ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ XV, Codex Bezae Cantabrigiensis




1 - Καί τινες κατελθόντες
ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς
ὅτι Ἐὰν μὴ περιτμηθῆτε
καὶ τῷ ἔθει [.] Μωσέως περιπατῆτε,
οὐ δύνασθε σωθῆναι.
2 γενομένης δὲ [.] ἐκτάσεως
καὶ ζητήσεως οὐκ ὀλίγης
τῷ Παύλῳ καὶ [.] Βαρνάβᾳ σὺν αὐτοῖς,
ἔλεγεν γὰρ ὁ Παῦλος μένειν οὕτως
καθὼς ἐπίστευσαν διϊσχυριζόμενος·
οἱ δὲ ἐληλυθότες ἀπὸ Ἰερουσαλὴμ
παρήγγειλαν αὐτοῖς τῷ Παύλῳ καὶ Βαρναβᾷ
καὶ τισιν ἄλλοις ἀναβαίνειν

πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους
εἰς Ἰερουσαλὴμ ὅπως κριθῶσιν ἐπ' αὐτοῖς
περὶ τοῦ ζητήματος τούτου.
3 Οἱ μὲν οὖν προπεμφθέντες
ὑπὸ τῆς ἐκκλησίας διήρχοντο
τὴν τε Φοινίκην καὶ  τὴν Σαμάρειαν

ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν,
καὶ ἐποίουν χαρὰν μεγάλην
πᾶσιν τοῖς ἀδελφοῖς.
4 παραγενόμενοι δὲ εἰς Ἱερουσαλὴμ
παρεδέχθησαν μεγάλως ὑπὸ τῆς ἐκκλησίας
καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων,
ἀπήγγείλαντες [.] ὅσα ἐποίησεν ὁ Θεὸς μετ' αὐτῶν,
οἱ δὲ παραγγείλαντες αὐτοῖς
ἀναβαίνειν πρὸς τοὺς πρεσβυτέρους
.
5 Ἐξανέστησαν λέγοντές τινες [.]
ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων
πεπιστευκότες, [.] ὅτι δεῖ περιτέμνειν αὐτοὺς
παραγγέλλειν δὲ τηρεῖν τὸν νόμον Μωσέως.
6 Συνήχθησαν δὲ οἱ ἀπόστολοι
καὶ [.] πρεσβύτεροι
ἰδεῖν περὶ τοῦ λόγου τούτου.
7 Πολλῆς δὲ συζητήσεως γενομένης
ἀνέστησεν ἐν Πνεύματι Πέτρος
καὶ εἶπεν πρὸς αὐτούς·
Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε
ὅτι ἀφ' ἡμερῶν ἀρχαίων
μῖν ὁ Θεὸς ἐξελέξατο διὰ [.] στόματός μου
ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου
καὶ πιστεῦσαι. 8 ὁ δὲ καρδιογνώστης Θεὸς
ἐμαρτύρησεν αὐτοῖς
δοὺς ἐπ αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον
καθὼς καὶ ἡμῖν,
9 καὶ οὐδὲν διέκρινεν
μεταξὺ ἡμῶν [.] καὶ αὐτῶν
τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
10 νῦν οὖν τί πειράζετε τὸν Θεόν,
ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν,
ὃν οὔτε οἱ πατέρες ἡμῶν
οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;

11 ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ
πιστεύομεν σωθῆναι
καθ' ὃν τρόπον κἀκεῖνοι
12 συγκατατιθεμένων δὲ τῶν πρεσβυτέρων
τοῖς ὑπὸ τοῦ Πέτρου εἰρημένοις

Ἐσίγησεν [.] πᾶν τὸ πλῆθος
καὶ ἤκουον Βαρνάβαν καὶ Παύλον
ἐξηγουμένοι ὅσα ἐποίησεν ὁ Θεὸς
σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι' αὐτῶν.
13 Μετὰ δὲ τὸ σειγῆσαι αὐτοὺς
ἀναστὰς Ἰάκωβος εἶπεν·
Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου.
14 Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ
Θεὸς ἐπεσκέψατο λαβεῖν
ἐξ ἐθνῶν λαὸν [.] τῷ ὀνόματι αὐτοῦ.
15 καὶ οὕτως συμφωνήσουσιν
οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται·
16 μετὰ δὲ ταῦτα ἐπιστρέψω
καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυῒδ
τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς
ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν,
17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι
τῶν ἀνθρώπων τὸν Θέον, καὶ πάντα τὰ ἔθνη
ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου
ἐπ' αὐτούς, λέγει Κύριος ποιήσει ταῦτα [.].
18 γνωστὸν ἀπ' αἰῶνός ἐστι
τῷ Κυρίῳ τὸ ἔργον αὐτοῦ.
19 διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν
τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν,
20 ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι
τῶν ἀλισγημάτων τῶν εἰδώλων
καὶ τῆς πορνείας [...] καὶ τοῦ αἵματος.
21 καὶ ὅσα μὴ θέλουσιν ἑαυτοῖς γίνεσθαι
ἑτέροις μὴ ποιεῖτε

Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων

κατὰ πόλιν ἔχει τοὺς κηρύσσοντας αὐτὸν
ἔχει ἐν ταῖς συναγωγαῖς
κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
22 Τότε ἐδόξασεν τοῖς ἀποστόλοις
καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ
ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι
εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρνάβᾳ,
Ἰούδαν τὸν καλούμενον Βαραββᾶν καὶ Σίλαν,
ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
23 γράψαντες ἐπιστολὴν διὰ χειρὸς αὐτῶν
περιέχουσαν
τάδε·
Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι [..] ἀδελφοὶ
τοῖς κατὰ τὴν Ἀντιόχειαν
καὶ Συρίαν καὶ Κιλείαν
τοῖς ἐξ ἐθνῶν ἀδελφοῖς χαίρειν.
24 Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν
ἐξελθόντες ἐξετάραξαν ὑμᾶς λόγοις
ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν,
οἷς οὐ διεστειλάμεθα,
25 ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν,
ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς
σὺν τοῖς ἀγαπητοῖς ὑμῶν
Βαρνάβᾳ καὶ Παύλῳ, 26 ἀνθρώποις
παραδεδωκάσιν τὴν ψυχὴν αὐτῶν
ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
εἰς πάντα πειρασμόν.
27 ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν
καὶ αὐτοὺς διὰ λόγου ἀπαγγελλοῦντας ταῦτα.
28 ἔδοξεν γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν
μηδὲν πλέον ἐπιτίθεσθαι ἡμῖν βάρος
πλὴν τούτων ἐπάναγκες ,
29 ἀπέχεσθαι εἰδωλοθύτων
καὶ αἵματος [..] καὶ πορνείας·

καὶ ὅσα μὴ θέλετε ἑαυτοῖς γίνεσθαι
ἑτέρῳ μὴ ποιεῖν

ἀφ ὧν διατηροῦντες ἑαυτοὺς
εὖ πράξατε φερόμενοι
ἐν τῷ ἁγίῳ Πνεύματι
. ἔρρωσθε.
30 Οἱ μὲν οὖν ἀπολυθέντες ἐν ἡμέρας ὀλίγαις
κατῆλθον εἰς Ἀντιόχειαν,
καὶ συναγόντες τὸ πλῆθος
ἐπέδωκαν τὴν ἐπιστολήν.
31 ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
32 Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται
ὄντες, πλήρεις πνεύματος ἁγίου
διὰ λόγου [.] παρεκάλεσαν τοὺς ἀδελφοὺς
καὶ ἐπεστήριξαν.
33 ποιήσαντες δὲ χρόνον
ἀπελύθησαν μετ' εἰρήνης ἀπὸ τῶν ἀδελφῶν
πρὸς τοὺς ἀποστείλαντας αὐτούς.
34 ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτούς.
μόνος δὲ Ἰούδας ἐπορεύθη.
35 δὲ Παῦλος καὶ Βαρνάβας
διέτριβον ἐν Ἀντιοχείᾳ
διδάσκοντες καὶ εὐαγγελιζόμενοι
καὶ μετὰ ἑτέρων πολλῶν τὸν λόγον τοῦ [Κυρίου].
36 Μετὰ δέ τινας ἡμέρας
εἶπεν Παῦλος πρὸς Βαρνάβαν·
Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς
τοὺς κατὰ πᾶσαν πόλιν ἐν οἷς κατηγγείλαμεν
τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι.
37 Βαρνάβας δὲ ἐβουλεύετο
συμπαραλαβεῖν [.] Ἰωάνην
τὸν ἐπικαλούμενον Μᾶρκον·
38 Παῦλος δὲ οὐκ ἐβούλετο, λέγων
τὸν ἀποστήσαντα ἀπ' αὐτῶν ἀπὸ Παμφυλίας

καὶ μὴ συνελθόντα [.] εἰς τὸ ἔργον
εἰς ὃ ἐπέμφθησαν
τοῦτον μὴ εἴναι σὺν αὐτοῖς ,
39 ἐγένετο δὲ παροξυσμὸς,
ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ' ἀλλήλων,
τότε Βαρνάβας παραλαβὼν τὸν Μᾶρκον
ἔπλεῦσεν εἰς Κύπρον.
40 Παῦλος δὲ ἐπιδεξάμενος Σίλαν
ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι [.] Κυριοῦ
ἀπὸ
τῶν ἀδελφῶν,
41 διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν
ἐπιστηρίζων τὰς ἐκκλησίας
παραδιδοὺς τὰς ἐντολὰς τῶν πρεσβυτέρων.