῦ προφήτου [.]
17 [.] ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κς,
ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πάσας σάρκας,
καὶ προφητεύσουσιν οἱ υἱοὶ αὐτῶν
καὶ [.] θυγατέρες αὐτῶν,
καὶ οἱ νεανίσκοι [.] ὁράσει ὄψονται,
καὶ οἱ πρεσβύτεροι [..] ἐνυπνιασθήσονται:
18 καί ἐγὼ ἐπὶ τοὺς δούλους μου
καὶ ἐπὶ τὰς δούλας μου [...]
ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου [...].
19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω
καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω [...]
20 ὁ ἥλιος μεταστρέφεται εἰς σκότος
καὶ ἡ σελήνη εἰς αἷμα
πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην [..].
21 καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσειται
τὸ ὄνομα τοῦ κυρίου σωθήσεται.
22 Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους
τούτους: Ἰησοῦν τὸν Ναζοραῖον, ἄνδρα ἀπὸ
τοῦ θεοῦ [δεδοκιμ]ασμένον εἰς ἡμᾶς
δυνάμεσει καὶ τέρασι καὶ σημείοις
ὅσα ἐποίησεν δι' αὐτοῦ ὁ θεὸς
ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε,
23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ
καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον λαβόντες
διὰ χειρὸς ἀνόμων
προσπήξαντες ἀνείλατε,
24 ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ ᾅδου,
καθότι οὐκ ἦν δυνατὸν
κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ:
25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν,
Προορώμην τὸν κύριον μου
ἐνώπιόν μου διὰ παντός,
ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ.
26 διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου
καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου,
ἔτι δὲ καὶ ἡ σάρξ μου
κατασκηνώσει ἐφ' ἐλπίδι:
27 ὅτι οὐκ ἐγκαταλείψεις
τὴν ψυχήν μου εἰς ᾅδην,
οὐδὲ δώσεις τὸν ὅσιόν σου
ἰδεῖν διαφθοράν.
28 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς,
πληρώσεις με εὐφροσύνης
μετὰ τοῦ προσώπου σου.
29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν
μετὰ παρρησίας πρὸς ὑμᾶς
περὶ τοῦ πατριάρχου Δαυίδ,
ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη
καὶ τὸ μνημῖον αὐτοῦ ἔστιν παρ' ἡμῖν
ἄχρι τῆς ἡμέρας ταύτης:
30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς
ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς
ἐκ καρποῦ τῆς καρδίας αὐτοῦ
κατὰ σάρκα ἀναστῆσαι τὸν Κν
καὶ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ,
31[....] ἀναστάσεως τοῦ Χριστοῦ
ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾅδου
οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
32 τοῦτον οὖν τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός,
οὗ πάντες ἡμεῖς μάρτυρες ἐσμεν .
33 τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς
καὶ τήν ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος λαβὼν
παρὰ τοῦ πατρὸς ἐξέχεεν [..] ὑμῖν
ὅ καὶ βλέπετε καὶ ἀκούετε.
34 οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς,
εἴρηκεν γὰρ αὐτός,
Λέγει Κς τῷ κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου
35 ἕως [.] θῶ τοὺς ἐχθρούς σου
ὑποπόδιον τῶν ποδῶν σου.
36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς ὁ οἶκος Ἰσραὴλ
ὅτι καὶ Κν [.] καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον ,
Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.
37 Τότε πάντες οἱ συνελθόντες
καὶ ἀκούσαντες κατενύγησαν τῇ καρδίᾳ,
καὶ τινες ἐξ αὐτῶν εἶπάν [.]
πρὸς τὸν Πέτρον καὶ τοὺς [.] ἀποστόλους,
Τί οὖν ποιήσωμεν, ἄνδρες ἀδελφοί;
ὑποδείζατε ἡμῖν
38 Πέτρος δὲ πρὸς αὐτούς φησίν,
Μετανοήσατε,
καὶ βαπτισθήτω ἕκαστος ὑμῶν
ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ
εἰς ἄφεσιν τῶν ἁμαρτιῶν [.],
καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος:
39 ἡμῖν γάρ ἐστιν ἡ ἐπαγγελία
καὶ τοῖς τέκνοις ἡμῶν
καὶ πᾶσιν τοῖς εἰς μακρὰν
ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν.
40 ἑτέροις δὲ λόγοις πλείοσιν διεμαρτύρατο,
καὶ παρεκάλει αὐτοὺς λέγων,
Σώθητε ἀπὸ τῆς γενεᾶς ταύτης τῆς σκολιᾶς
41οἱ μὲν οὖν πιστεύσαντες τὸν λόγον αὐτοῦ
ἐβαπτίσθησαν,
καὶ προσετέθησαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
ψυχαὶ ὡσεὶ τρισχίλιαι.
42 καὶ ἦσαν προσκαρτεροῦντες τῇ διδαχῇ
τῶν ἀποστόλων ἐν Ἰερουσαλὴμ
καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου
καὶ ταῖς προσευχαῖς.
43 Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος,
πολλά [.] τέρατα καὶ σημεῖα
διὰ τῶν ἀποστόλων ἐγίνετο.
44 πάντες τε οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ
καὶ εἶχον πάντα κοινά,
45 καὶ ὅσοι κτήματα εἶχον
ἢ ὑπάρξεις ἐπίπρασκον
καὶ διεμέριζον αὐτὰ καθ᾿ ἡμέραν πᾶσι τοῖς
ἄν τις χρείαν εἶχεν:
46 πάντες τε προσκαρτέρουν [.] ἐν τῷ ἱερῷ,
καὶ κατοίκουσαν ἐπὶ τὸ αὐτό κλῶντές τε
[..] ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει
καὶ ἀφελότητι καρδίας, 47 αἰνοῦντες τὸν θεὸν
καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν κόσμον.
ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους
καθ' ἡμέραν ἐπὶ τὸ αὐτό ἐν τῇ ἐκκλησίᾳ.