
1 - [..]ἀναχωρήσας δὲ [..] ἀπὸ τῶν Ἀθηνῶν
ἦλθεν εἰς Κόρινθον·
2 καὶ εὑρών τινα Ἰουδαῖον
ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει,
προσφάτως ἐληλυθ[ότ]α ἀπὸ τῆς Ἰταλίας,
καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ,
διὰ τὸ τεταχέναι Κλαύδιον
χωρίζεσθαι πάντας [.] Ἰουδαίους ἀπὸ τῆς Ρώμης,
οἳ κὲ κατῴκησαν εἰς τήν ᾿Αχαίαν .
προσῆλθεν αὐτῷ ὁ Παῦλος,
3 καὶ διὰ τὸ ὁμότεχνον [.]
ἔμενεν πρὸς αὐτούς καὶ ἠργάζετο· [....].
4 εἰσπορευόμενος δὲ εἰς τὴν συναγωγὴν
κατὰ πᾶν σάββατον διελέγετο,
καὶ ἐντιθεὶς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ
καὶ ἔπειθέν δὲ οὐ μόνον Ἰουδαίους
ἀλλὰ καὶ Ἕλληνας.
5 Παρεγένοντο δὲ [.] ἀπὸ τῆς Μακεδονίας [.]
τότε Σίλας καὶ [.] Τιμόθεος, συνείχετο τῷ λόγῳ
[.] Παῦλος διαμαρτυρούμενος τοῖς Ἰουδαίοις
εἶναι τὸν Χριστόν ΚύριονἸησοῦν.
6 πολλοῦ δὲ λόγου γινομένου
καὶ γραφῶν διερμηνευομένων
[ἀν]τιτασσομένων δὲ αὐτῶν
καὶ βλασφημούντων
ἐκτιναξάμενος ὁ Παῦλος τὰ ἱμάτια αὐτοῦ
εἶπεν πρὸς αὐτούς ·
Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν·
καθαρὸς ἐγώ ἀ[φ᾿ ὑμῶ]ν
[.] νῦν εἰς τὰ ἔθνη πορεύομαι.
7 [.] μεταβὰς [δὲ ἀπὸ Ἀκύ]λα
ἐκεῖθεν ἦλθεν εἰς τὸν [οῖκο]ν τινὸς
ὀνόματος [.] Ἰούστου, σεβομένου τὸν Θεόν,
οὗ ἡ οἰκία ἦν συνομοροοῦσα τῇ συναγωγῇ.
8 ὁ δὲ ἀρχισυνάγωγος Κρίσπος
ἐπίστευσεν εἰς τὸν Κύριον
σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ,
καὶ πολλοὶ τῶν Κορινθίων
ἀκούοντες ἐπίστευον
καὶ ἐβαπτίζοντο πιστεύοντες τῷ θεῷ
διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
9 Εἶπε δὲ [.] Κύριος δι' ὁράματος τῷ Παύλῳ ἐν νυκτὶ·
Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιω[πή]σῃς,
10 διότι ἐγώ εἰμι μετὰ σοῦ,
καὶ οὐδεὶς ἐπιθήσεταί [.] τοῦ κακῶσαί σε,
διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
11 καὶ ἐκάθισεν ἐν Κορίνθῳ
ἐνιαυτὸν καὶ μῆνας ἓξ
διδάσκων [.] αὐτοὺς τὸν λόγον τοῦ Θεοῦ.
12 Γαλλίωνος τε ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας
κατεπέστησαν ὁμοθυμαδὸν
οἱ Ἰουδαῖοι συνλαλήσαντες
μεθ' ἑαυτῶν ἐπὶ τὸν Παύλον,
καὶ ἐπιθέντες τὰς χεῖρας
ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
13 καταβοῶντες καὶ λέγοντες
ὅτι παρὰ τὸν νόμον οὗτος ἀναπείθει
τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.
