ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ XIV, Codex Bezae Cantabrigiensis




1 - Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ
εἰσελθεῖν αὐτὸν
εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων
καὶ λαλῆσαι οὕτως πρὸς αὐτοὺς ὥστε πιστεύειν
Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
2 οἱ δὲ ἀρχισυνάγωγοι τῶν Ἰουδαίων
καὶ οἱ ἄρχοντες τῆς συναγωγῆς
ἐπήγαγον αὐτοῖς διωγμὸν κατὰ τῶν δικαιῶν

καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν
κατὰ τῶν ἀδελφῶν.
ὁ δὲ κύριος ἔδωκεν ταχὺ εἰρήνην
3 ἱκανὸν μὲν οὖν χρόνον διατρείψαντες
παρρησια[σά]μενοι
ἐπὶ τῷ Κυρίῳ
τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ,
διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι
διὰ τῶν χειρῶν αὐτοῦ.
4 ἦν δὲ ἐσχισμένον τὸ πλῆθος τῆς πόλεως,
καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις,
ἄλλοι δὲ σὺν τοῖς ἀποστόλοις κολλώμενοι
διὰ τὸν λόγον τοῦ θεοῦ.
5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν
[.] καὶ τῶν Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν
ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
6 συνιδόντες καὶ κατέφυγον
εἰς τὰς πόλεις τῆς Λυκαωνίας
εἰς Λύστραν καὶ Δέρβην
καὶ τὴν περίχωρον ὅλην,
7 κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
καὶ ἐκεινήθη ὅλον τὸ πλῆθος ἐπὶ τῇ διδαχῇ.
ὁ δὲ Παῦλος καὶ Βαρναβᾶς
διέτριβον ἐν Λύστροις
8 Καί τις ἀνὴρ [..] ἐκάθητο ἀδύνατος τοῖς ποσὶν ,
[.] ἐκ κοιλίας τῆς μητρὸς αὐτοῦ
ὑπάρχων, ὃς οὐδέποτε περιεπεπατήκει.
9 οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος·

ὑπάρχων ἐν φόβῳ
[.] ἀτενίσας δὲ αὐτῷ ὁ Παῦλος
καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι,
10 εἶπεν μεγάλῃ [.] φωνῇ·
σοι λέγω ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ
ἀνάστηθι ἐπὶ τοὺς πόδας σου
ὀρθός. καὶ [..] περιεπάτει.
καὶ εὐθέως παραχρῆμα ἀνήλατο καὶ περιεπάτει.
11 οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν [.] Παῦλος
ἐπῆραν [.] φωνὴν αὐτῶν Λυκαωνιστὶ λέγοντες·
Οἱ θεοὶ ὁμοιωθέντες τοῖς ἀνθρώποις
κατέβησαν πρὸς ἡμᾶς·
12 ἐκάλουν δὲ [..] Βαρνάβαν Δίαν,
τὸν δὲ Παῦλον Ἑρμῆν,
ἐπειδὴ αὐτὸς ἦν [.] ἡγούμενος τοῦ λόγου.
13 οἱ δὲ ἱερεῖς τοῦ ὄντος [.] Διὸς πρὸ τῆς πόλεως [.]
ταύρους αὐτοῖς καὶ στέμματα
ἐπὶ τοὺς πυλῶνας ἐνέγκαντες,
σὺν τοῖς ὄχλοις ἤθελον ἐπιθύειν.
14 ἀκούσας δὲ [..] Βαρνάβας καὶ Παῦλος,
διαρρήξαντες τὰ ἱμάτια αὐτῶν
καὶ ἐξεπήδησαν εἰς τὸν ὄχλον
κράζοντες 15 καὶ φωνοῦντες·
Ἄνδρες, τί ταῦτα ποιεῖτε;
[.] ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι,
εὐαγγελιζόμενοι ὑμῖν τὸν Θεὸν
ὅπως
ἀπὸ τούτων τῶν ματαίων
ἐπιστρέψηται ἐπὶ τὸν Θεὸν [.] ζῶντα,
τὸν ποίησαντα τὸν οὐρανὸν καὶ τὴν γῆν
καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
16 ἐν ταῖς παρῳχημέναις
γενεαῖς εἴασε κατὰ τὰ ἔθνη

πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
17 καίγε οὐκ ἀμάρτυρον ἀφῆκεν ἑαυτὸν
ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν
ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους,
ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης
[.] καρδίας ὑμῶν. 18 καὶ ταῦτα λέγοντες
μόγις κατέπαυσαν τοὺς ὄχλους
τοῦ μὴ θύειν αὐτοῖς.
19 διατριβόντων δὲ αὐτῶν καὶ διδασκόντων
ἐπῆλθον τίνες Ἰουδαῖοι [.]
ἀπὸ Ἰκονίου καὶ Ἀντιοχείας
καὶ ἐπείσεισαντες τοὺς ὄχλους
καὶ λιθάσαντες τὸν Παῦλον
ἔσυραν ἔξω τῆς πόλεως,
νομίζοντες τεθνάναι αὐτὸν .
20 κυκλώσαντες δὲ [.] τῶν μαθητῶν αὐτοῦ
ἀναστὰς εἰσῆλθεν εἰς τὴν Λύστραν πόλιν,
καὶ τῇ ἐπαύριον ἐξῆλθεν
σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
21 εὐαγγελιζόμενοί δὲ τοὺς ἐν τῇ πόλει [.]
καὶ μαθητεύσαντες πολλοὺς
ὑπέστρεψον εἰς [.] Λύστραν
καὶ Ἐικόνιον καὶ Ἀντιόχειαν,
22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν,
παρακαλοῦντες τε ἐμμένειν τῇ πίστει,
καὶ ὅτι διὰ πολλῶν θλίψεων
δῖ ἡμᾶς ἐλθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
23 χειροτονήσαντες δὲ αὐτοῖς
κατ' ἐκκλησίαν πρεσβυτέρους [.]
προσευξάμενοι δὲ μετὰ νηστειῶν
παρέθεντο αὐτοὺς τῷ Κυρίῳ,
εἰς ὃν πεπιστεύκασιν.
24 διελθόντες δὲ τὴν Πισιδίαν

ἦλθαν εἰς Παμφυλίαν,
25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον
κατέβησαν εἰς Ἀττάλειαν,
εὐαγγελιζόμενοι αὐτούς
26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν,
ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ
εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
27 Παραγενόμενοι δὲ
καὶ συνάξαντες τὴν ἐκκλησίαν
ἀνήγγειλαν ὅσα ὁ Θεὸς ἐποίησεν αὐτοῖς
μετὰ τῶν ψυχῶν αὐτῶν

καὶ ὅτι ἤνυξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
28 διέτριβον δὲ ἐκεῖ χρόνον
οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.