
1 - διελθὼν δὲ τὰ ἔθνη ταῦτα
κατήντησεν [.] εἰς Δέρβην καὶ Λύστραν.
καὶ ἰδοὺ μαθητής τις ἐκεῖ ἦν
ὀνόματι Τιμόθεος,
υἱὸς γυναικός Ἰουδαίας πιστῆς,
πατρὸς δὲ Ἕλληνος, 2 ὃς ἐμαρτυρεῖτο
ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν,
καὶ λαβὼν περιέτεμεν αὐτὸν
διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας
ἐν τοῖς τόποις ἐκείνοις·
ᾔδεισαν γὰρ παντες τὸν πατέρα αὐτοῦ
ὅτι Ἕλλην ὑπῆρχεν.
4 διeρχόμενοι δὲ τὰς πόλεις
ἐκήρυσσον καὶ παρεδίδοσαν αὐτοῖς
μετὰ πάσης παρρησίας τὸν κύριον Ἰησοῦν Χριστὸν
ἅμα παραδιδόντες
καὶ τὰς ἐντολὰς ἀποστόλων καὶ πρεσβυτέρων
τῶν ἐν Ἱεροσολύμοις.
5 αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο
[..] καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ' ἡμέραν.
6 Διῆλθον δὲ τὴν Φρυγίαν
καὶ Γαλατικὴν χώραν,
κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος
μηδενὶ λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ ἐν τῇ Ἀσίᾳ,
7 γενόμενοι δὲ κατὰ τὴν Μυσίαν
ἤθελαν εἰς Βυθυνίαν πορεύεσθαι·
καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ιηυ.
8 διελθόντες δὲ τὴν Μυσίαν
κατήντησαν εἰς Τρῳάδα.
9 καὶ ἐν ὁράματι διὰ [.] νυκτὸς ὤφθη τῷ Παύλῳ ·
ὡσεὶ ἀνήρ Μακεδὼν τις [.]
ἑστὼς κατὰ πρόσωπον αὐτοῦ,
παρακαλῶν [.] καὶ λέγων·
Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
10 διεγερθεὶς οὖν διηγήσατο τὸ ὅραμα ἡμῖν,
καὶ ἐνοήσαμεν ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος
εὐαγγελίσασθαι τοὺς ἐν τῇ Μακεδονίᾳ.
11 τῇ δὲ ἐπαύριον ἀ[να]χθέντες ἀπὸ [.] Τρῳάδος
εὐθυδρομήσαμεν εἰς Σαμοθράκην,
καὶ τῇ ἐπιούσῃ ἡμέρα εἰς Νεάπολιν,
12 κακεῖθεν εἰς Φιλίππους,
ἥτις ἐστὶν κεφαλὴ τῆς Μακεδονίας
πόλις κολωνία. ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει
διατρίβοντες ἡμέρας τινάς,
13 τῇ δὲ ἡμέρᾳ τῶν σαββάτων
ἐξήλθομεν ἔξω τῆς πύλης
παρὰ τὸν ποταμὸν
οὗ ἐδόκει προσευχὴ εἶναι,
καὶ καθίσαντες ἐλαλοῦμεν
ταῖς συνελελυθυίαις γυναιξίν.
14 καί τις γυνὴ ὀνόματι Λυδία,
πορφυρόπωλις τῆς πόλεως Θυατείρων,
σεβομένη τὸν Θεὸν, ἤκουσεν, ἧς ὁ Κύριος διήνυξεν τὴν καρδίαν
προσέχειν τοῖς λαλουμένοις ὑπὸ [.] Παύλου.
15 ὡς δὲ ἐβαπτίσθη καὶ πᾶς ὁ οἶκος αὐτῆς,
παρεκάλεσε λέγουσα·
Εἰ κεκρίκατέ με πιστὴν τῷ Θῷ εἶναι,
εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε·
καὶ παρεβιάσατο ἡμᾶς.
16 Ἐγένετο δὲ πορευομένων ἡμῶν
εἰς προσευχὴν παιδίσκην τινὰ
ἔχουσαν πνεῦμα πύθωνα
ἀπαντῆσαι ἡμῖν,
ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις [.]
διὰ τούτου μαντευομένη.
17 αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν
καὶ ἔκραζον λέγουσα·
Οὗτοι οἱ [.] δοῦλοι τοῦ Θῦ τοῦ ὑψίστου εἰσίν,
οἵτινες εὐαγγελίζοντες ὑμῖν ὁδὸν σωτηρίας.
18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας.
ἐπιστρέψας δὲ ὁ Παῦλος τῷ Πνεύματι
καὶ διαπονηθεὶς εἶπεν·
Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ
ἵνα ἐξέλθῃς ἀπ' αὐτῆς. καὶ εὐθέως ἐξῆλθεν [..].
