ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ ΧΙΙΙ




1 Ἦσαν δέ [.] ἐν Ἀντιοχείᾳ
κατὰ τὴν οὖσαν ἐκκλησίαν
προφῆται καὶ διδάσκαλοι,
ἐν ὃις Βαρνάβας καὶ Συμεὼν
ἐπικαλούμενος Νίγερ,
καὶ Λούκειος [.] Κυρηναῖος, Μαναήν τε Ἡρῴδου
καὶ τετράρχου σύντροφος καὶ Σαῦλος.
2 λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ
καὶ νηστευόντων εἶπεν τὸ Πνεῦμα τὸ ἅγιον·
Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ [.] Σαῦλον
εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
3 τότε νηστεύσαντες

καὶ προσευξάμενοι πάντες
καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς [.].
4 Οἱ μὲν οὖν ἐκπεμφθέντες
ὑπὸ τοῦ Πνεύματος [.] ἁγίου
καταβάντες δὲ εἰς τὴν Σελεύκειαν,
ἐκεῖθεν [.] ἀπέπλευσαν εἰς [.] Κύπρον,
5 γενόμενοι δὲ ἐν τῇ Σαλαμῖνι
κατήγγειλαν τὸν λ[όγ]ον τοῦ Κυρίου
ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων·
εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτοῦντα αὐτοῖς.
6 περιελθόντων δὲ αὐτῶν
ὅλην τὴν νῆσον ἄχρι Πάφου
εὗρόν ἄνδρα τινα μάγον
ψευδοπροφήτην Ἰουδαῖον
ὀνόματι καλούμενον Βαριησοῦα,
7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ
Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ.
οὗτος συνκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον
καὶ εζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ·
8 ἀνθίστατο δὲ αὐτοῖς Ἐτ[ο]ίμας ὁ μάγος
- οὕτως γὰρ μεθερμηνεύεται
τὸ ὄνομα αὐτοῦ - ζητῶν διαστρέψαι
τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως
ἐπειδὴ ἥδιστα ἤκουεν αὐτῶν .
9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πληθεὶς Πνεύματος ἁγίου
καὶ ἀτενίσας εἰς αὐτὸν 10 εἶπεν·
Ὦ πλήρης παντὸς δόλου
καὶ [.] ῥᾳδιουργίας, υἱος διαβόλου,
ἐχθρὲ πάσης δικαιοσύνης,
οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου
τὰς οὕσας εὐθείας;
11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ,
καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἕως καιροῦ.
καὶ εὐθέως
ἔπεσεν ἐπ' αὐτὸν ἀχλὺς καὶ σκότος,

καὶ περιάγων ἐζήτει χειραγωγούς.
12 ἰδὼν δὲ ὁ ἀνθύπατος
τὸ γεγονὸς ἐθαύμασεν,
καὶ ἐπίστευσεν τῷ θεῷ.
ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ [.] Παῦλον
ἦλθον εἰς Πέργην τῆς Παμφυλίας·
Ἰωάνης δὲ ἀποχωρήσας ἀπ' αὐτῶν
ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης
παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας,
καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν
τὴν ἡμέτερα[ν] τῷ σαββάτῳ ἐκάθισαν.
15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου
καὶ τῶν προφητῶν
ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι
πρὸς αὐτοὺς λέγοντες·
Ἄνδρες ἀδελφοί, εἰ τίς ἔστιν λόγο[ς] σοφίας
ἐν ὑμῖν παρακλήσεως
πρὸς τὸν λαόν, λέγετε.
16 ἀναστὰς δὲ Παῦλος
καὶ κατασείσας τῇ χειρὶ εἶπεν·
Ἄνδρες Ἰστραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν,
ἀκούσατε.
17 ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ
ἐξελέξατο τοὺς πατέρας ἡμῶν,
διὰ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ
ἐν τῇ γῇ Αἰγύπτῳ,
καὶ μετὰ βραχίονος ὑψηλοῦ
ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
18 καὶ [.] ετῆ τεσσαρακοντα [.]
ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν
κατεκληρονόμησεν [.] τὴν γῆν τῶν ἀλλοφύλων.

20 καὶ ως ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα,
ἔδωκεν κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.
21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα,
καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς,
ἄνδρα ἐκ φυλῆς Βενιαμίν,
ἔτη τεσσαράκοντα· 22 καὶ μεταστήσας αὐτὸν
ἤγειρεν [.] Δαυῒδ αὐτοῖς εἰς βασιλέα,
ᾧ καὶ εἶπεν μαρτυρήσας·
εὗρον Δαυῒδ τὸν υἱὸν [.] Ἰεσσαί,
ἄνδρα κατὰ τὴν καρδίαν μου,
ὃς ποιήσει πάντα τὰ θελήματά μου.
23[.] ὁ Θεὸς οὖν ἀπὸ τοῦ σπέρματος αὐτοῦ
κατ' ἐπαγγελίαν
ἤγειρεν τῷ Ἰσραὴλ σωτῆρα τὸν Ἰνσοῦν ,
24 προκηρύξαντος Ἰωάνου
πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ
βάπτισμα μετανοίας
παντὶ τῷ λαῷ Ἰσραήλ.
25 ὡς δὲ ἐπλήρουν ὁ Ἰωάνης τὸν δρόμον, ἔλεγεν·
τίνα με ὑπονοεῖτε εἶναι, οὐκ εἰμὶ ἐγώ,
ἀλλ' ἰδοὺ ἔρχεται μετ' ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος
τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ
καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν,
ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.
27 οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ
καὶ οἱ ἄρχοντες αὐτ[ῆ]ς
[μὴ συνιεν]τες τὰς γραφὰς τῶν προφητῶν
τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας
καὶ κρίναντες ἐπλήρωσαν,
28 καὶ μηδεμίαν αἰτίαν θανάτου
εὑρόντες ἐν αὐτῷ
κρίναντες αὐτὸν παρέδοκαν
Πιλᾶτῳ

