Actes des Apôtres XVII, Codex Bezae Cantabrigiensis ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ XVΙI Codex Bezae Cantabrigiensis




1 - Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν
καὶ κατῆλθον εἰς Ἀπολλωνίδα
κἀκεῖθεν
ἦλθον εἰς Θεσσαλονίκην,
ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων.
2 καὶ κατὰ τὸ εἰωθὸς
Παύλος εἰσῆλθεν πρὸς αὐτοὺς,
ἐπὶ σάββατα τρία διελέχθη αὐτοῖς
ἐκ
τῶν γραφῶν,
3 διανοίγων καὶ παρατιθέμενος
ὅτι [τὸν] Χριστὸν ἔδει παθεῖν
καὶ ἀναστῆναι ἐκ νεκρῶν,
καὶ ὅτι οὗτός ἐστιν [.] Χριστός, Ἰησοῦς
ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
4 καί τινες ἐξ αὐτῶν ἐπείσθησαν
καὶ προσεκληρώθησαν

τῷ Παύλῳ καὶ τῷ Σιλᾳ τῇ διδακῇ
πολλοὶ τῶν σεβομένων
καὶ Ἑλλήνων πλῆθος πολὺ
καὶ γυναίκες τῶν πρώτων οὐκ ὀλίγαι.
5 οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι
συνστρέψαντές τινὰς ἄνδρας
τῶν ἀγοραίων πονηροὺς [..]
ἐθορύβουσαν τὴν πόλιν,
καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσωνος
ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον·
6 μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυραν Ἰάσωναν
καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας,
βοῶντες καὶ λέγοντες
ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες
οὗτοι εἰσιν καὶ ἐνθάδε πάρεισιν,
7 οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες
ἀπέναντι τῶν δογμάτων
Καίσαρος πράσσουσιν,
βασιλέα λέγοντες ἕτερον εἶναι Ἰησοῦν.
8 καί ἐτάραξεν τοὺς πολιτάρχας
καί τὸν ὄχλον.
ἀκούσαντες ταῦτα,
9 καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος
καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
10 Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ [.] νυκτὸς
ἐξέπεμψαν τόν [..] Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν,
οἵτινες παραγενόμενοι
εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν.
11 οὗτοι δὲ ἦσαν εὐγενεῖς
τῶν ἐν τῇ Θεσσαλονίκῃ,
οἵτινες ἐδέξαντο τὸν λόγον
μετὰ πάσης προθυμίας,
καθ' ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς
εἰ ἔχοι ταῦτα οὕτω.
12 τινὲς μὲν οὖν [.] αὐτῶν ἐπίστευσαν,

τίνες δὲ ἠπίστησαν, καὶ τῶν Ἑλλήνων [.]
καὶ τῶν εὐσχημόνων
ἄνδρες καὶ γυναῖκες ἱκανοὶ ἐπίστευσαν.
13 Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ [.] Θεσσαλονίκης
Ἰουδαῖοι ὅτι [.] λόγος [.] Θεοῦ κατηγγέλη [.] εἰς
Βεροίαν καὶ ἐπίστευσαν
καὶ
[...] , ἦλθον εἰς αὐτὴν κἀκεῖ σαλεύοντες
καὶ ταράσσοντες τοὺς ὄχλους οὐ διελίμπανον.
14 [.] τὸν μὲν οὖν Παῦλον
οἱ ἀδελφοὶ ἐξαπέστειλαν
ἀπελθεῖν
ἐπὶ τὴν θάλασσαν·
ὑπέμεινεν δὲ ὅ [.] Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.
15 οἱ δὲ καταστάνοντες τὸν Παῦλον
ἤγαγον [.] ἕως Ἀθηνῶν,
παρῆλθεν δὲ τὴν Θεσσαλίαν,
ἐκωλύθη γὰρ εἰς αὐτοὺς
κηρύξαι τὸν λόγον
,
[.] λαβόντες ἐντολὴν παρὰ Παύλου
πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον,
ὅπως ἐν
τάχει ἔλθωσιν
πρὸς αὐτὸν, ἐξῄεσαν.
16 Ἐν δὲ ταῖς Ἀθήναις
ἐκδεχομένου αὐτοῦ τοῦ Παύλου,
παρωξύνετο [.] πνεῦμα αὐτοῦ ἐν αὐτῷ
θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν.
17 διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις
καὶ τοῖς σεβομένοις
καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν
πρὸς τοὺς παρατυγχάνοντας.
18 τινὲς δὲ καὶ τῶν Ἐπικουρείων
καὶ τῶν Στωϊκῶν φιλοσόφων
συνέλαβον αὐτῷ, καί τινες ἔλεγον·
Τί ἂν θέλη ὁ σπερμολόγος οὗτος λέγειν;

