πραξεις αποστολων ΧΙΙ




1 Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν
ἐπέβαλεν τὰς χεῖρας Ἡρῴδης ὁ βασιλεὺς
κακῶσαί τινας
τῶν ἀπὸ τῆς ἐκκλησίας ἐν τῇ Ἰουδαίᾳ.
2 καὶ ἀνεῖλεν Ἰάκωβον
τὸν ἀδελφὸν Ἰωάνου μαχαίρᾳ.
3 καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις,
ἡ ἐπιχείρησις αὐτοῦ ἐπὶ τοὺς πιστοὺς
προσέθετο συλλαβεῖν καὶ Πέτρον·
ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων·
4 Τούτον [.] πιάσας ἔθετο εἰς φυλακήν,
παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν [.], βουλόμενος
μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ·
πολλὴ δὲ προσευχὴ ἦν
ἐν ἐκτενείᾳ περὶ αὐτοῡ [.]
ἀπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.
6 Ὅτε δὲ ἤμελλεν προάγειν αὐτὸν
[.] Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ
ἦν ὁ Πέτρος κοιμούμενος
μεταξὺ δύο στρατιωτῶν

δεδεμένος ἁλύσεσι δυσί,
φύλακές τε πρὸ τῆς θύρας
ἐτήρουν τὴν φυλακήν.
7 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη τῷ Πετρῷ
καὶ φῶς ἔλαμψεν [.] τῷ οἰκήματι·
νύξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου
ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει·
καὶ ἐξέπεσαν [.] αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
8 εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν·
ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου.
ἐποίησεν δὲ οὕτως·
καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου
καὶ ἀκολούθει μοι.
9 καὶ ἐξελθὼν ἠκολούθει,
καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν
τὸ γινόμενον διὰ τοῦ ἀγγέλου,
ἐδόκει γὰρ ὅραμα βλέπειν.
10 διελθόντες δὲ πρώτην
καὶ δευτέραν φυλακὴν
ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν
τὴν φέρουσαν εἰς τὴν πόλιν,
ἥτις αὐτομάτη ἠνύγη αὐτοῖς,
καὶ ἐξελθόντες κατέβησαν τοὺς ἑπτὰ βαθμοὺς
καὶ προῆλθαν ῥύμην μίαν,
καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ' αὐτοῦ.
11 καὶ ὁ Πέτρος ἐν εἀυτῷ γενόμενος εἶπεν·
Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος
τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με
ἐκ χειρὸς Ἡρῴδου
καὶ πάσης τῆς προσδοκίας
τοῦ λαοῦ τῶν Ἰουδαίων.
12 καὶ συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας
τῆς μητρὸς Ἰωάνου

τοῦ ἐπικαλουμένου Μάρκου οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
13 κρούσαντες δὲ αὐτοῦ τὴν θύραν τοῦ [  ]
προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ρόδη,
14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου,
ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα,
καὶ
εἰσδραμοῦσα δὲ ἀπήγγειλεν
ἑστάναι Πέτρον πρὸ τοῦ πυλῶνος.
15 οἱ δὲ ἔλεγον αὐτῇ· Μαίνῃ.
ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν.
ο[ἱ] δὲ ἔλεγον πρὸς αὐτὴν
τυχὸν · Ὁ ἄγγελος αὐτοῦ ἐστιν.
16 ὁ δὲ [.] ἐπέμενεν κρούων.
ἐξἀνοίξαντες δὲ καὶ ἰδόντες αὐτὸν
καὶ ἐξέστησαν. 17 κατασείσας δὲ αὐτοῖς
τῇ χειρὶ ἵνα σιγά[σω] σιν
εἰσῆλθεν καὶ διηγήσατο αὐτοῖς
πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς,
εἶπεν δέ· Ἀπανγείλατε Ἰακώβῳ
καὶ τοῖς ἀδελφοῖς ταῦτα.
καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
18 Γενομένης δὲ ἡμέρας
ἦν τάραχος [..] ἐν τοῖς στρατιώταις,
τί ἄρα ὁ Πέτρος ἐγένετο.
19 Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν
καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας
ἐκέλευσεν ἀπ[ο]κτα[ν]θῆναι,
καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας
εἰς Καισάρειαν διέτριβεν.
20 Ἦν γὰρ Ἡρῴδης θυμομαχῶν
Τυρίοις καὶ Σιδωνίοις·
οἱ δὲ ὁμοθυμαδὸν ἐξ ἀμφοτέρων
τῶν πόλεων
παρῆσαν πρὸς τὸν βασιλέα ,

καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος αὐτοῦ
[.] ᾐτοῦντο εἰρήνην,
διὰ τὸ τρέφεσθαι τὰς χώρας αὐτῶν
ἐκ τῆς βασιλικῆς.
21 τακτῇ δὲ ἡμέρᾳ
ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν
καὶ καθίσας ἐπὶ τοῦ βήματος
ἐδημηγόρει πρὸς αὐτούς
καταλλαγέντος δὲ αὐτοῦ τοῖς Τυρίοις .
22 ὁ δὲ δῆμος ἐπεφώνει·
Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.
23 παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου
ἀνθ' ὧν οὐκ ἔδωκεν [.] δόξαν τῷ Θεῷ,
καὶ καταβὰς ἀπο τοῦ βήματος
γενόμενος [σ]κωληκόβρωτος
ἔτι ζῶν καὶ οὕτως ἐξέψυξεν.
24 Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο.
25 Βαρνάβας δὲ καὶ Σαῦλος
ἀπέστρεψεν ἀπὸ Ἱερουσαλὴμ
πληρώσαντες τὴν διακονίαν,
συμπαραλαβόντες τὸν Ἰωάνην
τὸν ἐπικληθέντα Μᾶρκον.