ἵνα εἰς ἀναίρεσιν. 29 ὡς δὲ ἐτέλουν
πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα [εἰσίν]
ᾐτούντο τὸν Πιλᾶτον τοῦτον μὲν σταυρῶσαι
,
καὶ ἐπιτυχόντες πάλιν
καὶ
καθελόντες ἀπὸ τοῦ ξύλου
καὶ ἔθηκαν εἰς μνημεῖον.
30 ὃν ὁ Θεὸς ἤγειρεν [...] · 31 οὗτος ὤφθη
τοῖς συναναβαίνουσιν αὐτῷ
ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ,
ἐφ᾿ ἡμέρας πλείονας
οἵτινες ἄχρι νῦν εἰσιν μάρτυρες αὐτοῦ
πρὸς τὸν λαόν.
32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα
τὴν πρὸς τοὺς πατέρας ἡμῶν
γενομένην ἐπαγγελίαν ,
33 ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκεν
τοῖς τέκνοις ἡμῶν,
ἀναστήσας τὸν κύριον Ἰησοῦν Χριστὸν,
οὕτως γὰρ ἐν τῷ πρώτῳ ψαλμῷ γέγραπται·
υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε.
αἴτησαι παρ' ἐμοῦ
καὶ δώσω σοι ἔθνη
τὴν κληρονομίαν σου,
καὶ τὴν κατάσχεσίν σου
τὰ πέρατα τῆς γῆς

34 ὅτε δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν
μηκέτι μέλλοντα ὑποστρέφειν
εἰς διαφθοράν, οὕτως εἴρηκεν,
ὅτι δώσω ὑμῖν
τὰ ὅσια Δαυῒδ τὰ πιστά.
35 [.] καὶ [.] ἑτέρως λέγει·
οὐ δώσεις τὸν ὅσιόν σου
ἰδεῖν διαφθοράν.
36 Δαυῒδ [.] γὰρ ἰδίᾳ γενεᾷ

ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη
καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ
καὶ ἶδεν διαφθοράν·
37 ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.
38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί,
ὅτι διὰ τούτου ὑμῖν
ἄφεσις ἁμαρτιῶν καταγγέλλεται,
καὶ μετάνοια ἀπὸ πάντων
ὧν οὐκ ἠδυνήθητε
ἐν [.] νόμῳ Μωσέως δικαιωθῆναι,
39 ἐν τούτῳ οὖν πᾶς ὁ πιστεύων
δικαιοῦτα παρὰ Θεῷ.
40 βλέπετε οὖν μὴ ἐπέλθῃ
[..] τὸ εἰρημένον ἐν τοῖς προφήταις·
41 ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε
καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ
ἐν ταῖς ἡμέραις ὑμῶν,
[.] ᾧ οὐ μὴ πιστεύσητε
ἐάν τις ἐκδιηγήσεται ὑμῖν
καὶ ἐσείγησαν .
42 Ἐξιόντων δὲ αὐτῶν [...] παρεκάλουν
εἰς τὸ ἑξῆς σάββατον
λαληθῆναι αὐτοῖς [.] ῥήματα ταῦτα.
43 λυθείσης δὲ τῆς συναγωγῆς
ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων
καὶ τῶν σεβομένων προσηλύτων
τῷ Παύλῳ καὶ [.] Βαρνάβᾳ,
οἵτινες προσλαλοῦντες αὐτοῖς
ἐπίθοντο αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ.
ἐγένετο δὲ καθ' ὅλης τῆς πόλεως
διελθεῖν τὸν λόγον τοῦ θεοῦ

44 Τῷ δὲ ἐρχομένῳ σαββάτῳ
σχεδὸν ὅλη ἡ πόλις συνήχθη ἀκοῦσαι Παύλου
πολύν τε λόγον ποιησαμένου περὶ τοῦ Κυρίου
.

45 καὶ ἰδόντες οἱ Ἰουδαῖοι τὸ πλῆτος
ἐπλήσθησαν ζήλου
καὶ ἀντέλεγον τοῖς λογοῖς
ὑπὸ τοῦ Παύλου λεγομένοις
ἀντιλέγοντες καὶ βλασφημοῦντες.
46 παρρησιασάμενος τε ὁ Παῦλος καὶ [.] Βαρνάβας
εἶπαν πρὸς αὐτούς·
Ὑμῖν [.] πρῶτον ἦν λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ·
ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν
καὶ οὐκ ἀξίους κρίνατε ἑαυτοὺς
τῆς αἰωνίου ζωῆς,
ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
47 οὕτως γὰρ ἐντέταλκεν [.] ὁ Κύριος·
ἰδοὺ φῶς τέθεικά σε τοῑς ἔθνεσιν
τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
48 καὶ ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον
καὶ ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ,
καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι
εἰς ζωὴν αἰώνιον·
49 καὶ διεφέρετο ὁ λόγος τοῦ Κυρίου
δι' ὅλης τῆς χώρας.
50 οἱ δὲ Ἰουδαῖοι παρώτρυνον
τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας
καὶ τοὺς πρώτους τῆς πόλεως
καὶ ἐπήγειραν θλῖψιν μεγάλην
καὶ
διωγμὸν ἐπὶ [.] Παῦλον καὶ [.] Βαρνάβαν,
καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν
τῶν ποδῶν αὐτῶν ἐπ’ αὐτοὺς
κατήντησαν εἰς Εἰκόνιον.
52 οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς
καὶ Πνεύματος ἁγίου.