ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ XIX Codex Bezae Cantabrigiensis




1 - θέλοντος δὲ τοῦ Παύλου
κατὰ τὴν ἰδίαν βουλὴν
πορεύεσθαι εἰς Ἱεροσόλυμα
εἶπεν αὐτῷ τὸ πνεῦμα ὑποστρέφειν εἰς τὴν Ἀσίαν·

διελθὼν δὲ τὰ ἀνωτερικὰ μέρη
ἔρχεται εἰς Ἔφεσον·
καὶ εὑρών τινας μαθητάς 2 εἶπε πρὸς αὐτούς·
Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;
οἱ δὲ πρὸς αὐτόν· Ἀλλ' οὐδὲ [.] Πνεῦμα ἅγιον
λαμβάνουσιν τινες ἠκούσαμεν.
3 εἶπεν δὲ · Εἰς τί οὖν ἐβαπτίσθητε;
οἱ δὲ ἔλεγον· Εἰς τὸ Ἰωάνου βάπτισμα.
4 εἶπεν δὲ Παῦλος · Ἰωάνης [.] ἐβάπτισεν
βάπτισμα μετανοίας, τῷ λαῷ λέγων
εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν

ἵνα πιστεύσωσιν, τοῦτ' ἔστιν εἰς [.] Χριστόν.
5 ἀκούσαντες δὲ  τοῦτο ἐβαπτίσθησαν
εἰς τὸ ὄνομα [.] Κυρίου Ἰησοῦ Χριστοῦ
εἰς ἄφεσιν ἁμαρτιῶν.
6 καὶ ἐπιθέντο[ς] αὐτοῖς [.] χεῖρα τοῦ Παύλου
εὐθέως ἐπέπεσεν τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτος,
ἐλάλουν δὲ γλώσσαις καὶ ἐπροφήτευον.
7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.
8 Εἰσελθὼν δὲ ὁ Παῦλος εἰς τὴν συναγωγὴν
ἐν δυνάμει μεγάλῃ ἐπαρρησιάζετο
ἐπὶ μῆνας τρεῖς δια10λεγόμενος
καὶ πείθων [.] περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
9 [..] τινες μὲν οὖν αὐτῶν ἐσκληρύνοντο
καὶ ἠπείθουν κακολογοῦντες
τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους τῶν ἐθνῶν
τότε
, ἀποστὰς ὁ Παῦλος ἀπ' αὐτῶν
ἀφώρισεν τοὺς μαθητάς,
τὸ καθ' ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ
Τυράννιου τινός ἀπὸ ὥρας πέμπτης ἕως δεκάτης.
10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο,
ἕως πάντες οἱ κατοικοῦντες τὴν Ἀσίαν
ἤκουσαν τοὺς λόγους τοῦ Κυρίου,
Ἰουδαῖοι καὶ Ἕλληνες.
11 Δυνάμεις δὲ οὐ τὰς τυχούσας ὁ Θεὸς ἐποίει
διὰ τῶν χειρῶν Παύλου,
12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας
ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ
σουδάρια ἢ καὶ σιμικίνθια
καὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν τὰς νόσους,
τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι .
13 Ἐπεχείρησαν δέ τινες ἐκ τῶν περιερχομένων
Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν
ἐπὶ τοὺς ἔχοντας τὰ πνεύμα τὰ πονηρὰ

τὸ ὄνομα [.] Κυρίου Ἰησοῦ λέγοντες·
Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει.
14 ἐν οἷς καὶ υἱοὶ Σκευᾶ τινος ἱερέως
ἠθέλησαν τὸ αὐτὸ ποιῆσαι
ἔθος εἶχαν τοὺς τοιούτους ἐξορκίζειν
καὶ εἰσελθόντες πρὸς τὸν δαιμονιζόμενον
ἤρξαντο ἐπικαλεῖσθαι τὸ ὄνομα λέγοντες,
Παραγγέλλομέν σοι ἐν Ἰησοῦ
ὃν Παῦλος ἐξελθεῖν κηρύσσει
.
15 τότε ἀπεκρίθη τὸ πνεῦμα τὸ πονηρὸν
καὶ εἶπεν αὐτοῖς·
Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι·
ὑμεῖς δὲ τίνες ἐστέ;
16 καὶ ἐναλλόμενος εἰς αὐτοὺς ὁ ἄνθρωπος,
ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν,
κυριεύσας ἀμφοτέρων ἴσχυσεν κατ' αὐτῶν,
ὥστε γυμνοὺς καὶ τετραυματισμένους
ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις
[.] καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον,
καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς,
καὶ ἐμεγαλύνετο τὸ ὄνομα [.] Κυρίου Ἰησοῦ·
18 πολλοί δὲ τῶν πεπιστευόντων
ἤρχοντο ἐξομολογούμενοι
καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
19 ἱκανοὶ [.] τῶν [.] περὶ τὰ ἔργα πραξάντων
συνενέγκαντες καὶ τὰς βίβλους
κατέκαιον ἐνώπιον πάντων·
καὶ συνεψήφισον τὰς τιμὰς αὐτῶν [.]
εὗρον ἀργυρίου μυριάδας πέντε.
20 Οὕτως κατὰ κράτος ἐνίσχυσεν
καὶ ἡ πίστις τοῦ θεοῦ ηὔξανε καὶ ἐπλήθυνε
.
21[...] τότε Παῦλος ἔθετο ἐν τῷ πνεύματι
διελθεν τὴν Μακεδονίαν