14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα
εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους·
Εἰ μὲν οὖν ἦν ἀδίκημά τι
ἢ ῥᾳδιούργημα πονηρόν,
ὦ ἄνδρες Ἰουδαῖοι, κατὰ λόγον ἂν
ἠνεσχόμην ὑμῶν·
15 εἰ δὲ ζητήμα ἔχετε περὶ λόγου καὶ ὀνομάτων
καὶ νόμου τοῦ καθ' ὑμᾶς, ὄψεσθε αὐτοί·
κριτὴς ἐγὼ τούτων οὐ θέλω εἶναι.
16 καὶ ἀπήλυσεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
17 ἀπολαβόμενοι δὲ πάντες οἱ Ἕλληνες
Σωσθένην τὸν ἀρχισυνάγωγον
ἔτυπτον ἔμπροσθεν τοῦ βήματος·
τ[ὸτε οὐδὲν τούτων τ]ῷ Γαλλίω[νι ἔμελ]εν.
18 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς,
τοῖς ἀδελφοῖς ἀποταξάμενος
ἔπλευσεν εἰς τὴν Συρίαν,
καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας,
κειράμενος τὴν κεφαλήν ἐν Κεγχρεαῖς·
εἶχεν γὰρ προσεὐχήν.
19 κατάντησας δὲ εἰς Ἔφεσον,
καὶ τῷ ἐπιόντι σαββάτῳ ἐκείνους κατέλιπεν ἐκεῖ
αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν
διελέγετο τοῖς Ἰουδαίοις.
20 ἐρωτώντων τε αὐτῶν ἐπὶ πλείονα χρόνον
μεῖναι παρ' αὐτοῖς οὐκ ἐπένευσεν,
21 ἀλλὰ ἀποταξάμενος καὶ εἰπών·
Δεῖ δὲ πάντως τὴν ἑορτὴν ἡμέραν [.] ἐρχομένην
ποιῆσαι εἰς Ἱεροσόλυμα,
πάλιν δὲ ἀνα[κάμψ]ω πρὸς ὑμᾶς
τοῦ Θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τοῦ Ἐφέσου,
22 καὶ κατελθὼν εἰς Καισάρειαν,
καὶ ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν
κατέβη εἰς Ἀντιόχειαν,
23 καὶ ποιήσας χρόνον τινὰ
ἐξῆλθεν διερχόμενος καθεξῆς
τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν,
καὶ ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
24 Ἰουδαῖος δέ τις ὀνόματι Ἀπολλώνιος ,
γένει Ἀλεξανδρεὺς, ἀνὴρ λόγιος,
κατήντησεν εἰς Ἔφεσον,
δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
25 ὃς ἦν κατηχημένος ἐν τῇ πατρίδι
τὸν λόγον τοῦ Κυρίου,
καὶ ζέων τῷ πνεύματι ἀπελάλει καὶ ἐδίδασκεν
ἀκριβῶς τὰ περὶ Ἰησοῦ,
ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάνου·
26 ἧτός [.] ἤρξατο παρρησιάζεσθαι ἐν [.] συναγωγῇ.
καὶ ἀκούσαντος αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα
προσελάβοντο αὐτὸν
καὶ ἀκριβέστερον αὐτῷ ἐξέθοντο τὴν ὁδὸν [..].
27 ἐν δὲ τῇ Ἐφέσῳ ἐπιδημοῦντες
τινες Κορίνθιοι καὶ ἀκούσαντες αὐτοῦ
παρεκάλουν διελθεῖν σὺν αὐτοῖς
εἰς τὴν πατρίδα αὐτῶν
συνκατανεύσαντος δὲ αὐτοῦ
οἱ Ἐφέσιοι ἔγραψαν τοῖς ἐν Κορίνθῳ μαθηταῖς
ὅπως ἀποδέξωνται τὸν ἄνδρα
ὃς ἐπιδημήσας εἰς τὴν Ἀχαίαν
πολὺν συνεβάλλετο ἐν ταῖς ἐκκλησίαις .
28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο
δημοσίᾳ διαλεγόμενος
καὶ ἐπιδεικνὺς διὰ τῶν γραφῶν
τὸν Ἰησοῦν εἶναι Χριστὸν. .