οἱ δέ· Ξένων δαιμονίων
δοκεῖ καταγγελεὺς εἶναι [.....]·
19 μετὰ δὲ ἡμέρας τινὰς ἐπιλαβόμενοί αὐτοῦ
ἤγαγον αὐτὸν ἐπὶ [.] Ἄρειον Πάγον ,
πυνθανόμενοι καὶ
λέγοντες·
Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη [.] ὑπὸ σοῦ
καταγγελλομένη
διδαχή;
20 ξενίζοντα γάρ τινα φέρεις ῥήματα
εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι
τί ἂν θέλοι ταῦτα εἶναι.
21 Ἀθηναῖοι δὲ πάντες
καὶ οἱ ἐπιδημοῦντες εἰς αὐτοὺς ξένοι
εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν
τι ἢ ἀκούειν καινότερον.
22 Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ
τοῦ Ἀρείου Πάγου ἔφη·
Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα
ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ·
23 διερχόμενος γὰρ καὶ διιστορῶν
τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν
ἐν ᾧ ἦν γεγραμμένον, Ἀγνώστῳ θεῷ.
ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε,
τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν.
24 ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον
καὶ πάντα τὰ ἐν αὐτῷ,
οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων
οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικοῖ
25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται
προσδεόμενός
ὅτι οὗτος ὁ δοὺς πᾶσι ζωὴν καὶ πνοὴν
καὶ τὰ πάντα· 26 ἐποίησέν [.] ἐξ ἑνὸς αἵματος
πᾶν ἔθνος ἀνθρώπου
κατοικεῖν ἐπὶ παντὸς πρόσωπου τῆς γῆς,
ὁρίσας προστεταγμένους καιροὺς

καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
27 μάλιστα ζητεῖν τὸ Θεῖόν ἐστίν
εἰ ἄρα γε ψηλαφήσαισαν αὐτ
εὕροισαν, καί γε οὐ μακρὰν
ὣν ἀφ᾿ ἑνὸς ἑκάστου ἡμῶν [.].
28 Ἐν αὐτῇ γὰρ ζῶμεν καὶ κινούμεθα
καὶ ἐσμέν, τὸ καθ' ἡμέραν
ὥσπερ καὶ τῶν καθ' ὑμᾶς τινες [.] ειρήκασιν
τούτου γὰρ καὶ γένος ἐσμέν.
29 γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ
οὐκ ὀφείλομεν νομίζειν
οὔτε χρυσῷ ἢ ἀργύρῳ
ἢ λίθῳ, χαράγματι τέχνης
ἐνθυμήσεως ἀνθρώπου,
τὸ θεῖον εἶναι ὅμοιον.
30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ταύτης
παριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις
ἵνα πάντες πανταχοῦ μετανοεῖν,
31 καθότι ἔστησεν ἡμέραν [.] κρίναι τὴν οἰκουμένην
ἐν δικαιοσύνῃ [.] ἀνδρὶ Ἰήσου
ᾧ ὥρισεν πίστιν παρεσχεῖν
πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν
οἱ μὲν ἐχλεύαζον,
οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου
περὶ τούτου πάλιν. 33 οὕτως ὁ Παῦλος
ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
34 τινὲς δὲ ἄνδρες ἐκολλήθησαν
αὐτῷ ἐπίστευσαν,
ἐν οἷς καὶ Διονύσιος τις Ἀρεοπαγίτης
εὐσκήμων καὶ ἕτεροι σὺν αὐτοῖς.