καὶ τὴν Ἀχαΐαν
καὶ πορεύεσθαι εἰς Ἱεροσολυσόλυμα,
εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ
δεῖ με καὶ Ρώμην ἰδεῖν.
22 καὶ ἀποστείλας εἰς τὴν Μακεδονίαν
δύο τῶν διακονούντων αὐτῷ,
Τιμόθεον καὶ Ἔραστον,
αὐτὸς ἐπέσχεν χρόνον ὀλίγον ἐν τ Ἀσί.
23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον
τάραχος οὐχ ὀλίγος περὶ τῆς ὁδοῦ.
24 Δημήτριος γάρ τις ἦν , ἀργυροκόπος,
ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος
ὃς παρείχε τοῖς τεχνίταις
οὐκ ὀλίγην ἐργασίαν·
25 οὗτος συναθροίσας [.] τοὺς περὶ τὰ τοιαῦτα
τεχνέτας ἔφη πρὸς αὐτούς·
Ἄνδρες συντεχνῖται, ἐπίστασθε ὅτι ἐκ ταύτης
τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν,
26 καὶ ἀκούετε καὶ θεωρεῖτε [.]
οὐ μόνον ἕως Ἐφέσιου,
ἀλλὰ καὶ σχεδὸν πάσης [.] Ἀσίας
ὁ Παῦλος οὗτος τίς τότε πείσας
μετέστησεν ἱκανὸν ὄχλον, λέγων
ὅτι οὗτοι οὐκ εἰσὶν θεοὶ
οἱ διὰ χειρῶν γενόμενοι.
27 οὐ μόνον δὲ τοῦτο ἡμῖν κινδυνεύει
τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν,
ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς
ἱερὸν Ἀρτέμιδος εἰς οὐθὲν λογισθήσεται,
ἀλλὰ καθαιρεῖσθαι μέλλει[ν] [...]  ἣ[ν] ὅλη [.] Ἀσία
καὶ ἡ οἰκουμένη σέβεται.
28 ταῦτα δὲ ἀκούσαντες
καὶ γενόμενοι πλήρεις θυμοῦ

δραμόντες εἰς τὸ ἄμφοδον ἔκραζον λέγοντες ·
Μεγάλη [.] Ἄρτεμις Ἐφεσίων.
29 καὶ συνεχύθη ὅλη ἡ πόλις αἰσχύνης ,
ὥρμησάν δὲ ὁμοθυμαδὸν εἰς τὸ θέατρον
καὶ συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον
Μακεδόνας, συνεκδήμους Παύλου.
30 βουλομένου δὲ τοῦ Παύλου
εἰσελθεῖν εἰς τὸν δῆμον
[...] οἱ μαθηταί ἐκώλυον.
31 τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν,
ὑπάρχοντες αὐτῷ φίλοι,
πέμψαντες πρὸς αὐτὸν
παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
32 ἄλλοι μὲν οὖν ἄλλο [.] ἔκραζον·
ἡ γὰρ ἐκκλησία ἦν συγκεχυμένη,
καὶ οἱ πλεῖστοι οὐκ ᾔδεισαν τίνος ἕνεκεν
συνεληλύθεισαν. 33 ἐκ δὲ τοῦ ὄχλου
κατεβίβασαν Ἀλέξανδρον,
προβαλλόντων αὐτὸν τῶν Ἰουδαίων·
ὁ δὲ Ἀλέξανδρος κατασείσας τ χειρ
ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
34 ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν,
φωνὴ ἐγένετο μία [.] πάντων,
ὡς ἐπὶ ὥρας δύο κραζόντων·
Μεγάλη [.] Ἄρτεμις Ἐφεσίων.
35 κατασείσας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν·
Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος
ὃς οὐ γινώσκει τὴν ἡμέτεραν πόλιν
νεωκόρον εἶναι τῆς μεγάλης [.] Ἀρτέμιδος
καὶ τοῦ Διοσπετοῦς; 36 ἀναντιρρήτων
οὖν ὄντων τούτων
δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν
καὶ μηδὲν προπετὲς πράσσειν.

37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους ἐντάδε
μήτε ἱεροσύλους
μήτε βλασφημοῦντας τὴν θεὰν μῶν.
38 εἰ μὲν οὖν Δημήτριος οὗτος
οἱ καὶ σὺν αὐτῷ τεχνῖται
ἔχουσι πρός αὐτοὺς τινα λόγον,
ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν·
ἐγκαλείτωσαν ἀλλήλοις.
39 εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε,
ἐν τ νόμῳ ἐκκλησία[ς] ἐπιλυθήσεται.
40 καὶ γὰρ κινδυνεύομεν σήμερον ἐγκαλεῖσθαι
στάσεως [...] , μηδενὸς αἰτίου οντος
περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον
τῆς συστροφῆς ταύτης.
41 καὶ ταῦτα εἰπὼν ἀπέλυσε τὴν ἐκκλησίαν.