19 ὡς δὲ εῖδαν οἱ κύριοι τῆς παιδίσκες
ὅτι ἀπεστέρησθαι [..] τῆς ἐργασίας αὐτῶν,
ἧς εἶχαν δι αὐτῆς
ἐπιλαβόμενοι τὸν Παῦλον καὶ [.] Σίλαν
εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
20 καὶ προσαγαγόντας αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· Οὗτοι οἱ ἄνθρωποι
ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν
Ἰουδαῖοι ὑπάρχοντες,
21 καὶ καταγγέλλουσιν τὰ ἔθνη
ἃ οὐκ ἔξεστιν ἡμᾶς παραδέξασθαι οὔτε ποιεῖν
Ρωμαίοις ὑπάρκοὖσιν.
22 καὶ πολὺς ὄχλος συνεπέστησαν
κατ' αὐτῶν κράζοντες
τότε οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια
ἐκέλευον ῥαβδίζειν,
23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς
ἔβαλον εἰς φυλακήν,
παραγγείλαντες τῷ δεσμοφύλακι
ἀσφαλῶς τηρεῖσθαι αὐτούς·
24 ὁ δὲ παραγγελίαν τοιαύτην λαβὼν
ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν
καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο ἐν τῷ ξύλῳ.
25 Κατὰ δὲ [.] μέσον τῆς νύκτος
ὁ Παῦλος καὶ Σίλας προσευχόμενοι
ὕμνουν τὸν Θεόν·
ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.
26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας,
ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου,
ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι
καὶ πάντων τὰ δεσμὰ ἀνελύθη.
27 καὶ ἔξυπνος γενόμενος ὁ δεσμοφύλαξ
καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς,
καὶ σπασάμενος τὴν μάχαιραν
ἔμελλεν ἑαυτὸν ἀναιρεῖν,
νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
28 ἐφώνησεν δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων·
Μηδὲν πράξῃς σεαυτῷ τι κακόν·
ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
29 φῶτα δὲ αἰτήσας εἰσεπήδησεν,
καὶ ἔντρομος ὑπάρχων
προσέπεσεν πρὸς τοὺς πόδας τῷ Παύλῳ καὶ Σίλᾳ,
30 καὶ προήγαγεν αὐτοὺς ἔξω
τοὺς λοιποὺς ἀσφαλισάμενος
καὶ εἶπεν αὐτοῖς
Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
31 οἱ δὲ εἶπαν· Πίστευσον
ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν,
καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου
σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
33 καὶ παραλαβὼν αὐτοὺς
ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς
ἔλουσεν ἀπὸ τῶν πληγῶν,
καὶ αὐτὸς ἐβαπτίσθη
καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα,
34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ
παρέθηκε τράπεζαν,
καὶ ἠγαλλιᾶτο σὺν τῷ αὐτοῦ
πεπιστευκὼς ἐπὶ τὸν Θεὸν.
35 Ἡμέρας δὲ γενομένης συνῆλθον οἱ στρατηγοὶ
ἐπὶ τὸ αὐτὸ εἰς τὴν ἀγορὰν
καὶ ἀναμνησθέντες
τὸν σεισμὸν τὸν γεγονότα ἐφοβήθησαν
καὶ ἀπέστειλαν τοὺς ῥαβδούχους λέγοντας·
Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους
οὓς ἐχθὲς παρέλαβες .
36 καὶ εἰσελθὼν ὁ δεσμοφύλαξ
ἀπήγγειλεν τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον,
ὅτι Ἀπεστάλκασιν οἱ στρατηγοὶ
ἵνα ἀπολυθῆτε. νῦν οὖν
ἐξελθόντες πορεύεσθαι [..]
37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς·
ἀναιτίους δείραντες ἡμᾶς δημοσίᾳ
ἀκατακρίτους, ἀνθρώπους
Ρωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν·
καὶ νῦν λάθρα ἡμᾶς ἐκβάλλουσιν;
οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
38 ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς
οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα
τὰ ῥηθέντα πρὸς τοὺς στρατηγούς ·
οἱ δὲ ἀκούσαντες ὅτι Ρωμαῖοί εἰσιν,
ἐφοβήθησαν 39 καὶ παραγενόμενοι
μετὰ φιλῶν πολλῶν εἰς τὴν φυλακὴν
παρεκάλεσαν αὐτοὺς ἐξελθεῖν εἰπόντες,
Ἠγνοήσαμεν τὰ καθ' ὑμᾶς
ὅτι ἐστὲ ἄνδρες δίκαιοι
καὶ ἐξαγαγόντες
παρεκάλεσαν αὐτοὺς λέγοντες,
Ἐκ τῆς πόλεως ταύτης ἐξέλθατε
μήποτε πάλιν συν στραφῶσιν ἡμῖν
ἐπικράζοντες καθ' ὑμῶν
40 ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς
ῆλθον πρὸς τὴν Λυδίαν,
καὶ ἰδόντες τοὺς ἀδελφοὺς
διηγήσαντο ὅσα ἐποίησεν Kύριος αὐτοῖς
παρακαλέσαντες αὐτοὺς καὶ ἐξῆλθα.